§3.3.4̔η δʼ οὖν χώρα περὶ ἧς λέγομεν εὐδαίμων τέ ἐστι καὶ διαρρεῖται ποταμοῖς μεγάλοις τε καὶ μικροῖς, ἅπασιν ἐκ τῶν ἑωθινῶν μερῶν, παραλλήλοις τῷ Τάγῳ·
ともかく、我々が話している地域は豊かであり、大小の川によって貫流されているが、それらはすべて東の地域から流れており、タゴス川と並行している。
ἔχουσι δὲ καὶ ἀνάπλους οἱ πλείους καὶ ψῆγμα τοῦ χρυσοῦ πλεῖστον.
また、その大部分は遡行路をも持ち、きわめて多くの砂金を含んでいる。
γνωριμώτατοι δὲ τῶν ποταμῶν ἐφεξῆς τῷ Τάγῳ Μούνδας ἀνάπλους ἔχων μικροὺς καὶ Ὀυακούα ὡσαύτως·
タゴス川に次いで最もよく知られた川は、わずかな遡行路を持つムンダス川であり、ウァクア川も同様である。
μετὰ δὲ τούτους Δούριος μακρόθεν τε ῥέων παρὰ Νομαντίαν καὶ πολλὰς ἄλλας τῶν Κελτιβήρων καὶ Ὀυακκαίων κατοικίας, μεγάλοις τʼ ἀναπλεόμενος σκάφεσιν ἐπὶ ὀκτακοσίους σχεδόν τι σταδίους.
これらの後には、ヌマンティアおよびケルティベリア人とウァッカエイ人の他の多くの居住地の傍らを遠くから流れてくるドゥリオス川があり、大型の船によって約八百スタディオン遡行できる。
εἶτʼ ἄλλοι ποταμοὶ καὶ μετὰ τούτους ὁ τῆς Λήθης, ὃν τινὲς Λιμαίαν οἱ δὲ Βελιῶνα καλοῦσι·
次に他の川があり、これらの後にはレテ川(忘却の川)があり、これをある人々はリマイアス川、他の人々はベリオン川と呼んでいる。
καὶ οὗτος δʼ ἐκ Κελτιβήρων καὶ Ὀυακκαίων ῥεῖ καὶ ὁ μετʼ αὐτὸν Βαῖνις (οἱ δὲ Μίνιον φασὶ) πολὺ μέγιστος τῶν ἐν Λυσιτανίᾳ ποταμῶν ἐπὶ ὀκτακοσίους καὶ αὐτὸς ἀναπλεόμενος σταδίους.
そしてこの川もケルティベリア人とウァッカエイ人の地から流れており、彼らに続くバイニス川(ミニオス川ともいう)は、ルシタニアの川の中で群を抜いて最大であり、これもまた八百スタディオンまで遡行できる。
Ποσειδώνιος δὲ ἐκ Καντάβρων αὐτὸν ῥεῖν φησί·
ポセイドニオスは、この川がカンタブリ人の地から流れていると述べている。
πρόκειται δὲ τῆς ἐκβολῆς αὐτοῦ νῆσος καὶ χηλαὶ δύο ὅρμους ἔχουσαι.
その河口の前には島があり、また二つの突堤があって、港を提供している。
ἐπαινεῖν δʼ ἄξιον τὴν φύσιν, ὅτι τὰς ὄχθας ὑψηλὰς ἔχουσιν οἱ ποταμοὶ καὶ ἱκανὰς δέχεσθαι τοῖς ῥείθροις τὴν θάλατταν πλημμυροῦσαν, ὥστε μὴ ὑπερχεῖσθαι μηδʼ ἐπιπολάζειν ἐν τοῖς πεδίοις.
自然の仕組みを称賛するに値する。 なぜなら、川は高い堤防を持っており、満ちてくる海をその川床の中に受け入れるのに十分であり、そのため平野に溢れ出たり浸水したりすることがないからである。
τῆς μὲν οὖν Βρούτου στρατείας ὅρος οὗτος, περαιτέρω δʼ εἰσὶν ἄλλοι πλείους ποταμοὶ παράλληλοι τοῖς λεχθεῖσιν.
