§3.4.10̔η μὲν δὴ παραλία πᾶσα ἡ ἀπὸ στηλῶν μέχρι τῆς μεθορίας τῆς Ἰβήρων καὶ Κελτῶν τοιαύτη.
的确,从赫拉克勒斯之柱到伊比利亚人与凯尔特人边界的整个海岸线就是这样的。
ἡ δʼ ὑπερκειμένη μεσόγαια (λέγω δὲ τὴν ἐντὸς τῶν τε Πυρηναίων ὀρῶν καὶ τῆς προσαρκτίου πλευρᾶς μέχρι Ἀστύρων) δυεῖν μάλιστα ὄρεσι διορίζεται.
但是,其上方的内陆地区(我指的是比利牛斯山脉与直达阿斯图雷斯人的北侧之间的内部区域)主要被两条山脉所分隔。
τούτων δὲ τὸ μὲν παράλληλόν ἐστι τῇ Πυρήνῃ, τὴν ἀρχὴν ἀπὸ τῶν Καντάβρων ἔχον, τελευτὴν δʼ ἐπὶ τὴν καθʼ ἡμᾶς θάλατταν· καλοῦσι δὲ τοῦτο Ἰδουβέδαν·
其中一条与比利牛斯山脉平行,起自坎塔布里人,止于我们的海(地中海);人们称之为伊杜贝达山。
ἕτερον δʼ ἀπὸ τοῦ μέσου διῆκον ἐπὶ τὴν δύσιν, ἐκκλῖνον δὲ πρὸς νότον καὶ τὴν ἀπὸ στηλῶν παραλίαν· ὃ κατʼ ἀρχὰς μὲν γεώλοφόν ἐστι καὶ ψιλόν, διέξεισι δὲ τὸ καλούμενον Σπαρτάριον πεδίον, εἶτα συνάπτει τῷ δρυμῷ τῷ ὑπερκειμένῳ τῆς τε Καρχηδονίας καὶ τῶν περὶ τὴν Μάλακαν τόπων· καλεῖται δὲ Ὀροσπέδα.
另一条山脉从这条山脉的中部向西延伸,但偏向南方及从赫拉克勒斯之柱延伸而来的海岸;它起初是丘陵且光秃的,穿过所谓的“斯帕尔塔平原”,然后与坐落在迦太基领土和马拉卡周边地区上方的森林地带相连;它被称为奥罗斯佩达山。
μεταξὺ μὲν δὴ τῆς Πυρήνης καὶ τῆς Ἰδουβέδας ὁ Ἴβηρ ῥεῖ ποταμός, παράλληλος τοῖς ὄρεσιν ἀμφοτέροις, πληρούμενος ἐκ τῶν ἐντεῦθεν καταφερομένων ποταμῶν καὶ τῶν ἄλλων ὑδάτων.
在比利牛斯山脉与伊杜贝达山之间流淌着埃布罗河,它与这两条山脉平行,并由从这些山脉流下的河流及其他水流汇注。
ἐπὶ δὲ τῷ Ἴβηρι πόλις ἐστὶ Καισαραυγοῦστα καλουμένη καὶ Κέλσα κατοικία τις ἔχουσα γεφύρας λιθίνης διάβασιν.
在埃布罗河畔有被称为萨拉戈萨的城市,以及拥有石桥渡口的居民点塞尔萨。
συνοικεῖται δὲ ὑπὸ πλειόνων ἐθνῶν ἡ χώρα, γνωριμωτάτου δὲ τοῦ τῶν Ἰακκητανῶν λεγομένου.
这一地区由多个部族共同居住,其中最著名的是所谓的伊阿克塔尼人。
τοῦτο δʼ ἀρξάμενον ἀπὸ τῆς παρωρείας τῆς κατὰ τὴν Πυρήνην εἰς τὰ πεδία πλατύνεται καὶ συνάπτει τοῖς περὶ Ἰλέρδαν καὶ Ὄσκαν χωρίοις, τοῖς τῶν Ἰλεργετῶν οὐ πολὺ ἄπωθεν τοῦ Ἴβηρος.
