§3.2.7τοιαύτης δὲ τῆς μεσογαίας οὔσης τῆς ἐν τῇ Τουρδητανίᾳ, καὶ τὴν παράλιον ἐνάμιλλον εὕροι τις ἂν τοῖς ἐκ θαλάττης ἀγαθοῖς·
トゥルデタニアの内陸部がこのようである一方で、海岸線もまた海からの恵みにおいて(内陸部に)匹敵することを見出すだろう。
τά τε γὰρ ὀστρεώδη πάντα καὶ κογχοειδῆ καὶ τοῖς πλήθεσιν ὑπερβάλλει καὶ τοῖς μεγέθεσι καθόλου κατὰ τὴν ἔξω θάλατταν πᾶσαν, ἐνταῦθα δὲ διαφερόντως, ἅτε καὶ τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων ἐνταῦθα αὐξομένων, ἃς εἰκὸς αἰτίας εἶναι καὶ τοῦ πλήθους καὶ τοῦ μεγέθους διὰ τὴν γυμνασίαν.
というのも、すべてのカキ類や貝類は、外海全体において量においても大きさにおいても一般に優れているが、ここ(この地域)では際立って優れている。 それは満潮と干潮がここで増大するためでもあり、それ(潮の干満)が(運動による)鍛錬を通じて量と大きさの原因となっていることはもっともなことである。
ὡς δʼ αὕτως ἔχει καὶ περὶ τῶν κητέων ἁπάντων, ὀρύγων τε καὶ φαλαινῶν καὶ φυσητήρων, ὧν ἀναφυσησάντων φαίνεταί τις νεφώδους ὄψις κίονος τοῖς πόρρωθεν ἀφορῶσι·
すべての鯨類、すなわちオルクスやクジラ、噴気鯨についても同様であり、これらが潮を吹き上げると、遠くから眺める人々には雲のような柱の光景が見える。
καὶ οἱ γόγγροι δὲ ἀποθηριοῦνται πολὺ τῶν παρʼ ἡμῖν ὑπερβεβλημένοι κατὰ τὸ μέγεθος, καὶ αἱ σμύραιναι καὶ ἄλλα πλείω τῶν τοιούτων ὄψων.
また、アナゴ類も巨大化して我々の海のものを大きさにおいて遥かに凌駕しており、ウツボやその他多くの同様の魚類(の塩蔵品)もそうである。
ἐν δὲ Καρτηίᾳ κήρυκας δεκακοτύλους καὶ πορφύρας φασίν· ἐν δὲ τοῖς ἐξωτέροις τόποις καὶ μείζους ὀγδοήκοντα μνῶν τὴν σμύραιναν καὶ τὸν γόγγρον, ταλαντιαῖον δὲ τὸν πολύποδα, διπήχεις δὲ τὰς τευθίδας καὶ τὰ παραπλήσια.
カルテイアでは、10コテュレ(の容量)をもつホラガイやアカニシ(パープル貝)がいると言われており、外側の地域では、80ムナを超える重さのウツボやアナゴ、1タラントンのタコ、2ペーキュスのイカやそれに類するもの(がいると言われている)。
πολὺς δὲ καὶ ὁ θύννος συνελαύνεται δεῦρο ἀπὸ τῆς ἄλλης τῆς ἔξωθεν παραλίας πίων καὶ παχύς.
また、多くのマグロも、外側の他の海岸から、肥えて太った状態でここに集まってくる。
τρέφεται δὲ βαλάνῳ δρυΐνῃ φυομένῃ κατὰ τῆς θαλάττης χαμαιζήλῳ τινὶ παντάπασιν, ἁδρότατον δʼ ἐκφερούσῃ καρπόν·
それは、海中で育つ、極めて背の低い、完全に地を這うような、ある種のオークのどんぐりを食べて育つ。
ἥπερ καὶ ἐν τῇ γῇ φύεται πολλὴ κατὰ τὴν Ἰβηρίαν, ῥίζας μὲν ἔχουσα μεγάλας ὡς ἂν τελείας δρυός, ἐξαιρομένη δὲ θάμνου ταπεινῆς ἧττον·
このオークは非常に豊かな実を結ぶ。 それはまたイベリアの陸上でも多く育ち、根は成熟したオークのように大きいが、立ち上がる幹は低い茂み(の高さ)に満たない。
τοσοῦτον δʼ ἐκφέρει καρπὸν ὥστε μετὰ τὴν ἀκμὴν πλήρη τὴν παραλίαν εἶναι τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς στηλῶν, ἣν ἐκβάλλουσιν αἱ πλῆμαι·
そして、それが非常に多くの実をつけるため、最盛期の後には、満潮によって打ち上げられたどんぐりで、柱の内側および外側の海岸線が満たされる。
ἡ δʼ ἐντὸς στηλῶν ἐλάττων ἀεὶ καὶ μᾶλλον εὑρίσκεται.