さて、ブルトゥスの遠征の境界はここであったが、その先には前述の川と並行するさらに多くの川がある。
§3.3.5̔́υστατοι δʼ οἰκοῦσιν Ἄρταβροι περὶ τὴν ἄκραν ἣ καλεῖται Νέριον, ἣ καὶ τῆς ἑσπερίου πλευρᾶς καὶ τῆς βορείου πέρας ἐστί.
そして最後に住んでいるのは、ネリオンと呼ばれる岬の周囲のアルタブロイ人であり、この岬は西の側面と北の側面の境界でもある。
περιοικοῦσι δʼ αὐτὴν Κελτικοί, συγγενεῖς τῶν ἐπὶ τῷ Ἄνᾳ.
その周囲には、アナス川沿いの人々と同族のケルティコイ人が住んでいる。
καὶ γὰρ τούτους καὶ Τουρδούλους στρατεύσαντας ἐκεῖσε στασιάσαι φασὶ μετὰ τὴν διάβασιν τοῦ Λιμαία ποταμοῦ·
実際、彼らとトゥルドゥロイ人がそこへ遠征した際、リマイアス川を渡った後に内紛を起こしたと言われている。
πρὸς δὲ τῇ στάσει καὶ ἀποβολῆς τοῦ ἡγεμόνος γενομένης, καταμεῖναι σκεδασθέντας αὐτόθι· ἐκ τούτου δὲ καὶ τὸν ποταμὸν Λήθης προσαγορευθῆναι.
内紛に加えて、指導者を失ったため、彼らは四散してその地にとどまり、このことからその川はレテ(忘却)の川と呼ばれるようになったという。
ἔχουσι δὲ οἱ Ἄρταβροι πόλεις συχνὰς ἐν κόλπῳ συνοικουμένας, ὃν οἱ πλέοντες καὶ χρώμενοι τοῖς τόποις Ἀρτάβρων λιμένα προσαγορεύουσιν·
アルタブロイ人は、航海者やその地を利用する人々が「アルタブロイ人の港」と呼ぶ湾の周りに集まってできたいくつもの都市を持っている。
οἱ δὲ νῦν τοὺς Ἀρτάβρους Ἀροτρέβας καλοῦσιν.
また現在の人々はアルタブロイ人をアロトレバス人と呼んでいる。
ἔθνη μὲν οὖν περὶ τριάκοντα τὴν χώραν νέμεται τὴν μεταξὺ Τάγου καὶ τῶν Ἀρτάβρων·
さて、タゴス川とアルタブロイ人の地の間の地域には、約三十の部族が暮らしている。
εὐδαίμονος δὲ τῆς χώρας ὑπαρχούσης κατά τε καρποὺς καὶ βοσκήματα καὶ τὸ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν παραπλησίων πλῆθος, ὅμως οἱ πλείους αὐτῶν τὸν ἀπὸ τῆς γῆς ἀφέντες βίον ἐν λῃστηρίοις διετέλουν καὶ συνεχεῖ πολέμῳ πρός τε ἀλλήλους καὶ τοὺς ὁμόρους αὐτοῖς διαβαίνοντες τὸν Τάγον, ἕως ἔπαυσαν αὐτοὺς Ῥωμαῖοι ταπεινώσαντες καὶ κώμας ποιήσαντες τὰς πόλεις αὐτῶν τὰς πλείστας, ἐνίας δὲ καὶ συνοικίζοντες βέλτιον.
その土地は、作物や家畜、金銀その他同種の金属が豊富で豊かであるにもかかわらず、彼らの大部分は土地からの生活を捨て、タゴス川を渡って互いに、また隣人たちと絶えず戦い、略奪を続けて暮らしていた。 ローマ人が彼らを屈服させ、その都市の大部分を村に変え、一部の都市をより良く再定住させることで、これ(略奪)をやめさせるまでは。
ἦρχον δὲ τῆς ἀνομίας ταύτης οἱ ὀρεινοί, καθάπερ εἰκός·
当然のことながら、この無法行為を始めたのは山岳地帯の住民であった。
λυπρὰν γὰρ νεμόμενοι καὶ μικρὰ κεκτημένοι τῶν ἀλλοτρίων ἐπεθύμουν, οἱ δὲ ἀμυνόμενοι τούτους ἄκυροι τῶν ἰδίων ἔργων καθίσταντο ἐξ ἀνάγκης, ὥστʼ ἀντὶ τοῦ γεωργεῖν ἐπολέμουν καὶ οὗτοι, καὶ συνέβαινε τὴν χώραν ἀμελουμένην στεῖραν οὖσαν τῶν ἐμφύτων ἀγαθῶν οἰκεῖσθαι ὑπὸ λῃστῶν.