该部族起自比利牛斯山脉的山麓,向平原拓宽,并与伊莱尔达和奥斯卡周边的土地(属于伊莱尔盖特斯人,离埃布罗河不远)相接。
ἐν δὲ ταῖς πόλεσι ταύταις ἐπολέμει τὸ τελευταῖον Σερτώριος καὶ ἐν Καλαγούρι Ὀυασκώνων πόλει καὶ τῆς παραλίας ἐν Ταρράκωνι καὶ ἐν τῷ Ἡμεροσκοπείῳ μετὰ τὴν ἐκ Κελτιβήρων ἔκπτωσιν, ἐτελεύτα δʼ ἐν Ὄσκᾳ.
塞托里乌斯后期正是在这些城市中进行战争,并在从凯尔蒂贝里亚人中被驱逐后,在瓦斯科内斯人的城市卡拉古里斯、海岸的塔拉科和埃梅罗斯科佩翁作战,并最终死于奥斯卡。
κἀν Ἰλέρδᾳ ὕστερον Ἀφράνιος καὶ Πετρήιος οἱ τοῦ Πομπηίου στρατηγοὶ κατεπολεμήθησαν ὑπὸ Καίσαρος τοῦ θεοῦ.
后来在伊莱尔达,庞培的将军阿夫拉尼乌斯和佩特雷乌斯被神圣的恺撒击败。
διέχει δὲ ἡ Ἰλέρδα τοῦ μὲν Ἴβηρος ὡς ἐπὶ δύσιν ἰόντι σταδίους ἑκατὸν ἑξήκοντα, Ταρράκωνος δὲ πρὸς νότον περὶ τετρακοσίους ἑξήκοντα, πρὸς ἄρκτον δὲ Ὄσκας πεντακοσίους τετταράκοντα.
伊莱尔达距离埃布罗河(对向西行的人而言)一百六十斯塔迪亚,距离塔拉科往南约四百六十斯塔迪亚,距离奥斯卡往北五百四十斯塔迪亚。
διὰ τούτων δὲ τῶν μερῶν ἡ ἐκ Ταρράκωνος ἐπὶ τοὺς ἐσχάτους ἐπὶ τῷ ὠκεανῷ Ὀυάσκωνας τοὺς κατὰ Πομπέλωνα καὶ τὴν ἐπʼ αὐτῷ τῷ ὠκεανῷ Οἰασῶνα πόλιν ὁδός ἐστι σταδίων δισχιλίων τετρακοσίων πρὸς αὐτὰ τὰ τῆς Ἀκυιτανίας ὅρια καὶ τῆς Ἰβηρίας.
通过这些地方,有一条从塔拉科通往大洋边缘最偏远的瓦斯科内斯人(庞佩隆附近的居民)以及大洋本身的奥伊阿索城的道路,全长二千四百斯塔迪亚,直达阿基坦与伊比利亚的边界。
Ἰακκητανοὶ δʼ εἰσὶν ἐν οἷς τότε μὲν Σερτώριος ἐπολέμει πρὸς Πομπήιον, ὕστερον δʼ ὁ τοῦ Πομπηίου υἱὸς Σέξτος πρὸς τοὺς Καίσαρος στρατηγούς.
伊阿克塔尼人就是当时塞托里乌斯与之对抗庞培,以及后来庞培之子塞克斯图斯与之对抗恺撒的将军们的部族。
ὑπέρκειται δὲ τῆς Ἰακκητανίας πρὸς ἄρκτον τὸ τῶν Ὀυασκώνων ἔθνος, ἐν ᾧ πόλις Πομπέλων ὡς ἂν Πομπηιόπολις.
在伊阿克塔尼亚的上方,往北是瓦斯科内斯人部族,其中有城市庞佩隆,也就是所谓的“庞培之城”。
§3.4.11αὐτῆς δὲ τῆς Πυρήνης τὸ μὲν Ἰβηρικὸν πλευρὸν εὔδενδρόν ἐστι παντοδαπῆς ὕλης καὶ τῆς ἀειθαλοῦς, τὸ δὲ Κελτικὸν ψιλόν, τὰ δὲ μέσα περιέχει καλῶς οἰκεῖσθαι δυναμένους αὐλῶνας.
