§3.3.1Ἀπὸ δὲ τοῦ ἱεροῦ πάλιν ἀκρωτηρίου τὴν ἀρχὴν λαμβάνουσιν ἐπὶ θάτερον μέρος τῆς παραλίας τὸ πρὸς τὸν Τάγον κόλπος ἐστίν·
聖なる岬から、海岸のもう一方の、タゴス川に向かう側へと再び出発点を取ると、そこには湾がある。
ἔπειτα ἄκρα τὸ Βαρβάριον καὶ αἱ τοῦ Τάγου ἐκβολαὶ πλησίον, ἐφʼ ἃς εὐθυπλοίᾳ στάδιοι δʼ εἰσὶ δέκα·
次にバルバリオン岬があり、その近くにタゴス川の河口がある。 そこまでは直航路で[…]、十スタディオンである。
ἐνταῦθα δὲ καὶ ἀναχύσεις, ὧν μία ἐπὶ πλείους ἢ τετρακοσίους σταδίους ἀπὸ τοῦ λεχθέντος πύργου, καθʼ ἣν ὑδρεύονται εἴ που λακκαῖα.
またそこには入り江があり、そのうちの一つは、前述の塔から四百スタディオン以上にわたって延びており、もしどこかに貯水池の水があれば、人々はその入り江に沿って水を得る。
ὁ δὲ Τάγος καὶ τὸ πλάτος ἔχει τοῦ στόματος εἴκοσί που σταδίων καὶ τὸ βάθος μέγα, ὥστε μυριαγωγοῖς ἀναπλεῖσθαι.
タゴス川はその河口の幅が約二十スタディオンあり、深さも非常に深く、一万メディムノス積みの大型船でも遡行できる。
δύο δʼ ἀναχύσεις ἐν τοῖς ὑπερκειμένοις ποιεῖται πεδίοις, ὅταν αἱ πλῆμαι γίνωνται, ὥστε πελαγίζειν μὲν ἐπὶ ἑκατὸν καὶ πεντήκοντα σταδίους καὶ ποιεῖν πλωτὸν τὸ πεδίον, ἐν δὲ τῇ ἐπάνω ἀναχύσει καὶ νησίον ἀπολαμβάνειν ὅσον τριάκοντα σταδίων τὸ μῆκος, πλάτος δὲ μικρὸν ἀπολεῖπον τοῦ μήκους, εὐαλσὲς καὶ εὐάμπελον.
潮が満ちると、その上流に広がる平野に二つの入り江を形成し、その結果、百五十スタディオンにわたって海原のようになり、平野を航行可能にする。 そして上流の入り江では、長さ約三十スタディオン、幅は長さよりわずかに狭いだけの、樹木が茂り葡萄の豊かな小島を切り離している。
κεῖται δʼ ἡ νῆσος κατὰ Μόρωνα πόλιν εὖ κειμένην ἐν ὄρει τοῦ ποταμοῦ πλησίον, ἀφεστῶσαν τῆς θαλάττης ὅσον πεντακοσίους σταδίους, ἔχουσαν δὲ καὶ χώραν ἀγαθὴν τὴν πέριξ καὶ τοὺς ἀνάπλους εὐπετεῖς μέχρι μὲν πολλοῦ καὶ μεγάλοις σκάφεσι, τὸ δὲ λοιπὸν τοῖς ποταμίοις·
この島は、川の近くの山の上にあり、海から約五百スタディオン離れ、周囲に肥沃な土地を持ち、大型船でもかなりの距離まで、それより先は河川用舟艇で容易に遡行できる、好位置にある都市モロンの向かいに位置している。
καὶ ὑπὲρ τὸν Μόρωνα δʼ ἔτι μακρότερος ἀνάπλους ἐστί.
そしてモロンの上流には、さらに長い遡行路がある。
ταύτῃ δὲ τῇ πόλει Βροῦτος ὁ Καλλαϊκὸς προσαγορευθεὶς ὁρμητηρίῳ χρώμενος ἐπολέμησε πρὸς τοὺς Λυσιτανοὺς καὶ κατέστρεψε τούτους.
