Humanitext Reader

ストラボン · 地理誌 §3.2.13-3.2.15

神話に描かれたトゥルデタニアの富と住民のローマ化

102 / 577 箇所 · ギリシア語

要旨

ストラボンは、ホメロスがイベリア地方の富や諸遠征の歴史を背景にエリュシオンの野などの神話的空間を創作したと論じ、同地の極めて豊かな資源、さらにはローマ化が急速に進みつつある現地の部族の様相を説明している。

§3.2.13πρὸς δὲ τὸ βέλτιον ἐκ τούτων·
これらから、より優れた(肯定的な)側面については次のようになる。
ἥ τε γὰρ Ἡρακλέους στρατεία μέχρι δεῦρο προελθοῦσα καὶ τῶν Φοινίκων ὑπέγραφεν αὐτῷ πλοῦτόν τινα καὶ ῥᾳθυμίαν τῶν ἀνθρώπων·
すなわち、ヘラクレスの遠征がここまで達したこと、またフェニキア人の遠征が、彼(ホメロス)にこの人々の富と安楽な生活をあらかじめ示していたからである。
οὗτοι γὰρ Φοίνιξιν οὕτως ἐγένοντο σφόδρα ὑποχείριοι ὥστε τὰς πλείους τῶν ἐν τῇ Τουρδητανίᾳ πόλεων καὶ τῶν πλησίον τόπων ὑπʼ ἐκείνων νῦν οἰκεῖσθαι.
というのも、彼らはフェニキア人に非常に従属するようになったため、トゥルデタニアの都市の大部分や隣接する場所が、現在彼らによって居住されているほどだからである。
καὶ ἡ τοῦ Ὀδυσσέως δὲ στρατεία δοκεῖ μοι δεῦρο γενηθεῖσα καὶ ἱστορηθεῖσα ὑπʼ αὐτοῦ παραδοῦναι πρόφασιν, ὥστε τὴν Ὀδύσσειαν καθάπερ καὶ τὴν Ἰλιάδα ἀπὸ τῶν συμβάντων μεταγαγεῖν εἰς ποίησιν καὶ τὴν συνήθη τοῖς ποιηταῖς μυθοποιίαν.
また、オデュッセウスの遠征もここに対して行われ、彼によって探究されたことで動機が与えられ、その結果、イリアスと同様にオデュッセイアをも、実際に起こった事柄から詩作へと、また詩人たちに共通の神話形成へと移行させることになったと、私には思われる。
οὐ γὰρ μόνον οἱ κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν τόποι καὶ ἄλλοι τινὲς τῶν τοιούτων σημεῖα ὑπογράφουσιν, ἀλλὰ καὶ ἐν τῇ Ἰβηρίᾳ Ὀδύσσεια πόλις δείκνυται καὶ Ἀθηνᾶς ἱερὸν καὶ ἄλλα μυρία ἴχνη τῆς τε ἐκείνου πλάνης καὶ ἄλλων τῶν ἐκ τοῦ Τρωικοῦ πολέμου γενομένων ἐπʼ ἴσης κακώσαντος τούς τε πολεμηθέντας καὶ τοὺς ἑλόντας τὴν Τροίαν·
なぜなら、イタリアやシケリア周辺の場所や、その他のそのような場所がそれらの兆候をあらかじめ示しているだけでなく、イベリアにおいても『オデュッセイア』という名の都市が示されており、またアテナの神殿や、彼の彷徨の、そしてトロイア戦争から生じた他の人々の彷徨の無数の痕跡が示されているからである。 その戦争は、攻撃された者たちとトロイアを攻略した者たちの双方を等しく苦しめたのである。
καὶ γὰρ οὗτοι Καδμείαν νίκην ἐτύγχανον ἠρμένοι, τῶν τε οἴκων αὐτοῖς κατεφθαρμένων καὶ τῶν λαφύρων ὀλίγων εἰς ἕκαστον ἐληλυθότων·
というのも、彼らもまたカドメイアの勝利(破滅的な勝利)を得ることになったからであり、彼らにとって家々は破壊され、戦利品も各人にわずかしか行き渡らなかったからである。
συνέβη τοῖς περιλειφθεῖσιν ἀπελθοῦσιν ἐκ τῶν κινδύνων κατὰ λῃστείας τρέπεσθαι, τοῖς μὲν διὰ τὸ ἐκπεπορθῆσθαι τοῖς δὲ διὰ τὴν αἰσχύνην, ἑκάστου προλαβόντος αἰσχρόν τοι δηρόν τε μένειν ἄνευ τῶν οἰκείων κενεόν τε νέεσθαι παρʼ αὐτοὺς πάλιν.
危険から逃れて生き残った者たちには、略奪に走ることが起こったが、ある者たちは(家郷を)略奪し尽くされたためであり、他の者たちは恥辱のためであった。 各人があらかじめ次のように心に抱いていたからである。 「長く留まりながら、家族もなく、空しく帰ることは実に恥ずべきことだ」と彼らのもとへ再び。
