§3.2.7τοιαύτης δὲ τῆς μεσογαίας οὔσης τῆς ἐν τῇ Τουρδητανίᾳ, καὶ τὴν παράλιον ἐνάμιλλον εὕροι τις ἂν τοῖς ἐκ θαλάττης ἀγαθοῖς·
图尔德塔尼亚的内陆既然如此,人们也会发现其海岸在海洋的恩赐上同样不遑多让。
τά τε γὰρ ὀστρεώδη πάντα καὶ κογχοειδῆ καὶ τοῖς πλήθεσιν ὑπερβάλλει καὶ τοῖς μεγέθεσι καθόλου κατὰ τὴν ἔξω θάλατταν πᾶσαν, ἐνταῦθα δὲ διαφερόντως, ἅτε καὶ τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων ἐνταῦθα αὐξομένων, ἃς εἰκὸς αἰτίας εἶναι καὶ τοῦ πλήθους καὶ τοῦ μεγέθους διὰ τὴν γυμνασίαν.
因为所有的贝类和双壳类不仅数量极多,而且体型也极大,这在整个外海都是普遍现象,而在这一带尤为突出,因为此处的潮汐涨落更为剧烈,而潮汐通过对鱼贝的锻炼,很可能是造成其数量众多且体型巨大的原因。
ὡς δʼ αὕτως ἔχει καὶ περὶ τῶν κητέων ἁπάντων, ὀρύγων τε καὶ φαλαινῶν καὶ φυσητήρων, ὧν ἀναφυσησάντων φαίνεταί τις νεφώδους ὄψις κίονος τοῖς πόρρωθεν ἀφορῶσι·
所有鲸类(包括剑鱼或逆戟鲸、鲸鱼和喷水鲸)的情况也是如此,当它们喷水时,在远眺的人看来就像是一根云雾状的柱子。
καὶ οἱ γόγγροι δὲ ἀποθηριοῦνται πολὺ τῶν παρʼ ἡμῖν ὑπερβεβλημένοι κατὰ τὸ μέγεθος, καὶ αἱ σμύραιναι καὶ ἄλλα πλείω τῶν τοιούτων ὄψων.
这里的老鼠狢(海鳗、康吉鳗)也变得异常凶猛,在体型上远远超过我们这边的同类,海鳝和许多其他类似的鱼类(盐制品)也是如此。
ἐν δὲ Καρτηίᾳ κήρυκας δεκακοτύλους καὶ πορφύρας φασίν· ἐν δὲ τοῖς ἐξωτέροις τόποις καὶ μείζους ὀγδοήκοντα μνῶν τὴν σμύραιναν καὶ τὸν γόγγρον, ταλαντιαῖον δὲ τὸν πολύποδα, διπήχεις δὲ τὰς τευθίδας καὶ τὰ παραπλήσια.
据说在卡尔特亚,有容积达十科提拉的角螺(法螺)和紫螺;而在更外侧的地方,有超过八十米纳的海鳝和海鳗、重达一塔兰同的章鱼、长达两及(比肘)的鱿鱼以及类似之物。
πολὺς δὲ καὶ ὁ θύννος συνελαύνεται δεῦρο ἀπὸ τῆς ἄλλης τῆς ἔξωθεν παραλίας πίων καὶ παχύς.
还有大量的金枪鱼(吞拿鱼)也从外侧的其他海岸被驱赶到这里,它们既肥又胖。
τρέφεται δὲ βαλάνῳ δρυΐνῃ φυομένῃ κατὰ τῆς θαλάττης χαμαιζήλῳ τινὶ παντάπασιν, ἁδρότατον δʼ ἐκφερούσῃ καρπόν·
它们以一种在海里生长、极度低矮且完全蔓延开来的某种橡树的橡子为食,这种橡树结出非常饱满的果实。
ἥπερ καὶ ἐν τῇ γῇ φύεται πολλὴ κατὰ τὴν Ἰβηρίαν, ῥίζας μὲν ἔχουσα μεγάλας ὡς ἂν τελείας δρυός, ἐξαιρομένη δὲ θάμνου ταπεινῆς ἧττον·
这种橡树在伊比利亚的陆地上也大量生长,其根部巨大,如同成熟的橡树,但其树干高度还不如低矮的灌木。
τοσοῦτον δʼ ἐκφέρει καρπὸν ὥστε μετὰ τὴν ἀκμὴν πλήρη τὴν παραλίαν εἶναι τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς στηλῶν, ἣν ἐκβάλλουσιν αἱ πλῆμαι· ἡ δʼ ἐντὸς στηλῶν ἐλάττων ἀεὶ καὶ μᾶλλον εὑρίσκεται.
