§3.4.16καὶ τῶν ῥιζῶν τῶν εἰς βαφὴν χρησίμων πλῆθος.
また、染色に有用な根も豊富である。
ἐλαίας δὲ πέρι καὶ ἀμπέλου καὶ συκῆς καὶ τῶν παραπλησίων φυτῶν ἡ καθʼ ἡμᾶς Ἰβηρικὴ παραλία πάντων εὐπορεῖ, συχνὴ δὲ καὶ τῶν ἐκτὸς ἡ μὲν παρωκεανῖτις ἡ πρόσβορρος ἀμοιρεῖ διὰ τὰ ψύχη, ἡ δʼ ἄλλη τὸ πλέον διὰ τὴν ὀλιγωρίαν τῶν ἀνθρώπων καὶ τὸ μὴ πρὸς διαγωγὴν ἀλλὰ μᾶλλον πρὸς ἀνάγκην καὶ ὁρμὴν θηριώδη μετὰ ἔθους φαύλου ζῆν·
オリーブ、ブドウ、イチジク、およびこれらに類する植物に関して言えば、我々の側のイベリア沿岸はそれらすべてを豊富に産するが、外側の地域の多く、すなわち大洋に面した北側の地域は寒さのためにこれらを欠いており、それ以外の地域も、大部分は人々の怠慢と、教養ある生活のためではなく、むしろ卑俗な慣習を伴う必要と野蛮な衝動に従って生きていることのために、これらを欠いている。
εἰ μή τις οἴεται πρὸς διαγωγὴν ζῆν τοὺς οὔρῳ λουομένους ἐν δεξαμεναῖς παλαιουμένῳ, καὶ τοὺς ὀδόντας σμηχομένους καὶ αὐτοὺς καὶ τὰς γυναῖκας αὐτῶν, καθάπερ τοὺς Καντάβρους φασὶ καὶ τοὺς ὁμόρους αὐτοῖς.
ただし、貯水槽に溜めて古くなった尿で入浴し、自身もその妻たちもそれで歯を磨く人々が、教養ある生活を送っていると思わない限りは。 カンタブリア人とその隣人たちはそうしていると言われている。
καὶ τοῦτό τε καὶ τὸ χαμευνεῖν κοινόν ἐστι τοῖς Ἴβηρσι πρὸς τοὺς Κελτούς.
このことと、地べたに寝る習慣は、イベリア人とケルト人に共通している。
ἔνιοι δὲ τοὺς Καλλαϊκοὺς ἀθέους φασί, τοὺς δὲ Κελτίβηρας καὶ τοὺς προσβόρρους τῶν ὁμόρων αὐτοῖς ἀνωνύμῳ τινὶ θεῷ ταῖς πανσελήνοις νύκτωρ πρὸ τῶν πυλῶν, πανοικίους τε χορεύειν καὶ παννυχίζειν.
ガッライコイ人は無神論者であると言う者もいるが、ケルティベリア人とその北隣の部族は、満月の夜に門の前で、家族全員で、名もなき神に対して夜を徹して踊り明かす。
τοὺς δὲ Ὀυέττωνας, ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρῆλθον στρατόπεδον, ἰδόντας τῶν ταξιαρχῶν τινας ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν, μανίαν ὑπολαβόντας ἡγεῖσθαι τὴν ὁδὸν αὐτοῖς ἐπὶ τὰς σκηνάς, ὡς δέον ἢ μένειν καθʼ ἡσυχίαν ἱδρυθέντας ἢ μάχεσθαι.
ウエトネス人は、初めてローマの陣営に来たとき、百人隊長たちの何人かが散歩のために道を行ったり来たりしているのを見て、狂気にとらわれたと思い、静かにじっとしているか戦うかのどちらかであるべきなのに、彼らが自分たちの天幕への案内をしているのだと考えた。
§3.4.17τῆς δὲ βαρβαρικῆς ἰδέας καὶ τὸν τῶν γυναικῶν ἐνίων κόσμον θείη τις ἄν, ὃν εἴρηκεν Ἀρτεμίδωρος·
野蛮な風習の例として、アルテミドロスが述べているいくつかの女性の装飾を挙げることができるだろう。
ὅπου μὲν γὰρ περιτραχήλια σιδηρᾶ φορεῖν αὐτάς φησιν ἔχοντα κόρακας καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ, κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατασπᾶν τὸ κάλυμμα ὥστε ἐμπετασθὲν σκιάδιον τῷ προσώπῳ παρέχειν, καὶ νομίζειν κόσμον·
ある場所では、頭頂部を越えて曲がり、額の前に大きく突き出た湾曲したカラスの嘴状の突起を持つ鉄製の首飾りを女性たちが身に着けており、望むときにはこの突起にベールを引き下げて、広げられた日傘のようになって顔に日陰を作るようにし、それを装飾と考えていると彼は言う。
ὅπου δὲ τυμπάνιον περικεῖσθαι πρὸς μὲν τῷ ἰνίῳ περιφερὲς καὶ σφίγγον τὴν κεφαλὴν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατʼ ὀλίγον·
またある場所では、後頭部においては丸く、耳のあたりまで頭部を締め付け、高さと幅において少しずつ反り返る小型の鼓のような被り物を身に着けている。
ἄλλας δὲ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον ὥστʼ ἀποστίλβειν τοῦ μετώπου μᾶλλον·
また別の女性たちは、額をより輝かせるために、前髪をそれだけ広く剃り落としている。
τὰς δʼ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρᾳ μελαίνῃ περιστέλλειν.