カッライコスと渾名されたブルトゥスは、この都市を基地として用いてルシタニア人と戦い、彼らを征服した。
τοῖς δὲ τοῦ ποταμοῦ πλίθροις ἐπετείχισε τὴν Ὀλυσιπῶνα, ἵνʼ ἔχοι τοὺς ἀνάπλους ἐλευθέρους καὶ τὰς ἀνακομιδὰς τῶν ἐπιτηδείων, ὥστε καὶ τῶν περὶ τὸν Τάγον πόλεων αὗται κράτισται.
そして川の障壁のそばにオリュシポンを要塞化し、遡行を自由に保ち、物資の輸送を確保した。 それゆえ、タゴス川周辺の都市の中でも、これらが最も優れている。
πολύιχθυς δʼ ὁ ποταμὸς καὶ ὀστρέων πλήρης.
この川は魚が多く、牡蠣も豊富である。
ῥεῖ δʼ ἔχων τὰς ἀρχὰς ἐκ Κελτιβήρων διὰ Ὀυεττώνων καὶ Καρπητανῶν καὶ Λυσιτανῶν ἐπὶ δύσιν ἰσημερινήν, μέχρι ποσοῦ παράλληλος ὢν τῷ τε Ἄνᾳ καὶ τῷ Βαίτι, μετὰ δὲ ταῦτα ἀφιστάμενος ἐκείνων ἀποκλινόντων πρὸς τὴν νότιον παραλίαν.
そして川は、ケルティベリア人の地から源を発し、ウェットネス人、カルペタニ人、ルシタニア人の地を通って、分点の沈む方向へと流れ、アナス川やバイティス川としばらくの間並行しているが、その後、これらが南の海岸へと傾いていくにつれて、それらから離れていく。
§3.3.2οἱ δὲ ὑπερκείμενοι τῶν λεχθέντων μερῶν Ὠρητανοὶ μέν εἰσι νοτιώτατοι καὶ μέχρι τῆς παραλίας διήκοντες ἐκ μέρους τῆς ἐντὸς στηλῶν, Καρπητανοὶ δὲ μετὰ τούτους πρὸς ἄρκτους, εἶτα Ὀυέττωνες καὶ Ὀυακκαῖοι, διʼ ὧν ὁ Δούριος ῥεῖ κατʼ Ἀκούτειαν πόλιν τῶν Ὀυακκαίων ἔχων διάβασιν, Καλλαϊκοὶ δʼ ὕστατοι, τῆς ὀρεινῆς ἐπέχοντες πολλήν·
上述の地域のさらに上方に位置する人々について言えば、オレタニ人が最も南に位置し、柱の内側の海岸の一部にまで達している。 カルペタニ人が彼らの次に北に向かっており、次にウェットネス人とウァッカエイ人がいる。 彼らの地をドゥリオス川が流れ、ウァッカエイ人の都市アクテイアの近くに渡渉点を持っている。 そして最後にカッライコイ人がおり、山岳地帯の大部分を占めている。
διὸ καὶ δυσμαχώτατοι ὄντες τῷ τε καταπολεμήσαντι τοὺς Λυσιτανοὺς αὐτοὶ παρέσχον τὴν ἐπωνυμίαν, καὶ νῦν ἤδη τοὺς πλείστους τῶν Λυσιτανῶν Καλλαϊκοὺς καλεῖσθαι παρεσκεύασαν.
それゆえ、彼らは最も戦いにくかったため、ルシタニア人を征服した者にその渾名を与え、現在ではルシタニア人の大部分がカッライコイと呼ばれる原因を作った。
τῆς μὲν οὖν Ὠρητανίας κρατιστεύουσά ἐστι πόλις Καστουλὼν καὶ Ὠρία.
さて、オレたニアの最も優れた都市は、カストゥロンとオリアである。
§3.3.3τοῦ δὲ Τάγου τὰ πρὸς ἄρκτον ἡ Λυσιτανία ἐστὶ μέγιστον τῶν Ἰβηρικῶν ἐθνῶν καὶ πλείστοις χρόνοις ὑπὸ Ῥωμαίων πολεμηθέν.