它结出的果实如此之多,以至于在成熟期过后,柱石内外的海岸线都堆满了被潮汐冲上岸的橡子;其中柱石内侧的橡子总是显得较小,且数量更多。
λέγει δʼ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα (φησί) καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτῃ.
波里比乌斯说,这种橡子甚至会被冲到拉丁姆的海岸,除非(他说)撒丁以及与其相邻的地区也产这种橡子。
καὶ οἱ θύννοι δʼ ὅσῳ πλέον συνεγγίζουσι ταῖς στήλαις ἔξωθεν φερόμενοι, τοσῷδʼ ἰσχναίνονται πλέον τῆς τροφῆς ἐπιλειπούσης· εἶναί τε παρὰ θαλάττιον ὗν τὸ ζῷον τοῦτο· ἥδεσθαι γὰρ τῇ βαλάνῳ καὶ πιαίνεσθαι διαφερόντως ὑπʼ αὐτῆς, φορᾶς τε τῆς βαλάνου γενομένης φορὰν καὶ τῶν θύννων εἶναι.
金枪鱼从外侧游来,越是接近柱石,由于食物匮乏,就变得越瘦;而这种动物就像是海中的猪,因为它们喜爱橡子,并且借此特别长肉,当橡子丰收时,金枪鱼也同样丰收。
§3.2.8τοσούτοις δὲ τῆς προειρημένης χώρας ἀγαθοῖς κεχορηγημένης, οὐχ ἥκιστα, ἀλλὰ καὶ μάλιστα ἀποδέξαιτʼ ἄν τις καὶ θαυμάσειε τὸ περὶ τὰς μεταλλείας εὐφυές·
尽管前述地区被赋予了如此之多的财富,但人们最不应该忽略、反而最应该赞赏和惊叹的,是它在矿业方面的天然禀赋。
ἅπασα μὲν γὰρ μεστὴ τῶν τοιούτων ἐστὶν ἡ τῶν Ἰβήρων χώρα, οὐ πᾶσα δʼ εὔκαρπος οὐδʼ εὐδαίμων οὕτως καὶ μάλιστα ἡ τῶν μετάλλων εὐποροῦσα.
因为伊比利亚人的土地上到处都充满了这类矿产,虽然并非所有土地都如此肥沃或如此富饶,尤其是最富集矿山的地方。
σπάνιον δʼ ἐν ἀμφοτέροις εὐτυχεῖν, σπάνιον δὲ καὶ τὸ τὴν αὐτὴν ἐν ὀλίγῳ χωρίῳ παντοίοις πληθύνειν μετάλλοις.
在两方面都幸运(既有肥沃土地又有丰富矿藏)是罕见的,在同一片狭小区域内富含各种矿产也是罕见的。
ἡ δὲ Τουρδητανία καὶ ἡ προσεχὴς αὐτῇ λόγον οὐδένα ἄξιον καταλείπει περὶ τήνδε τὴν ἀρετὴν τοῖς ἐπαινεῖν βουλομένοις.
然而,图尔德塔尼亚及其邻近地区,对于那些想要赞美这一优越性的人来说,没有留下任何可以(在别处)使用的言辞。
οὔτε γὰρ χρυσός, οὐκ ἄργυρος, οὐδὲ δὴ χαλκός, οὐδὲ σίδηρος οὐδαμοῦ τῆς γῆς οὔτε τοσοῦτος οὔθʼ οὕτως ἀγαθὸς ἐξήτασται γεννώμενος μέχρι νῦν.
因为无论是黄金、白银,还是铜和铁,迄今为止,在地上的任何地方都没有发现过产出如此之多、品质如此之好的。
ὁ δὲ χρυσὸς οὐ μεταλλεύεται μόνον ἀλλὰ καὶ σύρεται·
黄金不仅可以通过开矿获取,还可以通过冲刷获得。
καταφέρουσι δʼ οἱ ποταμοὶ καὶ οἱ χείμαρροι τὴν χρυσῖτιν ἄμμον, πολλαχοῦ καὶ ἐν τοῖς ἀνύδροις τόποις οὖσαν, ἀλλʼ ἐκεῖ μὲν ἀφανής ἐστιν, ἐν δὲ τοῖς ἐπικλύστοις ἀπολάμπει τὸ τοῦ χρυσοῦ ψῆγμα·
河流和山洪冲下含有黄金的沙子,这在许多干旱的地方也有,但在那里它是看不见的,而在水流溢出的地方,金砂闪闪发光。
καὶ τοὺς ἀνύδρους δὲ φορητῷ ἐπικλύζοντες ὕδατι στιλπνὸν ποιοῦσι τὸ ψῆγμα, καὶ φρέατα δʼ ὀρύσσοντες καὶ ἄλλας τέχνας ἐπινοοῦντες πλύσει τῆς ἄμμου τὸν χρυσὸν ἐκλαμβάνουσι, καὶ πλείω τῶν χρυσωρυχείων ἐστὶ νῦν τὰ χρυσοπλύσια προσαγορευόμενα.