さらに別の女性たちは、高さ一プースほどの小さな柱を頭に載せて、それに自らの髪を巻きつけ、その上を黒いベールで覆っている。
πρὸς δὲ τῇ ἀηθείᾳ τῇ τοιαύτῃ πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἐθνῶν, διαφερόντως δὲ τῶν προσβόρρων, οὐ μόνον τὰ πρὸς ἀνδρείαν ἀλλὰ καὶ τὰ πρὸς ὠμότητα καὶ ἀπόνοιαν θηριώδη.
このような奇妙な習慣に加えて、すべてのイベリアの部族、特に北方の部族について、勇敢さだけでなく、野蛮な残虐性と向こう見ずな狂気に関しても、多くのことが観察され、語り継がれている。
καὶ γὰρ τέκνα μητέρες ἔκτειναν πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον τὸν ἐν Καντάβροις, καὶ παιδίον δὲ δεδεμένων αἰχμαλώτων τῶν γονέων καὶ ἀδελφῶν ἔκτεινε πάντας κελεύσαντος τοῦ πατρὸς σιδήρου κυριεῦσαν, γυνὴ δὲ τοὺς συναλόντας.
というのも、カンタブリア人との戦争中、母親たちは捕らえられる前に自分の子供を殺したからであり、また、親や兄弟が捕虜となって縛られているなかで、一人の子供が父親の命令により、手に入れた刃物で彼ら全員を殺し、ある女性は共に捕らえられた者たちを殺した。
κληθεὶς δέ τις εἰς μεθυσκομένους ἔβαλεν αὑτὸν εἰς πυράν.
また、ある男は、酒盛りに招かれた際、自らを火の中に投げ込んだ。
κοινὰ δὲ καὶ ταῦτα πρὸς τὰ Κελτικὰ ἔθνη καὶ τὰ Θρᾴκια καὶ Σκυθικά, κοινὰ δὲ καὶ πρὸς ἀνδρείαν τήν τε τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν.
これらはケルト人、トラキア人、スキタイ人の諸部族にも共通しており、男たちと女たちの勇敢さに関しても共通している。
γεωργοῦσιν αὗται τεκοῦσαί τε διακονοῦσι τοῖς ἀνδράσιν ἐκείνους ἀνθʼ ἑαυτῶν κατακλίνασαι·
女たちは農耕を行い、子供を産むとすぐに、男たちを自分たちの代わりに寝かせ、夫たちの世話をする。
ἔν τε τοῖς ἔργοις πολλάκις αὐταὶ καὶ λούουσι καὶ σπαργανοῦσιν ἀποκλίνασαι πρός τι ῥεῖθρον.
また、作業の最中にも、しばしば自分で川辺に身を寄せて子供を洗い、おむつを当てる。
ἐν δὲ τῇ Λιγυστικῇ φησὶν ὁ Ποσειδώνιος διηγήσασθαι τὸν ξένον ἑαυτῷ Χαρμόλεων Μασσαλιώτην ἄνδρα, ὅτι μισθώσαιτο ἄνδρας ὁμοῦ καὶ γυναῖκας ἐπὶ σκαφητόν, ὠδίνασα δὲ μία τῶν γυναικῶν ἀπέλθοι ἀπὸ τοῦ ἔργου πλησίον, τεκοῦσα δʼ ἐπανέλθοι ἐπὶ τοὖργον αὐτίκα, ὅπως μὴ ἀπολέσειε τὸν μισθόν·
リグリアにおいては、ポセイドニオスが述べるには、彼の友人であるマッサリア人のハルモレオスが次のように彼に語ったという。 彼は穴掘りのために男と女を一緒に雇ったが、女の一人が産気づいて、作業場所から近くへと立ち去り、出産すると、賃金を失わないようにすぐに作業に戻った。
αὐτὸς δὲ ἐπιπόνως ἰδὼν ἐργαζομένην, οὐκ εἰδὼς τὴν αἰτίαν πρότερον ὀψὲ μάθοι καὶ ἀφείη δοὺς τὸν μισθόν·
ハルモレオス自身は、彼女がつらそうに働いているのを見て、最初は原因を知らなかったが、後でその理由を知り、賃金を与えて彼女を帰らせた。
ἡ δʼ ἐκκομίσασα τὸ νήπιον πρός τι κρηνίον, λούσασα καὶ σπαργανώσασα οἷς εἶχε διασώσειεν οἴκαδε.