彼らは不毛な土地に住み、わずかな財産しか持っていなかったため、他人の財産を欲したのである。 一方、これに対して身を守る人々は、必然的に自分たちの仕事を行うことができなくなり、彼らもまた農業の代わりに戦うことになり、その結果、土地は顧みられず、本来備わっている豊かな恵みをもたらさない不毛な地となり、略奪者たちによって居住されることになった。
§3.3.6τοὺς δʼ οὖν Λυσιτανούς φασιν ἐνεδρευτικοὺς ἐξερευνητικοὺς ὀξεῖς κούφους εὐεξελίκτους·
ともかく、ルシタニア人は伏兵や偵察に長け、敏捷で身軽で、機敏に動き回ると言われている。
ἀσπίδιον δʼ αὐτοὺς δίπουν ἔχειν τὴν διάμετρον, κοῖλον εἰς τὸ πρόσθεν, τελαμῶσιν ἐξηρτημένον·
彼らは直径二フィートの小さな盾を持ち、それは前面に凹んでおり、肩帯で吊り下げられている。
οὔτε γὰρ πόρπακας οὔτʼ ἀντιλαβὰς ἔχει παραξιφὶς πρὸς τούτοις ἢ κοπίς.
なぜなら、それには腕を通す帯も握り手もないからである。 これに加えて、短剣または曲刀を持つ。
λινοθώρακες οἱ πλείους·
大部分はリネン製の甲冑を身につけている。
σπάνιοι δὲ ἁλυσιδωτοῖς χρῶνται καὶ τριλοφίαις, οἱ δʼ ἄλλοι νευρίνοις κράνεσιν·
鎖帷子や三つの前立てのある兜を用いる者は稀であり、他の人々は腱製の兜を用いる。
οἱ πεζοὶ δὲ καὶ κνημῖδας ἔχουσιν, ἀκόντια δʼ ἕκαστος πλείω·
歩兵は脛当てをも着け、各自が複数の投げ槍を持っている。
τινὲς δὲ καὶ δόρατι χρῶνται· ἐπιδορατίδες δὲ χάλκεαι.
また、ある人々は槍も使い、その槍先は青銅製である。
ἐνίους δὲ τῶν προσοικούντων τῷ Δουρίῳ ποταμῷ λακωνικῶς διάγειν φασίν, ἀλειπτηρίοις χρωμένους δὶς καὶ πυρίαις ἐκ λίθων διαπύρων, ψυχρολουτροῦντας καὶ μονοτροφοῦντας καθαρείως καὶ λιτῶς.
ドゥリオス川の周辺に住む人々の一部は、スパルタ風に生活していると言われており、一日に二度、油を塗る部屋と、熱せられた石による蒸気風呂を用い、冷水浴をし、一日一食、清潔かつ質素に食事を摂る。
θυτικοὶ δʼ εἰσὶ Λυσιτανοὶ τά τε σπλάγχνα ἐπιβλέπουσιν οὐκ ἐκτέμνοντες·
ルシタニア人は犠牲を捧げる習慣があり、内臓を切り出すことなく観察する。
προσεπιβλέπουσι δὲ καὶ τὰς ἐν τῇ πλευρᾷ φλέβας, καὶ ψηλαφῶντες δὲ τεκμαίρονται.
また脇腹の血管も観察し、触診によって占いを行う。
σπλαγχνεύονται δὲ καὶ διʼ ἀνθρώπων αἰχμαλώτων καλύπτοντες σάγοις·
彼らはまた、捕虜を用いて内臓占いを行い、彼らを外套で覆う。
εἶθʼ ὅταν πληγῇ τὰ σπλάγχνα ὑπὸ τοῦ ἱεροσκόπου, μαντεύονται πρῶτον ἐκ τοῦ πτώματος.
そして、内臓が神官によって刺し貫かれたとき、まずその倒れ方から託宣を得る。
τῶν δʼ ἁλόντων τὰς χεῖρας ἀποκόπτοντες τὰς δεξιὰς ἀνατιθέασιν.
また、捕らえられた者たちの右の手首を切り落として神々に捧げる。