Humanitext Reader

斯特拉波 · 地理学 §3.4.19-3.4.20

奥古斯都时代伊比利亚的属省划分与统制

第 112 段,共 577 段 · 希腊语

内容简介

在阐述由于历史变迁和地理名称模糊导致在精确划分伊比利亚(伊斯帕尼亚)时所面临的困难之后,本文详细叙述了奥古斯都元首制时期人民属省(贝提卡)与皇帝属省各自在行政和军事上的统治体制。

§3.4.19τινὲς μὲν οὖν εἰς τέτταρα μέρη διῃρῆσθαί φασι τὴν χώραν ταύτην, καθάπερ εἴπομεν, ἄλλοι δὲ πενταμερῆ λέγουσιν.
因此,有些人说这个地区被分为四个部分,正如我们所说过的,而另一些人则说分为五个部分。
οὐκ ἔστι δὲ τἀκριβὲς ἐν τούτοις ἀποδιδόναι διὰ τὰς μεταβολὰς καὶ τὴν ἀδοξίαν τῶν τόπων.
然而,在这些事情上给出精确的划分是不可能的,因为这地方多有变迁,且名声不显。
ἐν γὰρ τοῖς γνωρίμοις καὶ ἐνδόξοις αἵ τε μεταναστάσεις γνώριμοι καὶ οἱ μερισμοὶ τῆς χώρας καὶ αἱ μεταβολαὶ τῶν ὀνομάτων καὶ εἴ τι ἄλλο παραπλήσιον· θρυλεῖται γὰρ ὑπὸ πολλῶν καὶ μάλιστα τῶν Ἑλλήνων.
因为在那些知名且显赫的地方,民族的迁徙、地区的划分、名称的变更以及其他类似的事情都是为人所知的;因为这些事情被许多人,尤其是希腊人所传颂。
ὅσα δὲ καὶ βάρβαρα καὶ ἐκτετοπισμένα καὶ μικρόχωρα καὶ διεσπασμένα, τούτων ὑπομνήματα οὔτʼ ἀσφαλῆ ἐστιν οὔτε πολλά· ὅσα δὲ δὴ πόρρω τῶν Ἑλλήνων ἐπιτείνει τὴν ἄγνοιαν.
但至于那些既野蛮、又僻远、疆域狭小且支离破碎的地方,关于它们的记录既不可靠也不多;而那些远离希腊人的地方,更增加了我们的无知。
οἱ δὲ τῶν Ῥωμαίων συγγραφεῖς μιμοῦνται μὲν τοὺς Ἕλληνας, ἀλλʼ οὐκ ἐπὶ πολύ· καὶ γὰρ ἃ λέγουσι παρὰ τῶν Ἑλλήνων μεταφέρουσιν, ἐξ ἑαυτῶν δʼ οὐ πολὺ μὲν προσφέρονται τὸ φιλείδημον ὥσθʼ, ὁπόταν ἔλλειψις γένηται παρʼ ἐκείνων, οὐκ ἔστι πολὺ τὸ ἀναπληρούμενον ὑπὸ τῶν ἑτέρων, ἄλλως τε καὶ τῶν ὀνομάτων, ὅσα ἐνδοξότατα, τῶν πλείστων ὄντων Ἑλληνικῶν· ἐπεὶ καὶ Ἰβηρίαν ὑπὸ μὲν τῶν προτέρων καλεῖσθαι πᾶσαν τὴν ἔξω τοῦ Ῥοδανοῦ καὶ τοῦ ἰσθμοῦ τοῦ ὑπὸ τῶν Γαλατικῶν κόλπων σφιγγομένου, οἱ δὲ νῦν ὅριον αὐτῆς τίθενται τὴν Πυρήνην, συνωνύμως τε τὴν αὐτὴν Ἰβηρίαν λέγουσι καὶ Ἱσπανίαν· μόνην ἐκάλουν τὴν ἐντὸς τοῦ Ἴβηρος· οἱ δʼ ἔτι πρότερον αὐτοὺς τούτους Ἰγλῆτας, οὐ πολλὴν χώραν νεμομένους, ὥς φησιν Ἀσκληπιάδης ὁ Μυρλεανός.
罗马的写作者们模仿希腊人,但并不深;因为他们所说的话是从希腊人那里转抄来的,而他们自己并没有贡献多少对求知的热爱,以至于当希腊人那里出现空缺时,另一方所能补充的也不多,特别是那些最著名的名称,绝大多数都是希腊语;因为事实上,早期的人们称整个罗讷河以及由加拉太海湾所缩窄的地峡以外的全部地区为“伊比利亚”,而如今的人们则将比利牛斯山定为其边界,并同义地称同一地方为“伊比利亚”和“伊斯帕尼亚”;而更早时,他们仅称伊贝鲁斯河以内的地区为伊比利亚;而更早以前的人,则称这些人本身为“伊格莱特斯”,正如米尔莱雅的阿斯克列皮亚德斯所说,他们占有的土地并不广阔。
Ῥωμαῖοι δὲ τὴν σύμπασαν καλέσαντες συνωνύμως Ἰβηρίαν τε καὶ Ἱσπανίαν τὸ μὲν αὐτῆς μέρος εἶπον τὴν ἐκτὸς τὸ δὲ ἕτερον τὴν ἐντός· ἄλλοτε δʼ ἄλλως διαιροῦσι πρὸς τοὺς καιροὺς πολιτευόμενοι.
罗马人则将整个地区同义地称为“伊比利亚”和“伊斯帕尼亚”,并称其一部分为“外西班牙”,另一部分为“内西班牙”;但由于要根据时局进行治理,他们在不同时期有不同的划分方式。
