§3.2.9ποσειδώνιος δὲ τὸ πλῆθος τῶν μετάλλων ἐπαινῶν καὶ τὴν ἀρετὴν οὐκ ἀπέχεται τῆς συνήθους ῥητορείας, ἀλλὰ συνενθουσιᾷ ταῖς ὑπερβολαῖς·
ポセイドニオスは、鉱山の量の多さとその質の良さを称賛するにあたり、いつもの修辞法を避けることなく、むしろその誇張表現によって(主題と)共に熱狂している。
οὐ γὰρ ἀπιστεῖν τῷ μύθῳ φησὶν ὅτι τῶν δρυμῶν ποτε ἐμπρησθέντων ἡ γῆ τακεῖσα, ἅτε ἀργυρῖτις καὶ χρυσῖτις, εἰς τὴν ἐπιφάνειαν ἐξέζεσε διὰ τὸ πᾶν ὄρος καὶ πάντα βουνὸν ὕλην εἶναι νομίσματος ὑπό τινος ἀφθόνου τύχης σεσωρευμένην.
すなわち、かつて森林が燃えたときに、銀や金を含む土であったために地表が溶けて噴き出したという神話を、彼は信じないわけではないと言い、それは、すべての山や丘が、ある豊かな運命によって蓄積された貨幣の素材(森)であるからだとする。
καθόλου δʼ ἂν εἶπε (φησίν) ἰδών τις τοὺς τόπους θησαυροὺς εἶναι φύσεως ἀενάους ἢ ταμιεῖον ἡγεμονίας ἀνέκλειπτον·
一般的に言って、これらの場所を見た人は、そこが自然の尽きることのない宝庫であるか、あるいは帝国の枯渇することのない財庫であると言うだろう、と彼は言う。
οὐ γὰρ πλουσία μόνον ἀλλὰ καὶ ὑπόπλουτος ἦν (φησίν) ἡ χώρα, καὶ παρʼ ἐκείνοις ὡς ἀληθῶς τὸν ὑποχθόνιον τόπον οὐχ ὁ Ἅιδης ἀλλʼ ὁ Πλούτων κατοικεῖ.
なぜなら、その土地はただ豊かなだけでなく、地下に富を秘めており、彼らのところでは本当に、地下の領域に住んでいるのはハデスではなくプルトン(富の神)だからである。
τοιαῦτα μὲν οὖν ἐν ὡραίῳ σχήματι εἴρηκε περὶ τούτων, ὡς ἂν ἐκ μετάλλου καὶ αὐτὸς πολλῷ χρώμενος τῷ λόγῳ.
このように、彼はこれらについて華美な修辞を凝らして語っており、あたかも彼自身も鉱山から多くの言葉を引き出して用いているかのようである。
τὴν δʼ ἐπιμέλειαν φράζων τὴν τῶν μεταλλευόντων παρατίθησι τὸ τοῦ Φαληρέως, ὅτι φησὶν ἐκεῖνος ἐπὶ τῶν Ἀττικῶν ἀργυρείων, οὕτω συντόνως ὀρύττειν τοὺς ἀνθρώπους ὡς ἂν προσδοκώντων αὐτὸν ἀνάξειν τὸν Πλούτωνα·
また、鉱山労働者の熱心さを語るにあたり、彼は(デメトリオス・)ファレレウスの言葉を引用している。 すなわち、彼(ファレレウス)がアッティカの銀山について、人々はあたかもプルトン自身を(地上に)引き上げることを予期しているかのように、それほど熱心に掘っている、と言っていることである。
καὶ τούτων οὖν ἐμφανίζει παραπλησίαν τὴν σπουδὴν καὶ τὴν φιλεργίαν, σκολιὰς τεμνόντων καὶ βαθείας τὰς σύριγγας καὶ πρὸς τοὺς ἐν αὐταῖς ἀπαντῶντας ποταμοὺς πολλάκις τοῖς Αἰγυπτίοις ἀναντλούντων κοχλίαις.
したがって、彼はこれら(イベリア)の人々の熱意と勤勉さもそれ(アッティカ)に類似していることを示している。 彼らは曲がりくねった深い坑道を掘り、その中で遭遇する川に対して、しばしばエジプトの螺旋(ポンプ)を使って排水しているのである。
* τὸν δόλον οὐ ταὐτὸν εἶναι τούτοις τε καὶ τοῖς Ἀττικοῖς, ἀλλʼ ἐκείνοις μὲν αἰνίγματι ἐοικέναι τὴν μεταλλείαν·
彼(ポセイドニオス)によれば、彼ら(イベリア人)とアッティカの人々とでは、(採掘の)成果が同じではなく、アッティカの人々にとって採掘はなぞなぞに似ている。
ὅσα μὲν γὰρ ἀνέλαβον (φησίν) οὐκ ἔλαβον, ὅσα δὲ εἶχον, ἀπέβαλον·
すなわち、「彼らが手に入れ(ようとし)たものは手に入らず、持っていたものは失った」と彼(ファレレウス)は言うからである。
τούτοις δʼ ὑπεράγαν λυσιτελεῖν, τοῖς μὲν χαλκουργοῖς τέταρτον μέρος ἐξάγουσι τῆς γῆς τὸν χαλκόν, τῶν δὲ ἀργυρευόντων τισὶν ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν τάλαντον ἐξαίρουσι.
