§3.2.9ποσειδώνιος δὲ τὸ πλῆθος τῶν μετάλλων ἐπαινῶν καὶ τὴν ἀρετὴν οὐκ ἀπέχεται τῆς συνήθους ῥητορείας, ἀλλὰ συνενθουσιᾷ ταῖς ὑπερβολαῖς·
波塞多尼乌斯在赞美矿产的数量和品质时,并没有避开他一贯的修辞手法,而是用夸张的辞藻共同狂热起来。
οὐ γὰρ ἀπιστεῖν τῷ μύθῳ φησὶν ὅτι τῶν δρυμῶν ποτε ἐμπρησθέντων ἡ γῆ τακεῖσα, ἅτε ἀργυρῖτις καὶ χρυσῖτις, εἰς τὴν ἐπιφάνειαν ἐξέζεσε διὰ τὸ πᾶν ὄρος καὶ πάντα βουνὸν ὕλην εἶναι νομίσματος ὑπό τινος ἀφθόνου τύχης σεσωρευμένην.
因为他说,他并非不相信那个神话:当森林曾经被烧毁时,由于土地含有银和金,地表便熔化并沸沸了出来,因为每一座山和每一座丘陵都是由某种丰厚的命运所堆积起来的货币的原材料(木材)。
καθόλου δʼ ἂν εἶπε (φησίν) ἰδών τις τοὺς τόπους θησαυροὺς εἶναι φύσεως ἀενάους ἢ ταμιεῖον ἡγεμονίας ἀνέκλειπτον· οὐ γὰρ πλουσία μόνον ἀλλὰ καὶ ὑπόπλουτος ἦν (φησίν) ἡ χώρα, καὶ παρʼ ἐκείνοις ὡς ἀληθῶς τὸν ὑποχθόνιον τόπον οὐχ ὁ Ἅιδης ἀλλʼ ὁ Πλούτων κατοικεῖ.
他说,总的来说,任何人看到这些地方都会说,它们是自然界永恒的宝库,或者是帝国用之不竭的府库;因为这片土地(他说)不仅表面富饶,而且地下也富饶,在他们那里,真正居住在地下区域的不是哈迪斯,而是普鲁托(财富之神)。
τοιαῦτα μὲν οὖν ἐν ὡραίῳ σχήματι εἴρηκε περὶ τούτων, ὡς ἂν ἐκ μετάλλου καὶ αὐτὸς πολλῷ χρώμενος τῷ λόγῳ.
因此,他用华丽的辞藻谈论了这些事情,仿佛他自己也从矿山中汲取并使用了大量的词汇。
τὴν δʼ ἐπιμέλειαν φράζων τὴν τῶν μεταλλευόντων παρατίθησι τὸ τοῦ Φαληρέως, ὅτι φησὶν ἐκεῖνος ἐπὶ τῶν Ἀττικῶν ἀργυρείων, οὕτω συντόνως ὀρύττειν τοὺς ἀνθρώπους ὡς ἂν προσδοκώντων αὐτὸν ἀνάξειν τὸν Πλούτωνα· καὶ τούτων οὖν ἐμφανίζει παραπλησίαν τὴν σπουδὴν καὶ τὴν φιλεργίαν, σκολιὰς τεμνόντων καὶ βαθείας τὰς σύριγγας καὶ πρὸς τοὺς ἐν αὐταῖς ἀπαντῶντας ποταμοὺς πολλάκις τοῖς Αἰγυπτίοις ἀναντλούντων κοχλίαις.
在描述矿工的勤勉时,他引用了法勒鲁姆的德米特里乌斯的话,因为那个人在谈到阿提卡的银矿时说,人们挖掘得如此卖力,以至于他们期待着把普鲁托本人也拉上来;因此,他展示了这些(西班牙)人的热情和勤劳与之相似,他们开凿出弯曲而深邃的坑道,并且经常用埃及螺旋泵把在坑道中遇到的河流排出。
* τὸν δόλον οὐ ταὐτὸν εἶναι τούτοις τε καὶ τοῖς Ἀττικοῖς, ἀλλʼ ἐκείνοις μὲν αἰνίγματι ἐοικέναι τὴν μεταλλείαν· ὅσα μὲν γὰρ ἀνέλαβον (φησίν) οὐκ ἔλαβον, ὅσα δὲ εἶχον, ἀπέβαλον· τούτοις δʼ ὑπεράγαν λυσιτελεῖν, τοῖς μὲν χαλκουργοῖς τέταρτον μέρος ἐξάγουσι τῆς γῆς τὸν χαλκόν, τῶν δὲ ἀργυρευόντων τισὶν ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν τάλαντον ἐξαίρουσι.
