§3.3.1Ἀπὸ δὲ τοῦ ἱεροῦ πάλιν ἀκρωτηρίου τὴν ἀρχὴν λαμβάνουσιν ἐπὶ θάτερον μέρος τῆς παραλίας τὸ πρὸς τὸν Τάγον κόλπος ἐστίν· ἔπειτα ἄκρα τὸ Βαρβάριον καὶ αἱ τοῦ Τάγου ἐκβολαὶ πλησίον, ἐφʼ ἃς εὐθυπλοίᾳ στάδιοι δʼ εἰσὶ δέκα· ἐνταῦθα δὲ καὶ ἀναχύσεις, ὧν μία ἐπὶ πλείους ἢ τετρακοσίους σταδίους ἀπὸ τοῦ λεχθέντος πύργου, καθʼ ἣν ὑδρεύονται εἴ που λακκαῖα.
再次从圣角出发,在海岸的另一侧,即通往塔霍斯河的一侧,有一个海湾;然后是巴尔巴里翁角,附近是塔霍斯河的河口,直航至此的距离……为十斯塔德;这里也有一些潮汐通道,其中一条从上述塔起延伸超过四百斯塔德,人们沿着这条通道汲水,如果到处都有蓄水池的话。
ὁ δὲ Τάγος καὶ τὸ πλάτος ἔχει τοῦ στόματος εἴκοσί που σταδίων καὶ τὸ βάθος μέγα, ὥστε μυριαγωγοῖς ἀναπλεῖσθαι.
塔霍斯河的河口宽度约为二十斯塔德,深度极大,因此可供万斗级的巨轮航行。
δύο δʼ ἀναχύσεις ἐν τοῖς ὑπερκειμένοις ποιεῖται πεδίοις, ὅταν αἱ πλῆμαι γίνωνται, ὥστε πελαγίζειν μὲν ἐπὶ ἑκατὸν καὶ πεντήκοντα σταδίους καὶ ποιεῖν πλωτὸν τὸ πεδίον, ἐν δὲ τῇ ἐπάνω ἀναχύσει καὶ νησίον ἀπολαμβάνειν ὅσον τριάκοντα σταδίων τὸ μῆκος, πλάτος δὲ μικρὸν ἀπολεῖπον τοῦ μήκους, εὐαλσὲς καὶ εὐάμπελον.
当潮汐发生时,它在上方平原形成两个潮汐湖,以至于海水泛滥达一百五十斯塔德,使平原可以通航,并且在上面的潮汐湖中还隔开了一个长约三十斯塔德、宽度仅略小于长度的小岛,岛上树木繁茂,盛产葡萄。
κεῖται δʼ ἡ νῆσος κατὰ Μόρωνα πόλιν εὖ κειμένην ἐν ὄρει τοῦ ποταμοῦ πλησίον, ἀφεστῶσαν τῆς θαλάττης ὅσον πεντακοσίους σταδίους, ἔχουσαν δὲ καὶ χώραν ἀγαθὴν τὴν πέριξ καὶ τοὺς ἀνάπλους εὐπετεῖς μέχρι μὲν πολλοῦ καὶ μεγάλοις σκάφεσι, τὸ δὲ λοιπὸν τοῖς ποταμίοις·
该岛位于莫龙城的对岸,莫龙是一座地理位置优越的城市,坐落在河流附近的山上,距离大海约五百斯塔德,周围土地肥沃,大船在很长一段距离内都可以轻松逆流而上,其余路程则可使用河船;而在莫龙之上还有更长的航道。
καὶ ὑπὲρ τὸν Μόρωνα δʼ ἔτι μακρότερος ἀνάπλους ἐστί. ταύτῃ δὲ τῇ πόλει Βροῦτος ὁ Καλλαϊκὸς προσαγορευθεὶς ὁρμητηρίῳ χρώμενος ἐπολέμησε πρὸς τοὺς Λυσιτανοὺς καὶ κατέστρεψε τούτους.