ἥ τε τοῦ Αἰνείου παραδέδοται πλάνη καὶ Ἀντήνορος καὶ ἡ τῶν Ἑνετῶν· ὡσαύτως καὶ ἡ Διομήδους τε καὶ Μενελάου καὶ ἄλλων πλειόνων.
また、アイネイアスの彷徨やアンテノルの彷徨、ヘネトイ人の彷徨も伝えられており、同様にディオメデスやメネラオス、その他多くの人々の彷徨も伝えられている。
ὁ τοίνυν ποιητὴς τὰς τοσαύτας στρατείας ἐπὶ τὰ ἔσχατα τῆς Ἰβηρίας ἱστορηκώς, πυνθανόμενος δὲ καὶ πλοῦτον καὶ τὰς ἄλλας ἀρετὰς (οἱ γὰρ Φοίνικες ἐδήλουν τοῦτο) ἐνταῦθα τὸν τῶν εὐσεβῶν ἔπλασε χῶρον καὶ τὸ Ἠλύσιον πεδίον, οὗ φησιν ὁ Πρωτεὺς ἀποικήσειν τὸν Μενέλαον ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς·
それゆえ詩人は、これほど多くの遠征がイベリアの極限の地にまで及んだことを探究し、またその富やその他の美徳をも(フェニキア人がこのことを明らかにしていたので)聞き及んで、この場所に虔虔な者たちの領域と、プロテウスがメネラオスを移住させると言うエリュシオンの野を創作したのである。 「だが、不死なる神々は、金髪のラダマンテュスがいる、大地の果てのエリュシオンの野へとあなたを送るだろう。
τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
そこは人間にとって最も容易な生活がある場所。
οὐ νιφετὸς οὔτʼ ἂρ χειμὼν πολὺς οὐδέ ποτʼ ὄμβρος, ἀλλʼ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.
雪もなく、激しい冬もなく、決して雨も降らず、常に人々を涼しくするために、オーケアノスが、西風(ゼピュロス)の澄んだ息吹を送り出している。
τό τε γὰρ εὐάερον καὶ τὸ εὔπνουν τοῦ ζεφύρου ταύτης ἐστὶ τῆς χώρας οἰκεῖον ἑσπερίου τε καὶ ἀλεεινῆς οὔσης, τό τε ἐπὶ τοῖς πέρασι τῆς γῆς ἐφʼ οἷς καὶ τὸν Ἅιδην μεμυθεῦσθαι ἔφαμεν, ὅ τε Ῥαδάμανθυς παρατεθεὶς ὑπογράφει τὸν πλησίον τῷ Μίνῳ τόπον, περὶ οὗ φησίν ἔνθʼ ἤτοι Μίνωα ἴδον Διὸς ἀγλαὸν υἱόν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσι.
」なぜなら、大気の清々しさと西風の快い息吹は、この地方が西に位置し温暖であることから、この地方に固有のものであるし、また大地の果てにあるということも(そこに我々がハデスも神話化されていると述べた場所であるが)、さらにラダマンテュスが配されていることも、ミノスに隣接する場所であることを示唆しているからである。 ミノスについては彼がこう言っている。 「そこで私は、ゼウスの輝かしい息子ミノスが、金の笏を手に持ち、死者たちを裁いているのを見た。
καὶ οἱ μετὰ ταῦτα δὲ ποιηταὶ παραπλήσια θρυλοῦσι, τήν τε ἐπὶ τὰς Γηρυόνου βόας στρατείαν καὶ τὴν ἐπὶ τὰ μῆλα τῶν Ἑσπερίδων τὰ χρύσεα ὡσαύτως, καὶ μακάρων τινὰς νήσους κατονομάζοντες, ἃς καὶ νῦν δεικνυμένας ἴσμεν οὐ πολὺ ἄπωθεν τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων τοῖς Γαδείροις.
」そして、その後の詩人たちも同様のことを繰り返し語っており、ゲリュオネスの牛を求めての遠征や、ヘスペリデスたちの黄金のリンゴを求めての遠征も同様であり、またいくつかの「福者の島々」を名指している。 それらの島々は、現在でもガデイラに対向するマウルシアの岬からそれほど遠くないところに示されているのを我々は知っている。
§3.2.14τοὺς δὲ Φοίνικας λέγω μηνυτάς·
私はフェニキア人たちを情報提供者と呼ぶ。
καὶ τῆς Ἰβηρίας καὶ τῆς Λιβύης τὴν ἀρίστην οὗτοι κατέσχον πρὸ τῆς ἡλικίας τῆς Ὁμήρου καὶ διετέλεσαν κύριοι τῶν τόπων ὄντες, μέχρι οὗ Ῥωμαῖοι κατέλυσαν αὐτῶν τὴν ἡγεμονίαν.
彼らはホメロスの時代よりも前に、イベリアとリビュアの最も優れた部分を領有し、ローマ人が彼らの覇権を滅ぼすまで、それらの場所の主人であり続けた。