柱の内側にあるものは、常に小さく、より多く見出される。
λέγει δʼ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα (φησί) καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ.
ポリュビオスは、このどんぐりがラティウムの海岸にまで漂着すると言っている。 もっとも(彼が言うには)サルディニアやその近隣の土地もこれを産しない限りは、とのことだが。
καὶ οἱ θύννοι δʼ ὅσῳ πλέον συνεγγίζουσι ταῖς στήλαις ἔξωθεν φερόμενοι, τοσῷδʼ ἰσχναίνονται πλέον τῆς τροφῆς ἐπιλειπούσης·
また、マグロも外側から運ばれてきて柱に近づけば近づくほど、餌が不足するためにますます痩せていく。
εἶναί τε παρὰ θαλάττιον ὗν τὸ ζῷον τοῦτο·
そして、この動物(マグロ)は海の豚のようであり、どんぐりを好み、それによって際立って肥える。
ἥδεσθαι γὰρ τῇ βαλάνῳ καὶ πιαίνεσθαι διαφερόντως ὑπʼ αὐτῆς, φορᾶς τε τῆς βαλάνου γενομένης φορὰν καὶ τῶν θύννων εἶναι.
そして、どんぐりの豊作の年にはマグロも大豊作になる。
§3.2.8τοσούτοις δὲ τῆς προειρημένης χώρας ἀγαθοῖς κεχορηγημένης, οὐχ ἥκιστα, ἀλλὰ καὶ μάλιστα ἀποδέξαιτʼ ἄν τις καὶ θαυμάσειε τὸ περὶ τὰς μεταλλείας εὐφυές·
前述の地方がこれほど多くの恵みに満たされているなかで、鉱山に関する天賦の才を人は決して少なくなく、むしろ最も多く受け入れ、感嘆するであろう。
ἅπασα μὲν γὰρ μεστὴ τῶν τοιούτων ἐστὶν ἡ τῶν Ἰβήρων χώρα, οὐ πᾶσα δʼ εὔκαρπος οὐδʼ εὐδαίμων οὕτως καὶ μάλιστα ἡ τῶν μετάλλων εὐποροῦσα.
というのも、イベリア人の土地全体がそのようなもので満ちているが、全体が肥沃であったり、これほど恵まれているわけではなく、特に鉱山に富む地域が(そうではない)。
σπάνιον δʼ ἐν ἀμφοτέροις εὐτυχεῖν, σπάνιον δὲ καὶ τὸ τὴν αὐτὴν ἐν ὀλίγῳ χωρίῳ παντοίοις πληθύνειν μετάλλοις.
両方において恵まれていることは稀であり、また同じ狭い地域でありとあらゆる鉱山が満ちていることも稀である。
ἡ δὲ Τουρδητανία καὶ ἡ προσεχὴς αὐτῇ λόγον οὐδένα ἄξιον καταλείπει περὶ τήνδε τὴν ἀρετὴν τοῖς ἐπαινεῖν βουλομένοις.
しかし、トゥルデタニアとその近隣地域は、これ(鉱山の豊かさ)を称賛しようとする人々にとって、いかなる価値ある言葉も(他人に)残さない。
οὔτε γὰρ χρυσός, οὐκ ἄργυρος, οὐδὲ δὴ χαλκός, οὐδὲ σίδηρος οὐδαμοῦ τῆς γῆς οὔτε τοσοῦτος οὔθʼ οὕτως ἀγαθὸς ἐξήτασται γεννώμενος μέχρι νῦν.
なぜなら、金も銀も、ましてや銅も鉄も、地上のどこにおいても、これほど多く、これほど質の高いものが産出されることは、今日まで確認されていないからである。
ὁ δὲ χρυσὸς οὐ μεταλλεύεται μόνον ἀλλὰ καὶ σύρεται·
金は採掘されるだけでなく、洗い流されもする。
καταφέρουσι δʼ οἱ ποταμοὶ καὶ οἱ χείμαρροι τὴν χρυσῖτιν ἄμμον, πολλαχοῦ καὶ ἐν τοῖς ἀνύδροις τόποις οὖσαν, ἀλλʼ ἐκεῖ μὲν ἀφανής ἐστιν, ἐν δὲ τοῖς ἐπικλύστοις ἀπολάμπει τὸ τοῦ χρυσοῦ ψῆγμα·
河川や急流が金を含む砂を運んできており、それは多くの水のない場所にも存在するが、そこでは見えず、水が溢れる場所では金粒が輝きを放つ。
καὶ τοὺς ἀνύδρους δὲ φορητῷ ἐπικλύζοντες ὕδατι στιλπνὸν ποιοῦσι τὸ ψῆγμα, καὶ φρέατα δʼ ὀρύσσοντες καὶ ἄλλας τέχνας ἐπινοοῦντες πλύσει τῆς ἄμμου τὸν χρυσὸν ἐκλαμβάνουσι, καὶ πλείω τῶν χρυσωρυχείων ἐστὶ νῦν τὰ χρυσοπλύσια προσαγορευόμενα.
