§3.2.11οὐ πολὺ δʼ ἄπωθεν τοῦ Καστλῶνος ἔστι καὶ τὸ ὄρος ἐξ οὗ ῥεῖν φασι τὸν Βαῖτιν, ὃ καλοῦσιν Ἀργυροῦν διὰ τὰ ἀργυρεῖα τὰ ἐν αὐτῷ.
カストゥロンからそれほど遠くないところに、そこからバイティス川が流れていると人々が言う山もあり、その中にある銀山のためにそこを「銀の山」と呼んでいる。
Πολύβιος δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτιβηρίας ῥεῖν φησι, διέχοντας ἀλλήλων ὅσον ἐνακοσίους σταδίους·
ポリュビオスは、アナス川もこの川もケルティベリアから流れており、互いにおよそ900スタディオン離れていると言う。
αὐξηθέντες γὰρ οἱ Κελτίβηρες ἐποίησαν καὶ τὴν πλησιόχωρον πᾶσαν ὁμώνυμον ἑαυτοῖς.
というのも、ケルティベリア人が強大になって隣接する全地域をも自分たちと同じ名前にしたからである。
ἐοίκασι δʼ οἱ παλαιοὶ καλεῖν τὸν Βαῖτιν Ταρτησσόν, τὰ δὲ Γάδειρα καὶ τὰς πρὸς αὐτὴν νήσους Ἐρύθειαν·
古代の人々はバイティス川をタルテッソスと呼び、ガデイラおよびそれに隣接する諸島をエリュテイアと呼んでいたようである。
διόπερ οὕτως εἰπεῖν ὑπολαμβάνουσι Στησίχορον περὶ τοῦ Γηρυόνος βουκόλου διότι γεννηθείη
σχεδὸν ἀντιπέρας κλεινᾶς Ἐρυθείας Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς ἀπείρονας ἀργυρορίζους, ἐν κευθμῶνι πέτρας.
それゆえに、ステシコロスがゲリュオネスの牛飼いについて、「名高きエリュテイアのほぼ対岸で、銀の根を持つ無数の源泉の傍ら、タルテッソス川の、岩の割れ目の中で」生まれたと語ったのも、そのように解釈されている。
δυεῖν δὲ οὐσῶν ἐκβολῶν τοῦ ποταμοῦ πόλιν ἐν τῷ μεταξὺ χώρῳ κατοικεῖσθαι πρότερον φασίν, ἣν καλεῖσθαι Ταρτησσὸν ὁμώνυμον τῷ ποταμῷ, καὶ τὴν χώραν Ταρτησσίδα, ἣν νῦν Τουρδοῦλοι νέμονται.
川の河口が二つあるので、かつてその中間の地域に都市が営まれており、それが川と同名のタルテッソスと呼ばれ、またその地方はタルテッシスと呼ばれていたが、現在はトゥルドゥロイ人がそこを占有している、と人々は言う。
καὶ Ἐρατοσθένης δὲ τὴν συνεχῆ τῇ Κάλπῃ Ταρτησσίδα καλεῖσθαί φησι καὶ Ἐρύθειαν νῆσον εὐδαίμονα.
エラトステネスもまた、カルペに隣接する地域がタルテッシスと呼ばれ、またエリュテイアが幸福な島と呼ばれていると言う。
πρὸς ὃν Ἀρτεμίδωρος ἀντιλέγων καὶ ταῦτα ψευδῶς λέγεσθαί φησιν ὑπʼ αὐτοῦ καθάπερ καὶ τὸ ἀπὸ Γαδείρων ἐπὶ τὸ ἱερὸν ἀκρωτήριον διάστημα ἀπέχειν ἡμερῶν πέντε πλοῦν, οὐ πλειόνων ὄντων ἢ χιλίων καὶ ἑπτακοσίων σταδίων, καὶ τὸ τὰς ἀμπώτεις μέχρι δεῦρο περατοῦσθαι ἀντὶ τοῦ κύκλῳ περὶ πᾶσαν τὴν οἰκουμένην συμβαίνειν, καὶ τὸ τὰ προσαρκτικὰ μέρη τῆς Ἰβηρίας εὐπαροδώτερα εἶναι πρὸς τὴν Κελτικὴν ἢ κατὰ τὸν ὠκεανὸν πλέουσι, καὶ ὅσα δὴ ἄλλα εἴρηκε Πυθέᾳ πιστεύσας.
これに対してアルテミドロスは反論し、エラトステネスによってこれらもまた偽って語られていると言う。 それは、ガデイラから聖なる岬までの距離が5日間の航海を要するとしているが、実際は1700スタディオン以下であることや、潮の満ち引きがここまでで終わるとしているが、実際は居住世界全体を巡って起こることや、イベリアの北部地域が、海洋を航海する人々にとってよりもケルト地方へと陸路で行く方が容易であるとしていること、その他ピュテアスを信じて彼が語ったすべてのことと同様である。
§3.2.12̔ο δὲ ποιητὴς πολύφωνός τις ὢν καὶ πολυίστωρ δίδωσιν ἀφορμὰς ὡς οὐδὲ τούτων ἀνήκοός ἐστι τῶν τόπων, εἴ τις ὀρθῶς συλλογίζεσθαι βούλοιτο ἀπʼ ἀμφοῖν, τῶν τε χεῖρον λεγομένων περὶ αὐτῶν καὶ τῶν ἄμεινον καὶ ἀληθέστερον.