他说,这些人(西班牙人)与阿提卡人的成果并不相同,对后者来说,采矿就像是一个谜语:他说,“他们所接手(试图获得)的,他们没有得到,而他们所拥有的,他们却失去了”;但对前者来说,这极其有利可图,铜矿工能从土中提取出四分之一的铜,而一些开采银矿的私人,在三天内就能掘出一埃维亚塔兰同。
τὸν δὲ καττίτερον οὐκ ἐπιπολῆς εὑρίσκεσθαί φησιν, ὡς τοὺς ἱστορικοὺς θρυλεῖν, ἀλλʼ ὀρύττεσθαι· γεννᾶσθαι δʼ ἔν τε τοῖς ὑπὲρ τοὺς Λυσιτανοὺς βαρβάροις καὶ ἐν ταῖς Καττιτερίσι νήσοις, καὶ ἐκ τῶν Βρεττανικῶν δὲ εἰς τὴν Μασσαλίαν κομίζεσθαι.
他说,锡并不像历史学家所传言的那样在表面被发现,而是通过挖掘获得的;它产于卢西塔尼亚人上方的蛮族地区以及卡西特里德斯群岛,并且从不列颠群岛运往马赛。
ἐν δὲ τοῖς Ἀρτάβροις, οἳ τῆς Λυσιτανίας ὕστατοι πρὸς ἄρκτον καὶ δύσιν εἰσίν, ἐξανθεῖν φησιν τὴν γῆν ἀργύρῳ, καττιτέρῳ, χρυσῷ λευκῷ (ἀργυρομιγὴς γάρ ἐστι), τὴν δὲ γῆν ταύτην φέρειν τοὺς ποταμούς· τὴν δὲ σκαλίσι τὰς γυναῖκας διαμώσας πλύνειν ἐν ἠθητηρίοις πλεκτοῖς εἰς κίστην.
而在卢西塔尼亚最西北端的阿尔塔布罗伊人那里,他说土地上泛出银、锡和白金(因为它混有银),而河流会冲刷下这种泥土;妇女们用铁锹将泥土扒开,在编织的筛子里用水清洗并装入箱中。
οὗτος μὲν περὶ τῶν μετάλλων τοιαῦτʼ εἴρηκε.
关于矿山,他说了这些。
§3.2.10πολύβιος δὲ τῶν περὶ Καρχηδόνα νέαν ἀργυρείων μνησθεὶς μέγιστα μὲν εἶναί φησι, διέχειν δὲ τῆς πόλεως ὅσον εἴκοσι σταδίους, περιειληφότα κύκλον τετρακοσίων σταδίων, ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν ἐργαζομένων, ἀναφέροντας τότε τῷ δήμῳ τῶν Ῥωμαίων καθʼ ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντακισχιλίας δραχμάς.
波里比乌斯在提到新迦太基周围的银矿时说,它们是最大的,距离城市约二十斯塔迪翁,包围了四百斯塔迪翁的圆周,当时有四万名劳动者居住在那里,每天给罗马人民带来二万五千德拉克马。
τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ (μακρὰ γάρ ἐστι), τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν φησι κόπτεσθαι καὶ κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι· κόπτεσθαι δὲ πάλιν τὰς ὑποστάσεις, καὶ πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδάτων κόπτεσθαι· τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν, ἀποχυθέντος τοῦ μολίβδου, καθαρὸν τὸν ἄργυρον ἐξάγειν.
至于加工过程,其他的我就省略了(因为很长),但他说明银矿石块(被冲刷收集的)要经过敲碎,并在水中用筛子筛分;沉淀物要再次敲碎,在倒掉水并再次过滤后继续敲碎;而第五次沉淀物经过熔炼,在铅被排掉后,提取出纯银。
ἔστι δὲ καὶ νῦν τὰ ἀργυρεῖα, οὐ μέντοι δημόσια οὔτε ἐνταῦθα οὔτε ἐν τοῖς ἄλλοις τόποις, ἀλλʼ εἰς ἰδιωτικὰς μεθέστηκε κτήσεις· τὰ δὲ χρυσεῖα δημοσιεύεται τὰ πλείω.
现在银矿依然存在,但在那里或其他地方都不再是公有的,而是转为了私人财产;但金矿的大部分是公有的。
ἐν δὲ καὶ Καστλῶνι καὶ ἄλλοις τόποις ἴδιόν ἐστι μέταλλον ὀρυκτοῦ μολίβδου· παραμέμικται δέ τι καὶ τούτῳ τοῦ ἀργύρου μικρόν, οὐχ ὥστε λυσιτελεῖν ἀποκαθαίρειν αὐτόν.
在卡斯图洛和其他地方,有独特的开采铅的矿山;这之中也混有少量的银,但其量不足以使精炼它变得有利可图。