被冠以“卡莱科斯”称号的布鲁图斯以此城为基地,与卢西塔尼亚人作战并征服了他们。
τοῖς δὲ τοῦ ποταμοῦ πλίθροις ἐπετείχισε τὴν Ὀλυσιπῶνα, ἵνʼ ἔχοι τοὺς ἀνάπλους ἐλευθέρους καὶ τὰς ἀνακομιδὰς τῶν ἐπιτηδείων, ὥστε καὶ τῶν περὶ τὸν Τάγον πόλεων αὗται κράτισται.
他在该河的关隘附近设防了奥利西蓬,以便保持航道畅通和生活物资的运送,因此这些城市是塔霍斯河周边最优秀的城市。
πολύιχθυς δʼ ὁ ποταμὸς καὶ ὀστρέων πλήρης.
这条河鱼类繁多,并且盛产牡蛎。
ῥεῖ δʼ ἔχων τὰς ἀρχὰς ἐκ Κελτιβήρων διὰ Ὀυεττώνων καὶ Καρπητανῶν καὶ Λυσιτανῶν ἐπὶ δύσιν ἰσημερινήν, μέχρι ποσοῦ παράλληλος ὢν τῷ τε Ἄνᾳ καὶ τῷ Βαίτι, μετὰ δὲ ταῦτα ἀφιστάμενος ἐκείνων ἀποκλινόντων πρὸς τὴν νότιον παραλίαν.
它发源于凯尔特伊比利亚人的土地,流经韦托内斯人、卡佩塔尼人和卢西塔尼亚人的土地,向着昼夜平分点的西方流去,在一定距离内与阿纳斯河及拜蒂斯河平行,但随后,随着这两条河向南部海岸倾斜,它便与它们分道扬镳。
§3.3.2οἱ δὲ ὑπερκείμενοι τῶν λεχθέντων μερῶν Ὠρητανοὶ μέν εἰσι νοτιώτατοι καὶ μέχρι τῆς παραλίας διήκοντες ἐκ μέρους τῆς ἐντὸς στηλῶν, Καρπητανοὶ δὲ μετὰ τούτους πρὸς ἄρκτους, εἶτα Ὀυέττωνες καὶ Ὀυακκαῖοι, διʼ ὧν ὁ Δούριος ῥεῖ κατʼ Ἀκούτειαν πόλιν τῶν Ὀυακκαίων ἔχων διάβασιν, Καλλαϊκοὶ δʼ ὕστατοι, τῆς ὀρεινῆς ἐπέχοντες πολλήν·
在上述地区上方的各族群中,奥雷塔尼人最靠南,其一部分领土一直延伸到赫拉克勒斯之柱内侧的海岸;在他们之后向北是卡佩塔尼人,然后是韦托内斯人和瓦卡埃人,杜里奥斯河流经他们的土地,在瓦卡埃人的城市阿库特亚附近有渡口;最后是卡莱科伊人,他们占据了山地的大部分。
διὸ καὶ δυσμαχώτατοι ὄντες τῷ τε καταπολεμήσαντι τοὺς Λυσιτανοὺς αὐτοὶ παρέσχον τὴν ἐπωνυμίαν, καὶ νῦν ἤδη τοὺς πλείστους τῶν Λυσιτανῶν Καλλαϊκοὺς καλεῖσθαι παρεσκεύασαν.
因此,由于他们也是最难对付的,他们自己将称号授予了征服卢西塔尼亚人的人,并且现在已经使大多数卢西塔尼亚人被称为卡莱科伊人。
τῆς μὲν οὖν Ὠρητανίας κρατιστεύουσά ἐστι πόλις Καστουλὼν καὶ Ὠρία.