一方、彼ら(イベリア人)にとっては極めて利益が大きく、銅鉱夫たちは掘り出した土の4分の1の銅を取り出し、銀鉱夫の個人の中には3日間でエウボイアの1タラントンを掘り出す者もいる。
τὸν δὲ καττίτερον οὐκ ἐπιπολῆς εὑρίσκεσθαί φησιν, ὡς τοὺς ἱστορικοὺς θρυλεῖν, ἀλλʼ ὀρύττεσθαι·
また、錫は、歴史家たちが噂するように地表で見つかるのではなく、採掘されるのだと彼は言う。
γεννᾶσθαι δʼ ἔν τε τοῖς ὑπὲρ τοὺς Λυσιτανοὺς βαρβάροις καὶ ἐν ταῖς Καττιτερίσι νήσοις, καὶ ἐκ τῶν Βρεττανικῶν δὲ εἰς τὴν Μασσαλίαν κομίζεσθαι.
それはルシタニア人の上方に住む蛮族の地や、カッティテリデス(錫)諸島で産出し、またブリタニアの島々からもマッサリアへ運ばれる。
ἐν δὲ τοῖς Ἀρτάβροις, οἳ τῆς Λυσιτανίας ὕστατοι πρὸς ἄρκτον καὶ δύσιν εἰσίν, ἐξανθεῖν φησιν τὴν γῆν ἀργύρῳ, καττιτέρῳ, χρυσῷ λευκῷ (ἀργυρομιγὴς γάρ ἐστι), τὴν δὲ γῆν ταύτην φέρειν τοὺς ποταμούς·
さらに、ルシタニアの最北西端にあるアルタブロイ人の地では、地表に銀、錫、白金(銀が混ざっているため)が吹き出ており、この土を川が運んでくる、と彼は言う。
τὴν δὲ σκαλίσι τὰς γυναῖκας διαμώσας πλύνειν ἐν ἠθητηρίοις πλεκτοῖς εἰς κίστην.
そして、女たちが鋤でそれを掻き集め、編んだ篩で水洗いして籠に入れる、と。
οὗτος μὲν περὶ τῶν μετάλλων τοιαῦτʼ εἴρηκε.
彼(ポセイドニオス)は鉱山についてこのように語っている。
§3.2.10πολύβιος δὲ τῶν περὶ Καρχηδόνα νέαν ἀργυρείων μνησθεὶς μέγιστα μὲν εἶναί φησι, διέχειν δὲ τῆς πόλεως ὅσον εἴκοσι σταδίους, περιειληφότα κύκλον τετρακοσίων σταδίων, ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν ἐργαζομένων, ἀναφέροντας τότε τῷ δήμῳ τῶν Ῥωμαίων καθʼ ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντακισχιλίας δραχμάς.
ポリュビオスは、カルタゴ・ノヴァ周辺の銀山について言及し、それが最大のものであると言い、都市からおよそ20スタディオン離れており、周囲400スタディオンの円周を囲んでおり、そこには当時4万人の労働者が居住し、ローマの民衆に毎日2万5千ドラクマをもたらしていた、と言う。
τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ (μακρὰ γάρ ἐστι), τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν φησι κόπτεσθαι καὶ κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι·
その加工について、他の部分は省くが(長いからである)、水に流されて集まった銀を含む土塊が砕かれ、篩を使って水の中でふるい分けられる、と彼は言う。
κόπτεσθαι δὲ πάλιν τὰς ὑποστάσεις, καὶ πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδάτων κόπτεσθαι·
そして、その沈殿物が再び砕かれ、水が注ぎ出されつつ再び濾過されて砕かれる。
τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν, ἀποχυθέντος τοῦ μολίβδου, καθαρὸν τὸν ἄργυρον ἐξάγειν.
そして5回目の沈殿物を融解し、鉛が流れ出た後、純粋な銀が取り出される、と。
ἔστι δὲ καὶ νῦν τὰ ἀργυρεῖα, οὐ μέντοι δημόσια οὔτε ἐνταῦθα οὔτε ἐν τοῖς ἄλλοις τόποις, ἀλλʼ εἰς ἰδιωτικὰς μεθέστηκε κτήσεις·
現在でも銀山は存在するが、ここでも他の場所でも公有ではなく、私有財産に移行している。
τὰ δὲ χρυσεῖα δημοσιεύεται τὰ πλείω.
しかし、金山はその大部分が公有とされている。
ἐν δὲ καὶ Καστλῶνι καὶ ἄλλοις τόποις ἴδιόν ἐστι μέταλλον ὀρυκτοῦ μολίβδου·
カストゥロンや他の場所には、採掘される鉛の独自の鉱山がある。
παραμέμικται δέ τι καὶ τούτῳ τοῦ ἀργύρου μικρόν, οὐχ ὥστε λυσιτελεῖν ἀποκαθαίρειν αὐτόν.
これにもわずかに銀が混ざっているが、それを精錬して取り出すほどの利益が出るわけではない。