水のない場所でも、人々は流れてくる水を氾濫させることで金粒を輝かせ、また井戸を掘ったり他の技術を考案して、砂を洗浄することで金を取り出す。 そして、現在では金鉱山よりも「金洗浄所」と呼ばれるものが多く存在している。
ἀξιοῦσι δὲ Γαλάται τα παρʼ ἑαυτοῖς εἶναι τὰ μέταλλα τά τε ἐν τῷ Κεμμένῳ ὄρει καὶ τὰ ὑπʼ αὐτῇ κείμενα τῇ Πυρήνῃ· τὸ μέντοι πλέον τἀντεῦθεν εὐδοκιμεῖ.
ガリア人は、自国内、すなわちケッメノス山脈やピレネー山脈の麓にある鉱山が最高であると主張するが、ここから産出するものの方がより高い評判を得ている。
ἐν δὲ τοῖς ψήγμασι τοῦ χρυσίου φασὶν εὑρίσκεσθαί ποτε καὶ ἡμιλιτριαίας βώλους ἃς καλοῦσι πάλας, μικρᾶς καθάρσεως δεομένας.
金粒の中には、時に半ポンドもの大きさの塊が見つかることがあり、これを彼らはパラスと呼び、これはわずかな精錬しか必要としないと言われている。
φασὶ δὲ καὶ λίθων σχιζομένων εὑρίσκειν βωλάρια θηλαῖς ὅμοια·
また、石を割ると、乳房に似た小さな塊が見つかることもあると言われている。
ἐκ δὲ τοῦ χρυσοῦ ἑψομένου καὶ καθαιρομένου στυπτηριώδει τινὶ γῇ τὸ κάθαρμα ἤλεκτρον εἶναι·
そして、金が煮沸され、ある種のミョウバン質の土によって精錬されると、その不純物はエレクトロンとなる。
πάλιν δὲ τούτου καθεψομένου, μῖγμα ἔχοντος ἀργύρου καὶ χρυσοῦ, τὸν μὲν ἄργυρον ἀποκαίεσθαι τὸν δὲ χρυσὸν ὑπομένειν·
さらに、銀と金の混合物であるこれを再び煮沸すると、銀は燃え尽き、金が残る。
εὐδιάχυτος γὰρ * ὁ τύπος καὶ λιπώδης·
というのも、その型は溶けやすく脂ぎっているからである。
διὰ τοῦτο καὶ τῷ ἀχύρῳ τήκεται μᾶλλον ὁ χρυσός, ὅτι ἡ φλὸξ μαλακὴ οὖσα συμμέτρως ἔχει πρὸς τὸ εἶκον καὶ διαχεόμενον ῥᾳδίως, ὁ δὲ ἄνθραξ ἐπαναλίσκει πολὺ ὑπερτήκων τῇ σφοδρότητι καὶ ἐξαίρων.
このため、金はむしろ藁によって溶かされる。 なぜなら、その炎は穏やかであり、容易に降伏し融解するものに対して釣り合っているが、炭の火は激しすぎて過度に溶かし、蒸発させて多くを浪費してしまうからである。
ἐν δὲ τοῖς ῥείθροις σύρεται καὶ πλύνεται πλησίον ἐν σκάφαις, ἢ ὀρύττεται φρέαρ, ἡ δὲ ἀνενεχθεῖσα γῆ πλύνεται.
川床においては、(砂金は)近くの桶で流され洗浄されるか、あるいは井戸が掘られ、引き上げられた土が洗浄される。
τὰς δὲ τοῦ ἀργύρου καμίνους ποιοῦσιν ὑψηλάς, ὥστε τὴν ἐκ τῶν βώλων λιγνὺν μετέωρον ἐξαίρεσθαι·
銀の精錬炉は高く作られる。 それは、鉱石からの煤が高く舞い上がるようにするためである。
βαρεῖα γάρ ἐστι καὶ ὀλέθριος.
というのも、それは重く有害だからである。
τῶν δὲ χαλκουργείων τινὰ καλεῖται χρυσεῖα, ἐξ ὧν τεκμαίρονται χρυσὸν ἐξ αὐτῶν ὀρύττεσθαι πρότερον.
銅鉱山の中には「金山」と呼ばれるものもあり、このことから、以前はそこから金が採掘されていたと推測されている。