τοῦ δʼ Ἰβηρικοῦ πλούτου καὶ ταῦτα μαρτύρια·
また、イベリアの富については、次のような証拠もある。
Καρχηδόνιοι μετὰ τοῦ Βάρκα στρατεύσαντες κατέλαβον, ὥς φασιν οἱ συγγραφεῖς, φάτναις ἀργυραῖς καὶ πίθοις χρωμένους τοὺς ἐν τῇ Τουρδητανίᾳ.
ハミルカル・バルカと共に遠征したカルタゴ人たちは、歴史家たちが言うには、トゥルデタニアの住民たちが銀の飼い葉桶や大甕を使っているのを見出したということである。
ὑπολάβοι δʼ ἄν τις ἐκ τῆς πολλῆς εὐδαιμονίας καὶ μακραίωνας ὀνομασθῆναι τοὺς ἐνθάδε ἀνθρώπους, καὶ μάλιστα τοὺς ἡγεμόνας, καὶ διὰ τοῦτο Ἀνακρέοντα μὲν οὕτως εἰπεῖν ἔγωγʼ οὔτʼ ἂν Ἀμαλθίης βουλοίμην κέρας οὔτʼ ἔτεα πεντήκοντά τε καὶ ἑκατὸν Ταρτησσοῦ βασιλεῦσαι, Ἡρόδοτον δὲ καὶ τὸ ὄνομα τοῦ βασιλέως καταγράψαι καλέσαντα Ἀργανθώνιον.
また、その大いなる幸福ゆえに、この地の人間たち、とりわけその支配者たちが「長寿の者たち」と呼ばれたのだと推測することもできよう。 そのためにアナクレオンはこう言ったのである。 「私はアマルテイアの角も望まないし、タルテッソスを百五十年間支配することも望まない。 」またヘロドトスは、その王の名前をアルガントニオスと呼んで記録したのである。
§3.2.15τῇ δὲ τῆς χώρας εὐδαιμονίᾳ καὶ τὸ ἥμερον καὶ τὸ πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς, καὶ τοῖς Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν, ὡς δʼ εἴρηκε Πολύβιος διὰ τὴν συγγένειαν·
この地方の幸福に伴って、洗練された生活態度と市民的な気風がトゥルデタニア人にもたらされ、また隣接しているために(あるいはポリュビオスが言うには同族関係にあるために)ケルト人たちにももたらされた。
ἀλλʼ ἐκείνοις μὲν ἧττον·
しかし、彼らにおいてはそれほどではない。
τὰ πολλὰ γὰρ κωμηδὸν ζῶσιν.
というのも、彼らは大部分、村落ごとに暮らしているからである。
οἱ μέντοι Τουρδητανοὶ καὶ μάλιστα οἱ περὶ τὸν Βαῖτιν τελέως εἰς τὸν Ῥωμαίων μεταβέβληνται τρόπον οὐδὲ τῆς διαλέκτου τῆς σφετέρας ἔτι μεμνημένοι.
しかしながら、トゥルデタニア人、とりわけバイティス川周辺の人々は、完全にローマ人の生活様式へと変化しており、もはや自分たちの言語さえ覚えていない。
Λατῖνοί τε οἱ πλεῖστοι γεγόνασι καὶ ἐποίκους εἰλήφασι Ῥωμαίους, ὥστε μικρὸν ἀπέχουσι τοῦ πάντες εἶναι Ῥωμαῖοι.
また、大半の者がラティウム市民権を得ており、ローマ人の入植者を受け入れたので、全員がローマ人であると言っても過言ではないほどである。
αἵ τε νῦν συνῳκισμέναι πόλεις, ἥ τε ἐν τοῖς Κελτικοῖς Παξαυγοῦστα καὶ ἡ ἐν τοῖς Τουρδούλοις Αὐγοῦστα Ἠμέριτα καὶ ἡ περὶ τοὺς Κελτίβηρας Καισαραυγοῦστα καὶ ἄλλαι ἔνιαι κατοικίαι, τὴν μεταβολὴν τῶν λεχθεισῶν πολιτειῶν ἐμφανίζουσι.
そして、現在(植民都市として)組織された都市、すなわちケルト地方のパクス・アウグスタ、トゥルドゥロイ地方のアウグスタ・エメリタ、ケルティベリア周辺のカイサルアウグスタ、およびその他のいくつかの入植地が、上述の政治体制の変化を明示している。
καὶ δὴ τῶν Ἰβήρων ὅσοι ταύτης εἰσὶ τῆς ἰδέας τογᾶτοι λέγονται·
実際、イベリア人のうち、この形態に属する人々はトガを着た者たちと呼ばれている。
ἐν δὲ τούτοις εἰσὶ καὶ οἱ Κελτίβηρες οἱ πάντων νομισθέντες ποτὲ θηριωδέστατοι.
これらの中には、かつてすべての中で最も野蛮であるとみなされていたケルティベリア人さえも含まれている。
ταῦτα μὲν περὶ τούτων.
これらについては以上である。