彼女は赤ん坊を小さな泉に連れて行き、それを洗い、持っていたものでおむつを当てて、無事に家に連れ帰った。
§3.4.18οὐκ ἴδιον δὲ τῶν Ἰβήρων οὐδὲ τοῦτο σύνδυο ἐφʼ ἵππων κομίζεσθαι, κατὰ δὲ τὰς μάχας τὸν ἕτερον πεζὸν ἀγωνίζεσθαι.
馬に二人乗りし、戦闘の際には一方が下車して歩兵として戦うということも、イベリア人独自のものではない。
οὐδὲ τὸ τῶν μυῶν πλῆθος ἴδιον, ἀφʼ οὗ καὶ λοιμικαὶ νόσοι πολλάκις ἠκολούθησαν.
また、多くのネズミが発生し、その結果しばしば伝染病が引き起こされたことも、彼らに独自のものではない。
συνέβη δʼ ἐν τῇ Κανταβρίᾳ τοῦτο τοῖς Ῥωμαίοις, ὥστε καὶ μισθοὺς ἄρνυσθαι μυοθηροῦντας πρὸς μέτρον ἀποδειχθέν, διεσώζοντο μόλις·
カンタブリアにおいてローマ人にもこのことが起こり、規定の量に応じてネズミを捕らえることで報酬を得るほどであったが、それでも彼らはかろうじて生き延びる有様であった。
προσελάμβανε δὲ καὶ ἄλλων σπάνις καὶ σίτου·
さらに他の物資や穀物の不足もこれに加わった。
ἐπεσιτίζοντο δὲ ἐκ τῆς Ἀκυιτανίας χαλεπῶς διὰ τὰς δυσχωρίας.
彼らはアクイタニアから険しい地勢のために困難を極めつつ食糧を補給していた。
τῆς δʼ ἀπονοίας καὶ τοῦτο λέγεται τῆς Καντάβρων, ὅτι ἁλόντες τινὲς ἀναπεπηγότες ἐπὶ τῶν σταυρῶν ἐπαιάνιζον.
また、カンタブリア人の狂気について、次のようなことも語られている。 捕らえられた何人かの人々が、十字架に張り付けられている間にも、勝利の歌を歌っていたということである。
τὰ μὲν οὖν τοιαῦτα τῶν ἠθῶν ἀγριότητός τινος παραδείγματʼ ἂν εἴη·
このような風習は、ある種の野蛮さの例と言えるだろう。
τὰ δὲ τοιαῦτα ἧττον μὲν ἴσως πολιτικά, οὐ θηριώδη δέ, οἷον τὸ παρὰ τοῖς Καντάβροις τοὺς ἄνδρας διδόναι ταῖς γυναιξὶ προῖκα τὸ τὰς θυγατέρας κληρονόμους ἀπολείπεσθαι τούς τε ἀδελφοὺς ὑπὸ τούτων ἐκδίδοσθαι γυναιξίν·
一方で、次のような習慣は、おそらく文明化の程度は低いものの、野蛮なものではない。 すなわち、カンタブリア人においては、男たちが女たちに持参金を与え、娘たちが相続人として残され、兄弟たちが姉妹たちによって妻のもとへ嫁がされるということである。
ἔχει γάρ τινα γυναικοκρατίαν· τοῦτο δʼ οὐ πάνυ πολιτικόν.
なぜなら、これは一種の女家長制を含んでいるからであり、これはあまり文明的なものではない。
Ἰβηρικὸν δὲ καὶ τὸ ἐν ἔθει παρατίθεσθαι τοξικὸν ὃ συντιθέασιν ἐκ βοτάνης σελίνῳ προσομοίας ἄπονον, ὥστʼ ἔχειν ἐν ἑτοίμῳ πρὸς τὰ ἀβούλητα, καὶ τὸ κατασπένδειν αὑτοὺς οἷς ἂν προσθῶνται, ὥστε ἀποθνήσκειν αὐτοὺς ὑπὲρ αὐτῶν.
また、イベリアの習慣として、ドクニンジンに似た植物から作られる、苦痛のない毒薬を常備し、予期せぬ不都合に備えること、また、身を捧げた相手に対して自己を献身し、その相手のために命を落とすこともイベリア的である。