在干旱的地方,人们通过引入客水冲刷,使金砂显现出来;他们还通过挖井和发明其他技术,通过洗沙来提取黄金。 如今,被称为“洗金场”的地方比金矿本身还要多。
ἀξιοῦσι δὲ Γαλάται τα παρʼ ἑαυτοῖς εἶναι τὰ μέταλλα τά τε ἐν τῷ Κεμμένῳ ὄρει καὶ τὰ ὑπʼ αὐτῇ κείμενα τῇ Πυρήνῃ· τὸ μέντοι πλέον τἀντεῦθεν εὐδοκιμεῖ.
高卢人认为自己境内的矿产是最好的,包括凯美诺斯山脉以及比利牛斯山脚下的矿产;然而,从这里(图尔德塔尼亚)出产的矿产享有更高的声誉。
ἐν δὲ τοῖς ψήγμασι τοῦ χρυσίου φασὶν εὑρίσκεσθαί ποτε καὶ ἡμιλιτριαίας βώλους ἃς καλοῦσι πάλας, μικρᾶς καθάρσεως δεομένας.
据说,在金砂中,有时会发现重达半磅的金属块,他们称之为“帕拉斯”,这些金属块只需极少精炼。
φασὶ δὲ καὶ λίθων σχιζομένων εὑρίσκειν βωλάρια θηλαῖς ὅμοια·
据说在劈开石头时,也会发现像乳房一样的金块。
ἐκ δὲ τοῦ χρυσοῦ ἑψομένου καὶ καθαιρομένου στυπτηριώδει τινὶ γῇ τὸ κάθαρμα ἤλεκτρον εἶναι·
当黄金被煮沸并用一种类似明矾的泥土精炼时,其杂质就是“电金”(金银合金)。
πάλιν δὲ τούτου καθεψομένου, μῖγμα ἔχοντος ἀργύρου καὶ χρυσοῦ, τὸν μὲν ἄργυρον ἀποκαίεσθαι τὸν δὲ χρυσὸν ὑπομένειν· εὐδιάχυτος γὰρ * ὁ τύπος καὶ λιπώδης·
而当这种含有银金混合物的东西再次煮沸时,银被烧掉,黄金则留存下来。
διὰ τοῦτο καὶ τῷ ἀχύρῳ τήκεται μᾶλλον ὁ χρυσός, ὅτι ἡ φλὸξ μαλακὴ οὖσα συμμέτρως ἔχει πρὸς τὸ εἶκον καὶ διαχεόμενον ῥᾳδίως, ὁ δὲ ἄνθραξ ἐπαναλίσκει πολὺ ὑπερτήκων τῇ σφοδρότητι καὶ ἐξαίρων.
因为其性质易熔且多脂,因此黄金更多是用麦秸来熔化的,因为麦秸的火焰温和,与易于屈服和熔化的黄金相称,而木炭则因其猛烈而过度熔化,并使黄金蒸发浪费。
ἐν δὲ τοῖς ῥείθροις σύρεται καὶ πλύνεται πλησίον ἐν σκάφαις, ἢ ὀρύττεται φρέαρ, ἡ δὲ ἀνενεχθεῖσα γῆ πλύνεται.
在溪流中,金砂在附近的木盆(桶)中被冲刷和清洗,或者通过挖井,将提上来的泥土进行清洗。
τὰς δὲ τοῦ ἀργύρου καμίνους ποιοῦσιν ὑψηλάς, ὥστε τὴν ἐκ τῶν βώλων λιγνὺν μετέωρον ἐξαίρεσθαι· βαρεῖα γάρ ἐστι καὶ ὀλέθριος.
他们把银的炼炉造得很高,以便让矿石中产生的有害且沉重的烟尘高高升起;因为它是沉重且致命的。
τῶν δὲ χαλκουργείων τινὰ καλεῖται χρυσεῖα, ἐξ ὧν τεκμαίρονται χρυσὸν ἐξ αὐτῶν ὀρύττεσθαι πρότερον.
有些铜矿被称为“金矿”,人们由此推测,以前曾从这些矿中开采过黄金。