§3.4.20νυνὶ δὲ τῶν ἐπαρχιῶν τῶν μὲν ἀποδειχθεισῶν τῷ δήμῳ τε καὶ τῇ συγκλήτῳ τῶν δὲ τῷ ἡγεμόνι τῶν Ῥωμαίων, ἡ μὲν Βαιτικὴ πρόσκειται τῷ δήμῳ, καὶ πέμπεται στρατηγὸς ἐπʼ αὐτὴν ἔχων ταμίαν τε καὶ πρεσβευτήν· ὅριον δʼ αὐτῆς τεθείκασι πρὸς ἠῶ πλησίον Καστλῶνος.
现在,在这些行省中,有些被分配给人民和元老院,有些则被分配给罗马的统治者,贝提卡划归人民,派往该省的是一名大法官,并随带一名财务官和一名副将;他们将该省东面的边界划在卡斯图洛附近。
ἡ δὲ λοιπὴ Καίσαρός ἐστι· πέμπονται δʼ ὑπʼ αὐτοῦ δύο πρεσβευταί, στρατηγικός τε καὶ ὑπατικός, ὁ μὲν στρατηγικὸς ἔχων σὺν αὑτῷ πρεσβευτήν, δικαιοδοτήσων Λυσιτανοῖς τοῖς παρακειμένοις τῇ Βαιτικῇ καὶ διατείνουσι μέχρι τοῦ Δουρίου ποταμοῦ καὶ τῶν ἐκβολῶν αὐτοῦ· καλοῦσι γὰρ οὕτω τὴν χώραν ταύτην ἰδίως ἐν τῷ παρόντι.
其余的部分则属于凯撒;他派出了两名副将,一名是前大法官级,另一名是前执政官级,前大法官级的副将随带一名自己的副将,负责对毗邻贝提卡并延伸至杜里乌斯河及其河口的卢西塔尼亚人行使司法权;因为目前他们特别以此名称呼该地区。
ἐνταῦθα δʼ ἔστι καὶ ἡ Αὐγοῦστα Ἠμερίτα.
奥古斯塔·埃梅里塔也位于此地。
ἡ λοιπὴ (αὕτη δʼ ἐστὶν ἡ πλείστη τῆς Ἰβηρίας) ὑπὸ τῷ ὑπατικῷ ἡγεμόνι στρατιάν τε ἔχοντι ἀξιόλογον τριῶν που ταγμάτων καὶ πρεσβευτὰς τρεῖς, ὧν ὁ μὲν δύο ἔχων τάγματα παραφρουρεῖ τὴν πέραν τοῦ Δουρίου πᾶσαν ἐπὶ τὰς ἄρκτους, ἣν οἱ μὲν πρότερον Λυσιτανοὺς ἔλεγον οἱ δὲ νῦν Καλλαϊκοὺς καλοῦσι· συνάπτει δὲ τούτοις τὰ προσάρκτια μέρη μετὰ τῶν Ἀστύρων καὶ τῶν Καντάβρων.
其余部分(这是伊比利亚的大部分地方)则归前执政官级的总督管辖,他拥有一支约由三个军团组成的相当规模的军队和三名副将;其中一人率领两个军团,守卫着杜里乌斯河以北直到北方的整个地区,早期的人们称此地为卢西塔尼亚,而如今的人们则称之为卡莱西亚;与此相连的是北部地区,包括阿斯图雷斯人和坎塔布里亚人。
ῥεῖ δὲ διὰ τῶν Ἀστύρων Μέλσος ποταμός, καὶ μικρὸν ἀπωτέρω πόλις Νοῖγα, καὶ πλησίον ἐκ τοῦ ὠκεανοῦ ἀνάχυσις ὁρίζουσα τοὺς Ἄστυρας ἀπὸ τῶν Καντάβρων·
麦尔苏斯河流经阿斯图雷斯人的土地,稍远一点是诺伊加城,其附近有一个来自大洋的河口,将阿斯图雷斯人与坎塔布里亚人分隔开。
τὴν δʼ ἑξῆς παρόρειον μέχρι Πυρήνης ὁ δεύτερος τῶν πρεσβευτῶν μετὰ τοῦ ἑτέρου τάγματος ἐπισκοπεῖ.
接下来的直到比利牛斯山的沿山地带,由第二位副将随同另一个军团负责监察。
ὁ δὲ τρίτος τὴν μεσόγαιαν, συνέχει δὲ τὰ τῶν ἤδη λεγομένων ὡς ἂν εἰρηνικῶν καὶ εἰς τὸ ἥμερον καὶ τὸν Ἰταλικὸν τύπον μετακειμένων ἐν τῇ τηβεννικῇ ἐσθῆτι.
而第三位副将则管辖内陆,维系着那些已被视为和平、并已转向文明、身着托加长袍过着意大利式生活的人们的地区。
οὗτοι δʼ εἰσὶν οἱ Κελτίβηρες καὶ οἱ τοῦ Ἴβηρος πλησίον ἑκατέρωθεν οἰκοῦντες μέχρι τῶν πρὸς θαλάττῃ μερῶν.
这些人就是凯尔蒂贝里亚人,以及居住在伊贝鲁斯河两岸附近、一直延伸到沿海地区的人。
αὐτὸς δὲ ὁ ἡγεμὼν διαχειμάζει μὲν ἐν τοῖς ἐπιθαλαττιαίοις μέρεσι καὶ μάλιστα τῇ Καρχηδόνι καὶ τῇ Ταρράκωνι δικαιοδοτῶν, θέρους δὲ περίεισιν ἐφορῶν ἀεί τινα τῶν δεομένων ἐπανορθώσεως.
总督本人在沿海地区度过冬季,尤其是在迦太基和塔拉科,在那里行使司法权;而在夏季,他巡视各处,不断考察那些需要整治的地方。
εἰσὶ δὲ καὶ ἐπίτροποι τοῦ Καίσαρος, ἱππικοὶ ἄνδρες, οἱ διανέμοντες τὰ χρήματα τοῖς στρατιώταις εἰς τὴν διοίκησιν τοῦ βίου.
此外还有凯撒的代理人,他们是骑士阶级的人,负责向士兵分发用于维持生计的军饷。