しかし詩人は、多様な声を放ち、博識であるので、もし誰かが、これらについて語られるより劣った事柄と、より良くより真実な事柄の両方から正しく推論しようとするならば、彼がこれらの場所についても聞いたことがないわけではないという手がかりを与えてくれる。
χεῖρον μέν, ὅτι πρὸς δύσιν ἐσχάτη ἤκουεν αὕτη, ὅπου, καθάπερ αὐτός φησιν, εἰς τὸν ὠκεανὸν ἐμπίπτει
λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
より劣った事柄としては、この地方が極西にあると噂されていたことであり、そこでは彼自身が言うように、「輝かしい太陽の光が、実り豊かな大地の上に黒い夜を引き寄せつつ、オーケアノスへと沈みゆく」のである。
ἡ δὲ νὺξ ὅτι δύσφημον καὶ τῷ Ἅιδῃ πλησιάζον, ὁ δὲ Ἅιδης τῷ Ταρτάρῳ, εἰκάζοι ἄν τις ἀκούοντα περὶ Ταρτησσοῦ τὸν Τάρταρον ἐκεῖθεν παρονομάσαι τὸν ἔσχατον τῶν ὑποχθονίων τόπων, προσθεῖναι δὲ καὶ μῦθον τὸ ποιητικὸν σώζοντα.
そして、夜というのは不吉でハデスに近いものであり、ハデスはタルタロスに近いものであるから、彼がタルテッソスについて聞いた上で、そこから名前をもじって地下世界の最果ての場所をタルタロスと名付け、さらに詩的な性格を保つ神話をも付け加えたのだ、と人は推測するかもしれない。
καθάπερ καὶ τοὺς Κιμμερίους εἰδὼς ἐν βορείοις καὶ ζοφεροῖς οἰκήσαντας τόποις τοῖς κατὰ τὸν Βόσπορον ἵδρυσεν αὐτοὺς πρὸς τῷ Ἅιδῃ, τάχα καὶ κατά τι κοινὸν τῶν Ἰώνων ἔχθος πρὸς τὸ φῦλον τοῦτο·
それは、キメリア人がボスポロス周辺の北方の日陰の場所に住んでいたことを彼が知っていながら、彼らをハデスの近くに配置したのと同様であり、それはおそらく、この部族に対するイオニア人全体の共通の敵意によるものでもある。
καὶ γὰρ καθʼ Ὅμηρον ἢ μικρὸν πρὸ αὐτοῦ λέγουσι τὴν τῶν Κιμμερίων ἔφοδον γενέσθαι τὴν μέχρι τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας.
なぜなら、ホメロスの時代、あるいはその少し前に、アイオリスやイオニアにまで至るキメリア人の侵入があったと言われているからである。
ταῖς δὲ Κυανέαις ἐποίησε παραπλησίως τὰς Πλαγκτάς, ἀεὶ τοὺς μύθους ἀπό τινων ἱστοριῶν ἐνάγων.
また、彼はクヤネアイに類似させてプランクタイを作り出したが、彼は常に何らかの歴史的事実から神話を導入しているのである。
χαλεπὰς γάρ τινας μυθεύει πέτρας, καθάπερ τὰς Κυανέας φασίν, ἐξ οὗ καὶ Συμπληγάδες καλοῦνται· διόπερ καὶ τὸν Ἰάσονος παρέθηκε διʼ αὐτῶν πλοῦν·
というのも、彼は、人々がクヤネアイ(そこからシュンプレーガデスとも呼ばれる)について言うような、いくつかの恐ろしい岩を神話的に語っており、それゆえに、ヤソンのその岩の間を通る航海をも提示したからである。
καὶ ὁ κατὰ τὰς στήλας δὲ πορθμὸς καὶ ὁ κατὰ Σικελίαν ὑπηγόρευον αὐτῷ τὸν περὶ τῶν Πλαγκτῶν μῦθον.
そして、柱のところの海峡や、シケリアのところの海峡が、彼にプランクタイに関する神話を(着想として)示唆したのである。
πρὸς μὲν δὴ τὸ χεῖρον ἀπὸ τῆς τοῦ Ταρτάρου μυθοποιίας αἰνίττοιτό τις ἂν τὴν τῶν τόπων μνήμην τῶν περὶ Ταρτησσόν.
したがって、より劣った側面に照らせば、タルタロスの神話形成から、人々はタルテッソス周辺の場所の記憶をほのめかしている、と推測できるかもしれない。