§3.5.1τῶν δὲ προκειμένων νήσων τῆς Ἰβηρίας τὰς μὲν Πιτυούσσας δύο καὶ τὰς Γυμνησίας δύο (καλοῦσι καὶ Βαλιαρίδας) προκεῖσθαι συμβαίνει τῆς μεταξὺ Ταρράκωνος καὶ Σούκρωνος παραλίας, ἐφʼ ἧς ἵδρυται τὸ Σάγουντον·
イベリアの沖合に横たわる諸島のうち、二つのピテュウサイ島と、人々がバリアリデスとも呼んでいる二つのギュムネシアイ島は、タラコとスクロンの間の海岸の沖合に位置しており、その海岸沿いにサグントゥムが創建されている。
εἰσὶ δὲ καὶ πελάγιαι, * μᾶλλον αἱ Πιτυοῦσσαι καὶ πρὸς ἑσπέραν κεκλιμέναι τῶν Γυμνησίων.
それらは外海にも位置しているが、ピテュウサイ島はギュムネシアイ島よりもいっそう外海にあり、西に偏っている。
καλεῖται δʼ αὐτῶν ἡ μὲν Ἔβουσος πόλιν ἔχουσα ὁμώνυμον·
それらのうち一方はエブソスと呼ばれ、同名の都市を持っている。
κύκλος δὲ τῆς νήσου τετρακόσιοι στάδιοι, παρώμαλος τὸ πλάτος καὶ τὸ μῆκος·
この島の周囲は四百スタディオンであり、幅と長さはほぼ等しい。
ἡ δὲ Ὀφιοῦσσα ἔρημος καὶ πολὺ ἐλάττων ταύτης πλησίον κειμένη.
他方はオフィウッサと呼ばれ、無人島であって、これよりもはるかに小さく、その近くに位置している。
τῶν δὲ Γυμνησίων ἡ μὲν μείζων ἔχει δύο πόλεις, Πάλμαν καὶ Πολεντίαν, τὴν μὲν πρὸς ἕω κειμένην τὴν Πολεντίαν, τὴν δʼ ἑτέραν πρὸς δύσιν.
ギュムネシアイ島のうち、大きい方は二つの都市パルマとポレンティアを持っており、ポレンティアは東に、もう一方は西に位置している。
μῆκος δὲ τῆς νήσου μικρὸν ἀπολεῖπον τῶν ἑξακοσίων σταδίων, πλάτος δὲ διακοσίων·
この島の長さは六百スタディオンにわずかに及ばず、幅は二百スタディオンである。
Ἀρτεμίδωρος δὲ διπλάσιον εἴρηκε καὶ τὸ πλάτος καὶ τὸ μῆκος.
しかしアルテミドロスは、幅も長さもその二倍であると述べている。
ἡ δʼ ἐλάττων ὡς ἑβδομήκοντα τῆς Πολεντίας διέχει σταδίους·
小さい方はポレンティアからおよそ七十スタディオン離れている。
κατὰ μέγεθος μὲν οὖν πολὺ τῆς μείζονος ἀπολείπεται, κατὰ δὲ τὴν ἀρετὴν οὐδὲν αὐτῆς χείρων ἐστίν·
したがって、大きさにおいては大きい方に遠く及ばないが、土地の肥沃さにおいてはそれにまったく劣らない。
ἄμφω γὰρ εὐδαίμονες καὶ εὐλίμενοι, χοιραδώδεις δὲ κατὰ τὰ στόματα, ὥστε δεῖν προσοχῆς τοῖς εἰσπλέουσι.
なぜなら、両島とも豊かで港に恵まれているものの、港の入り口は暗礁だらけであり、入港する者たちには注意が必要であるからである。
διὰ δὲ τὴν ἀρετὴν τῶν τόπων καὶ οἱ κατοικοῦντες εἰρηναῖοι, καθάπερ καὶ οἱ κατὰ τὴν Ἔβουσον.
これらの場所の肥沃さのために、住民たちもエブソスの住民たちと同様に平和的である。
κακούργων δέ τινων ὀλίγων κοινωνίας συστησαμένων πρὸς τοὺς ἐν τοῖς πελάγεσι λῃστάς, διεβλήθησαν ἅπαντες, καὶ διέβη Μέτελλος ἐπʼ αὐτοὺς ὁ Βαλιαρικὸς προσαγορευθείς, ὅστις καὶ τὰς πόλεις ἔκτισε.
しかし、少数の悪人たちが外海の海賊たちと結託したために全員が悪評を被ることになり、バリアリクスと呼ばれるようになったメテッルスが彼らに対して渡海し、彼は都市をも創建した。
διὰ δὲ τὴν αὐτὴν ἀρετὴν ἐπιβουλευόμενοι, καίπερ εἰρηναῖοι ὄντες, ὅμως σφενδονῆται ἄριστοι λέγονται·
しかし、同じ土地の肥沃さゆえに(他国から)狙われ、平和的であるにもかかわらず、それでもなお彼らはきわめて優れた投石兵であると言われている。
καὶ τοῦτʼ ἤσκησαν, ὥς φασι, διαφερόντως ἐξ ὅτου Φοίνικες κατέσχον τὰς νήσους.