在奥雷塔尼亚,最重要的城市是卡斯图隆和奥里亚。
§3.3.3τοῦ δὲ Τάγου τὰ πρὸς ἄρκτον ἡ Λυσιτανία ἐστὶ μέγιστον τῶν Ἰβηρικῶν ἐθνῶν καὶ πλείστοις χρόνοις ὑπὸ Ῥωμαίων πολεμηθέν.
塔霍斯河以北是卢西塔尼亚,这是伊比利亚各部落中最大的一支,也是罗马人与之交战时间最长的一支。
περιέχει δὲ τῆς χώρας ταύτης τὸ μὲν νότιον πλευρὸν ὁ Τάγος, τὸ δʼ ἑσπέριον καὶ τὸ ἀρκτικὸν ὁ ὠκεανός, τὸ δʼ ἑωθινὸν οἵ τε Καρπητανοὶ καὶ οἱ Ὀυέττωνες καὶ Ὀυακκαῖοι καὶ Καλλαϊκοί, τὰ γνώριμα ἔθνη·
该地区的南侧由塔霍斯河包围,西侧和北侧由大洋包围,东侧则由卡佩塔尼人、韦托内斯人、瓦卡埃人和卡莱科伊人这些著名的部落包围。
τἆλλα δὲ οὐκ ἄξιον ὀνομάζειν διὰ τὴν μικρότητα καὶ τὴν ἀδοξίαν·
其余的部落由于弱小和默默无闻而不值一提。
ὑπεναντίως δὲ τὰ νῦν ἔνιοι καὶ τούτους Λυσιτανοὺς ὀνομάζουσιν.
然而,相反地,现在有些人也将这些部落称为卢西塔尼亚人。
ὅμοροι δʼ εἰσὶν ἐκ τοῦ πρὸς ἕω μέρους οἱ μὲν Καλλαϊκοὶ τῷ τῶν Ἀστούρων ἔθνει καὶ τοῖς ίβηρσιν, οἱ δʼ ἄλλοι τοῖς Κελτίβηρσι.
在东部地区,卡莱科伊人与阿斯图雷斯人部落及伊比利亚人相邻,其余的人则与凯尔特伊比利亚人相邻。
τὸ μὲν οὖν μῆκος τρισχιλίων σταδίων, τὸ δὲ πλάτος πολὺ ἔλαττον, ὃ ποιεῖ τὸ ἑωθινὸν πλευρὸν εἰς τὴν ἀντικειμένην παραλίαν·
其长度为三千斯塔德,但宽度要小得多,这是由东侧到对岸的距离所构成的。
ὑψηλὸν δʼ ἐστὶ τὸ ἑωθινὸν καὶ τραχύ, ἡ δὲ ὑποκειμένη χώρα πεδιὰς πᾶσα καὶ μέχρι θαλάττης πλὴν ὀλίγων ὀρῶν οὐ μεγάλων·
东侧高耸而崎岖,而其下方的土地除了一些不高的小山外,全是一片平原,一直延伸到海边。
ᾗ δὴ καὶ τὸν Ἀριστοτέλη φησὶν ὁ Ποσειδώνιος οὐκ ὀρθῶς αἰτιᾶσθαι τὴν παραλίαν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων·
正因为如此,波塞多尼奥斯说,亚里士多德将潮汐产生的原因归咎于海岸是不正确的。
παλιρροεῖν γὰρ φάναι τὴν θάλατταν διὰ τὸ τὰς ἀκτὰς ὑψηλάς τε καὶ τραχείας εἶναι δεχομένας τε τὸ κῦμα σκληρῶς καὶ ἀνταποδιδούσας.
因为亚里士多德声称,海水倒流是因为海岸高耸而崎岖,猛烈地承受波浪并将其反弹回去。
τἀναντία γὰρ τῇ Ἰβηρίᾳ θινώδεις εἶναι καὶ ταπεινὰς τὰς πλείστας, ὀρθῶς λέγων.
然而相反,在伊比利亚,大多数海岸都是沙质且低平的,波塞多尼奥斯这样说是正确的。