§3.4.13αὐτῶν τε τῶν Κελτιβήρων εἰς τέτταρα μέρη διῃρημένων οἱ κράτιστοι μάλιστα πρὸς ἕω εἰσὶ καὶ πρὸς νότον οἱ Ἀρουάκοι, συνάπτοντες Καρπητανοῖς καὶ ταῖς τοῦ Τάγου πηγαῖς·
ケルティベリア人自身が四つの部分に分割されているなかで、最も強力なのは、主として東と南に位置するアルアコイ人であり、彼らはカルペタノイ人とタグス川の源流に接している。
πόλις δʼ αὐτῶν ὀνομαστοτάτη Νομαντία.
彼らの都市で最も名高いのはヌマンティアである。
ἔδειξαν δὲ τὴν ἀρετὴν τῷ Κελτιβηρικῷ πολέμῳ τῷ πρὸς Ῥωμαίους εἰκοσαετεῖ γενομένῳ·
彼らは、ローマ人に対して二十年間行われたケルティベリア戦争においてその勇気を示した。
πολλὰ γὰρ στρατεύματα σὺν ἡγεμόσιν ἐφθάρη, τὸ δὲ τελευταῖον οἱ Νομαντῖνοι πολιορκούμενοι ἀπεκαρτέρησαν πλὴν ὀλίγων τῶν ἐνδόντων τὸ τεῖχος.
というのも、多くの軍勢が将軍たちとともに滅ぼされ、最後にはヌマンティアの人々は包囲されて、城壁を明け渡したわずかな者たちを除き、餓死するまで耐え抜いたからである。
καὶ οἱ Λούσωνες δὲ ἑῷοί εἰσι, συνάπτοντες καὶ αὐτοὶ ταῖς τοῦ Τάγου πηγαῖς.
また、ルソネス人も東方に位置しており、彼ら自身もタグス川の源流に接している。
τῶν δʼ Ἀρουάκων ἐστὶ καὶ Σεγήδα πόλις καὶ Παλλαντία.
アルアコイ人の都市には、セゲダ市とパッランティア市もある。
διέχει δὲ Νομαντία τῆς Καισαραυγούστας, ἣν ἔφαμεν ἐπὶ τῷ Ἴβηρι ἱδρῦσθαι, σταδίους ἐπὶ ὀκτακοσίους.
ヌマンティアは、我々がイベロス川の傍らに建設されていると述べたカイサラウグスタから、八百スタディオンほど離れている。
καὶ Σεγοβρίγα δʼ ἐστὶ τῶν Κελτιβήρων πόλις καὶ Βίλβιλις, περὶ ἃς Μέτελλος καὶ Σερτώριος ἐπολέμησαν.
また、セゴブリガもケルティベリア人の都市であり、ビルビリスもそうであって、これら周辺でメテッルスとセルトリウスが戦った。
Πολύβιος δὲ τὰ τῶν Ὀυακκαίων καὶ τῶν Κελτιβήρων ἔθνη καὶ χωρία διεξιὼν συλλέγει ταῖς ἄλλαις πόλεσι καὶ Σεγεσάμαν καὶ Ἰντερκατίαν.
ポリュビオスは、ウアッカイオイ人とケルティベリア人の部族と地域について詳述するなかで、他の都市に加えて、セゲサマとインテルカティアを数え上げている。
φησὶ δὲ Ποσειδώνιος Μάρκον Μάρκελλον πράξασθαι φόρον ἐκ τῆς Κελτιβηρίας τάλαντα ἑξακόσια, ἐξ οὗ τεκμαίρεσθαι πάρεστιν ὅτι καὶ πολλοὶ ἦσαν οἱ Κελτίβηρες καὶ χρημάτων εὐποροῦντες, καίπερ οἰκοῦντες χώραν παράλυπρον.
ポセイドニオスが言うには、マルクス・マルケッルスはケルティベリアから六百タラントンの貢納を取り立てた。 このことから、ケルティベリア人はかなり貧弱な土地に住んでいたにもかかわらず、人口も多く財産も豊かであったと推測することができる。
Πολυβίου δʼ εἰπόντος τριακοσίας αὐτῶν καταλῦσαι πόλεις Τιβέριον Γράκχον, κωμῳδῶν φησι τοῦτο τῷ Γράκχῳ χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους καλοῦντα πόλεις, ὥσπερ ἐν ταῖς θριαμβικαῖς πομπαῖς.
ポリュビオスが、ティベリウス・グラックスが彼らの都市を三百破壊したと述べたことについて、彼(ポセイドニオス)は、これ(ポリュビオス)がグラックスにおもねったものであって、凱旋式の行列におけるように、砦を都市と呼んでいるのだと、皮肉を言っている。
καὶ ἴσως οὐκ ἄπιστον τοῦτο λέγει·
そしておそらく、彼が言うことは信じがたいことではない。
καὶ γὰρ οἱ στρατηγοὶ καὶ οἱ συγγραφεῖς ῥᾳδίως ἐπὶ τοῦτο φέρονται τὸ ψεῦσμα καλλωπίζοντες τὰς πράξεις, ἐπεὶ καὶ οἱ φάσκοντες πλείους ἢ χιλίας τὰς τῶν Ἰβήρων ὑπάρξαι πόλεις ἐπὶ τοῦτο φέρεσθαί μοι δοκοῦσι, τὰς μεγάλας κώμας πόλεις ὀνομάζοντες.