タゴス川の北側はルシタニアであり、これはイベリアの諸部族の中で最大のものであり、最も長い間ローマ人によって戦われた。
περιέχει δὲ τῆς χώρας ταύτης τὸ μὲν νότιον πλευρὸν ὁ Τάγος, τὸ δʼ ἑσπέριον καὶ τὸ ἀρκτικὸν ὁ ὠκεανός, τὸ δʼ ἑωθινὸν οἵ τε Καρπητανοὶ καὶ οἱ Ὀυέττωνες καὶ Ὀυακκαῖοι καὶ Καλλαϊκοί, τὰ γνώριμα ἔθνη·
この地方の南側はタゴス川が、西側と北側は海洋が、東側はカルペタニ人、ウェットネス人、ウァッカエイ人、カッライコイ人という、よく知られた諸部族が取り囲んでいる。
τἆλλα δὲ οὐκ ἄξιον ὀνομάζειν διὰ τὴν μικρότητα καὶ τὴν ἀδοξίαν·
その他の部族は、その小ささと無名さゆえに名指すに値しない。
ὑπεναντίως δὲ τὰ νῦν ἔνιοι καὶ τούτους Λυσιτανοὺς ὀνομάζουσιν.
しかし、これとは反対に、現在では一部の人々がこれらの人々をもルシタニア人と呼んでいる。
ὅμοροι δʼ εἰσὶν ἐκ τοῦ πρὸς ἕω μέρους οἱ μὲν Καλλαϊκοὶ τῷ τῶν Ἀστούρων ἔθνει καὶ τοῖς ίβηρσιν, οἱ δʼ ἄλλοι τοῖς Κελτίβηρσι.
東側の部分では、カッライコイ人はアストゥレス人の部族およびイベリア人たちと隣接しており、その他の人々はケルティベリア人と隣接している。
τὸ μὲν οὖν μῆκος τρισχιλίων σταδίων, τὸ δὲ πλάτος πολὺ ἔλαττον, ὃ ποιεῖ τὸ ἑωθινὸν πλευρὸν εἰς τὴν ἀντικειμένην παραλίαν·
さて、長さは三千スタディオンであるが、幅はそれよりずっと狭く、東側の側面から反対側の海岸までの距離がそれを作っている。
ὑψηλὸν δʼ ἐστὶ τὸ ἑωθινὸν καὶ τραχύ, ἡ δὲ ὑποκειμένη χώρα πεδιὰς πᾶσα καὶ μέχρι θαλάττης πλὴν ὀλίγων ὀρῶν οὐ μεγάλων·
東側は高くて険しいが、その下方に広がる地域は、大きくない少数の山を除けば、海に至るまで一面の平野である。
ᾗ δὴ καὶ τὸν Ἀριστοτέλη φησὶν ὁ Ποσειδώνιος οὐκ ὀρθῶς αἰτιᾶσθαι τὴν παραλίαν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων·
まさにそれゆえに、ポセイドニオスは、アリストテレスが満潮と干潮の原因を海岸に帰したことは正しくないと非難していると述べている。
παλιρροεῖν γὰρ φάναι τὴν θάλατταν διὰ τὸ τὰς ἀκτὰς ὑψηλάς τε καὶ τραχείας εἶναι δεχομένας τε τὸ κῦμα σκληρῶς καὶ ἀνταποδιδούσας.
なぜなら、彼(アリストテレス)は、海岸が高くて険しく、波を激しく受け止めて投げ返すために、海が逆流するのだと主張したからである。
τἀναντία γὰρ τῇ Ἰβηρίᾳ θινώδεις εἶναι καὶ ταπεινὰς τὰς πλείστας, ὀρθῶς λέγων.
なぜなら、それとは反対に、イベリアにおいては海岸の大部分が砂地で低いからであり、彼のこの主張は正しい。