そして、人々が言うには、フェニキア人がこれらの島々を占領して以来、彼らはこの技術をとりわけ熱心に修練した。
οὗτοι δὲ καὶ ἐνδῦσαι λέγονται πρῶτοι τοὺς ἀνθρώπους χιτῶνας πλατυσήμους ἄζωστοι δʼ ἐπὶ τοὺς ἀγῶνας ἐξῄεσαν, αἰγίδα περὶ τῇ χειρὶ ἔχοντες * ἢ πεπυρακτωμένον ἀκόντιον, σπάνιον δὲ καὶ λελογχωμένον σιδήρῳ μικρῷ.
フェニキア人はまた、この人々(島民)に幅広の縁取りのあるキトンを最初に着せたとも言われている。 彼らは戦いには帯を締めずに赴き、手には山羊皮の盾か、あるいは先を焼いた投げ槍を持ち、稀には小さな鉄の穂先のついた槍を持つこともあった。
σφενδόνας δὲ περὶ τῇ κεφαλῇ τρεῖς μελαγκρανίνας ἢ τριχίνας ἢ νευρίνας, τὴν μὲν μακρόκωλον πρὸς τὰς μακροβολίας, τὴν δὲ βραχύκωλον πρὸς τὰς ἐν βραχεῖ βολάς, τὴν δὲ μέσην πρὸς τὰς μέσας.
また、頭の周りには、イグサ製、毛髪製、または腱製の三つの投石器を巻きつけており、索の長いものは遠距離射撃用に、索の短いものは近距離射撃用に、中間のものは中間距離用に用いた。
ἠσκοῦντο δʼ ἐκ παίδων οὕτως ταῖς σφενδόναις ὥστʼ οὐδʼ ἄλλως τοῖς παισὶν ἄρτον ἐδίδοσαν ἄνευ τοῦ τῇ σφενδόνῃ τυχεῖν.
彼らは子供の頃からこのように投石器の訓練を積んでいたので、投石器で標的に当てない限り、子供たちにパンを与えることさえしなかった。
διόπερ ὁ Μέτελλος προσπλέων πρὸς τὰς νήσους δέρρεις ἔτεινεν ὑπὲρ τῶν καταστρωμάτων σκέπην πρὸς τὰς σφενδόνας.
それゆえメテッルスは、島々に近づいて航行する際、投石に対する防御として、甲板の上に革の覆いを張った。
εἰσήγαγε δὲ ἐποίκους τρισχιλίους τῶν ἐκ τῆς Ἰβηρίας Ῥωμαίων.
彼はイベリアにいるローマ人のうちから三千人の入植者を移住させた。
§3.5.2πρὸς δὲ τῇ εὐκαρπίᾳ τῆς γῆς καὶ τὸ μηδὲν τῶν σινομένων θηρίων εὑρίσκεσθαι ῥᾳδίως ἐνταῦθα πρόσεστιν·
土地の肥沃さに加えて、害を与える猛獣がここではまったく見出されないという利点もある。
οὐδὲ γὰρ τοὺς λαγιδεῖς ἐπιχωρίους εἶναί φασιν, ἀλλὰ κομισθέντων ἐκ τῆς περαίας ὑπό τινος ἄρρενος καὶ θηλείας γενέσθαι τὴν ἐπιγονήν, ἣ τοσαύτη κατʼ ἀρχὰς ὑπῆρχεν ὥστε καὶ οἴκους ἀνατρέπειν ἐκ τῆς ὑπονομῆς καὶ δένδρα, καὶ ἐπὶ τοὺς Ῥωμαίους, ὥσπερ εἶπον, ἀναγκασθῆναι καταφυγεῖν τοὺς ἀνθρώπους.
なぜなら、ウサギたちも在来のものではなく、対岸からある人物によって雌雄一対が持ち込まれたことで子孫が誕生したと言われているからである。 その繁殖は当初あまりに凄まじかったため、土を掘り返すことによって家々や木々をも覆し、人々は、私が前に述べたように、ローマ人のもとに逃れて助けを求めることを余儀なくされたほどであった。
νῦν μέντοι τὸ εὐμεταχείριστον τῆς θήρας ἐπικρατεῖν οὐκ ἐᾷ τὴν βλάβην, ἀλλὰ λυσιτελῶς οἱ ἔχοντες καρποῦνται τὴν γῆν.
しかし現在では、狩猟が容易であるために被害が広がるのを防いでおり、土地の所有者たちは利益を上げながら土地から収穫を得ている。