というのも、将軍たちも歴史家たちも、自らの業績を美化するために容易にこうした嘘に流されがちだからである。 現に、イベリア人の都市が千以上存在したと主張する人々も、大きな村を都市と呼ぶことで、同様の嘘に流されていると私には思われる。
οὔτε γὰρ ἡ τῆς χώρας φύσις πόλεων ἐπιδεκτικὴ πολλῶν ἐστι διὰ τὴν λυπρότητα ἢ διὰ τὸν ἐκτοπισμὸν καὶ τὸ ἀνήμερον, οὔθʼ οἱ βίοι καὶ πράξεις αὐτῶν (ἔξω τῶν κατὰ τὴν παραλίαν τὴν καθʼ ἡμᾶς) ὑπαγορεύουσι τοιοῦτον οὐδέν·
というのも、土地の性質(貧弱さや、僻地であること、荒涼としていること)のせいで、多くの都市を受け入れる余地はないし、彼らの生活や行動(我々の海沿いの人々を除いて)も、そのような都市生活を示唆するものは何もないからである。
ἄγριοι γὰρ οἱ κατὰ κώμας οἰκοῦντες· τοιοῦτοι δʼ οἱ πολλοὶ τῶν Ἰβήρων·
実際、村落に住む人々は野蛮であり、イベリア人の大部分がそのような者たちである。
αἱ δὲ πόλεις ἡμεροῦσιν οὐδʼ αὗται ῥᾳδίως, ὅταν πλεονάζῃ τὸ τὰς ὕλας ἐπὶ κακῷ τῶν πλησίον οἰκοῦν.
そして、都市自体も、近隣住民に害を及ぼす森林地帯に住む人々が多数を占める場合には、容易には文明化されないのである。
§3.4.14μετὰ δὲ τοὺς Κελτίβηρας πρὸς νότον εἰσὶν οἱ τὸ ὄρος οἰκοῦντες τὴν Ὀροσπέδαν καὶ τὴν περὶ τὸν Σούκρωνα χώραν Ἐδητανοί, μέχρι Καρχηδόνος, καὶ Βαστητανοὶ καὶ Ὠρητανοί, σχεδὸν δέ τι καὶ μέχρι Μαλάκας.
ケルティベリア人の後には、南に、オロスペダ山およびスクロン川周辺の地域に住むエデタノイ人がカルタゴまで住んでおり、さらにバステタノイ人とオレタノイ人が、ほぼマラカのあたりまで住んでいる。
§3.4.15πελτασταὶ δʼ ἅπαντες, ὡς εἰπεῖν, ὑπῆρξαν οἱ Ἴβηρες καὶ κοῦφοι κατὰ τὸν ὁπλισμὸν διὰ τὰς λῃστείας, οἵους ἔφαμεν τοὺς Λυσιτανούς, ἀκοντίῳ καὶ σφενδόνῃ καὶ μαχαίρα χρώμενοι·
イベリア人は、いわば、略奪を行うために、全員が軽装歩兵であり、兵装が軽かった。 それは我々がルシタニア人について述べたようなものであり、彼らは投げ槍、投石器、および短剣を用いていた。
ταῖς δὲ πεζαῖς δυνάμεσι παρεμέμικτο καὶ ἱππεία, δεδιδαγμένων ἵππων ὀρειβατεῖν καὶ κατοκλάζεσθαι ῥᾳδίως ἀπὸ προστάγματος, ὅτε τούτου δέοι.
そして歩兵部隊には騎兵も混ざり合っていたが、馬たちは山を登り、必要なときには命令によって容易に跪くように訓練されていた。
φέρει δʼ ἡ Ἰβηρία δορκάδας πολλὰς καὶ ἵππους ἀγρίους.
イベリアには多くのガゼルと野生の馬がいる。
ἔστι δʼ ὅπου καὶ αἱ λίμναι πληθύουσιν ὀρνέοις.
また、湖が鳥で満ちている場所もある。
εἰσὶ δὲ κύκνοι καὶ τὰ παραπλήσια, πολλαὶ δὲ καὶ ὠτίδες·
白鳥やそれに類する鳥がおり、また多くの野雁もいる。
κάστορας φέρουσι μὲν οἱ ποταμοί, τὸ δὲ καστόριον οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τῷ Ποντικῷ·
河川にはビーバーが生息しているが、その海狸香はポントス産のものと同じ効能を持っていない。
ἴδιον γὰρ τῷ Ποντικῷ πάρεστι τὸ φαρμακῶδες, καθάπερ ἄλλοις πολλοῖς.
というのも、ポントス産のものには独特の薬効特性があり、他の多くのものも同様だからである。
ἐπεί, φησὶν ὁ Ποσειδώνιος, καὶ ὁ Κύπριος χαλκὸς μόνος φέρει τὴν καδμείαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον.
ポセイドニオスが言うには、キプロス産の銅だけがカドメイア鉱石、胆礬、および亜鉛華を伴っているからである。
ἴδιον δʼ εἴρηκεν Ἰβηρίᾳ ὁ Ποσειδώνιος καὶ τὸ τὰς κορώνας μελαίνας εἶναι καὶ τὸ τοὺς ἵππους τῶν Κελτιβήρων ὑποψάρους ὄντας, ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν, μεταβάλλειν τὴν χρόαν.
ポセイドニオスはまた、イベリア独自の現象として、カラスが黒いこと、また、ケルティベリア人の馬は灰色がかった毛色をしているが、外部のイベリアに移されると、その毛色が変わってしまうことを挙げている。
ἐοικέναι δὲ τοῖς Παρθικοῖς·
また、彼らはパルティアの馬に似ている。
καὶ γὰρ ταχεῖς εἶναι καὶ εὐδρόμους μᾶλλον τῶν ἄλλων.
というのも、彼らは素早く、他の馬よりもよく走るからである。