語釈・文法注

  1. 3.2.13ἡ τοῦ Ὀδυσσέως δὲ στρατεία δοκεῖ μοι δεῦρο γενηθεῖσα καὶ ἱστορηθεῖσα — 分詞の形容詞的(あるいは名詞的名詞化)用法であり、「遠征が行われ、探究されたこと」という事象全体が、主動詞 δοκεῖ の主語となる、いわゆる ab urbe condita 構文(分詞優位構文)に準ずる表現である。
  2. 3.2.13ἐπʼ ἴσης κακώσαντος — 現在分詞 κακώσαντος は、前出の τοῦ Τρωικοῦ πολέμου に係る一致定語(属格・単数・男性)である。一見、属格独立構文のようにも見えうるが、戦争自体の性質(敵味方の双方を等しく苦しめた戦争)を説明する修飾句として機能している。
  3. 3.2.13ἑκάστου προλαβόντος — 属格独立構文であり、動詞 προλαμβάνω がここでは「あらかじめ(心に)抱く」「先んじて想定する」の意味で使われている。後続するホメロスの詩行(『オデュッセイア』第2巻281-282行)を目的語的な内容として暗示している。
  4. 3.2.15μικρὸν ἀπέχουσι τοῦ πάντες εἶναι Ῥωμαῖοι — 非人称的表現である「〜するまであとわずかである(ほとんど〜である)」を意味する ἀπέχω τοῦ + 不定詞 の構文。不定詞 εἶναι の意味上の主語である πάντες および補語 Ῥωμαῖοι は、主節の主語(トゥルデタニア人)と一致するため、対格ではなく主格に引き込まれている。

この箇所を引用する

ストラボン, 地理誌 §3.2.13-3.2.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.2.13-3.2.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。