词汇与语法注释

  1. §3.4.19οὐκ ἔστι δὲ τἀκριβὲς ἐν τούτοις ἀποδιδόναι — ἔστι(注意其重音在第一音节)作为无人称动词表示可能性,意为“能够”。它与否定词 οὐκ 连用,并接不定式 ἀποδιδόναι(提供、给出),表示“给出精确的划分是不可能的”。
  2. §3.4.19ὅσα δὲ δὴ πόρρω τῶν Ἑλλήνων ἐπιτείνει τὴν ἄγνοιαν — ὅσα 是关系代词(“所有……的事物/地方”),在此作为主语,其先行词被省略。πόρρω 是支配属格的前置词性副词。该句结构为“所有远离希腊人的地方都会加剧无知”。
  3. §3.4.20τῶν ἐπαρχιῶν τῶν μὲν ἀποδειχθεισῶν τῷ δήμῳ τε καὶ τῇ συγκλήτῳ τῶν δὲ τῷ ἡγεμόνι — 此处为属格独立结构(Genitive Absolute),用作交代背景,说明行省的分划情况。在后半句 τῶν δὲ τῷ ἡγεμόνι 中,省略了前半句所使用的被动分词 ἀποδειχθεισῶν。
  4. §3.4.20δικαιοδοτήσων — 这是动词 δικαιοδοτέω(行使司法权)的将来时主动分词阳性单数主格,用以表示主句主语副将(ὁ μὲν στρατηγικός)的目的,这是将来时分词表示目的的典型用法。

引用这一段

斯特拉波, 地理学 §3.4.19-3.4.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.4.19-3.4.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。