至于比利牛斯山脉本身,伊比利亚一侧森林茂密,长满各种木材和常绿树木,而凯尔特一侧则是光秃的,其中部包含许多能够良好居住的谷地。
ἔχουσι δʼ αὐτοὺς Κερρητανοὶ τὸ πλέον τοῦ Ἰβηρικοῦ φύλου, παρʼ οἷς πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι, πρόσοδον οὐ μικρὰν τοῖς ἀνθρώποις παρέχουσαι.
这些谷地大部分由克雷塔尼人(属于伊比利亚族群)占领,在他们那里腌制着可与坎塔布里亚人相媲美的优质火腿,为当地人带来不小的收入。
§3.4.12̔υπερβαλόντι δὲ τὴν Ἰδουβέδαν ἡ Κελτιβηρία παραχρῆμα πολλὴ καὶ ἀνώμαλος, τὸ μέν πλέον αὐτῆς ἐστὶ τραχὺ καὶ ποταμόκλυστον·
对于越过伊杜贝达山的人来说,凯尔蒂贝里亚立刻显得辽阔而崎岖,其大部分地区十分险峻且河流交错。
διὰ γὰρ τούτων ὅ τε Ἄνας φέρεται καὶ ὁ Τάγος καὶ οἱ ἐφεξῆς ποταμοὶ οἱ πλείους οἱ ἐπὶ τὴν ἑσπερίαν θάλατταν καταφερόμενοι, τὴν ἀρχὴν ἔχοντες ἐκ τῆς ιβηρίας·
因为阿纳斯河、塔霍斯河以及随后流入西海的大多数河流都穿过这些地方,它们的源头都在伊比利亚。
ὧν ὁ Δούριος φέρεται παρὰ τὴν Νομαντίαν καὶ τὴν Σεργουντίαν, ὁ δὲ Βαῖτις ἐκ τῆς Ὀροσπέδας τὰς ἀρχὰς ἔχων διὰ τῆς Ὠρητανίας εἰς τὴν Βαιτικὴν ῥεῖ.
其中,杜罗河在努曼提亚和塞尔贡提亚旁流过,而瓜达尔基维尔(贝提斯)河则发源于奥罗斯佩达山,流经奥莱塔尼亚进入贝提卡。
οἰκοῦσι δʼ ἐκ μὲν τῶν πρὸς ἄρκτον μερῶν τοῖς Κελτίβηρσι Βήρωνες Καντάβροις ὅμοροι τοῖς Κονίσκοις, καὶ αὐτοὶ τοῦ Κελτικοῦ στόλου γεγονότες, ὧν ἐστι πόλις Ὀυαρία κατὰ τὴν τοῦ Ἴβηρος διάβασιν κειμένη· συνεχεῖς δʼ εἰσὶ καὶ Βαρδυήταις, οὓς οἱ νῦν Βαρδούλους καλοῦσιν·
在北侧,与凯尔蒂贝里亚人相邻的是贝罗内斯人,他们与坎塔布里人的科尼斯基人接壤,自身也属于凯尔特人迁徙的一部分;他们的城市是瓦里亚,坐落在埃布罗河的渡口处;他们也与巴尔迪埃泰人(现在的人称之为巴尔杜利人)相接。
ἐκ δὲ τοῦ ἑσπερίου τῶν τε Ἀστύρων τινὲς καὶ τῶν Καλλαϊκῶν καὶ Ὀυακκαίων, ἔτι δὲ Ὀυεττώνων καὶ Καρπητανῶν·
在西侧居住着一部分阿斯图雷斯人、卡拉伊科伊人、瓦卡伊奥伊人,以及韦托内斯人和卡佩塔尼人。
ἐκ δὲ τῶν νοτίων Ὠρητανοί τε καὶ ὅσοι ἄλλοι τὴν Ὀροσπέδαν οἰκοῦσι Βαστητανῶν τε καὶ Ἐδητανῶν·
在南侧是奥莱塔尼人,以及其他居住在奥罗斯佩达山的巴斯泰塔尼人和埃德塔尼人。
πρὸς ἕω δὲ Ἰδουβέδα.
在东侧则是伊杜贝达山。