Humanitext Reader

斯特拉波 · 地理学 §3.2.11-3.2.12

塔尔特苏斯的考证与荷马神话的地理渊源

第 101 段,共 577 段 · 希腊语

内容简介

阐述了关于拜蒂斯河源头及塔尔特苏斯名称的各种观点,并论证了荷马的神话(如塔尔塔罗斯和普兰克泰)可能基于这些地区的实际地理记忆。

§3.2.11οὐ πολὺ δʼ ἄπωθεν τοῦ Καστλῶνος ἔστι καὶ τὸ ὄρος ἐξ οὗ ῥεῖν φασι τὸν Βαῖτιν, ὃ καλοῦσιν Ἀργυροῦν διὰ τὰ ἀργυρεῖα τὰ ἐν αὐτῷ.
离卡斯图洛不远还有一座山,人们说瓜达尔基维尔河就是从那里流出的,由于其中的银矿,人们称其为“银山”。
Πολύβιος δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτιβηρίας ῥεῖν φησι, διέχοντας ἀλλήλων ὅσον ἐνακοσίους σταδίους· αὐξηθέντες γὰρ οἱ Κελτίβηρες ἐποίησαν καὶ τὴν πλησιόχωρον πᾶσαν ὁμώνυμον ἑαυτοῖς.
波里比乌斯则说,阿纳斯河和这条河都流自凯尔特伊比利亚,彼此相距约九百斯塔迪翁;因为凯尔特伊比利亚人强大起来后,使邻近的所有地区都与他们同名。
ἐοίκασι δʼ οἱ παλαιοὶ καλεῖν τὸν Βαῖτιν Ταρτησσόν, τὰ δὲ Γάδειρα καὶ τὰς πρὸς αὐτὴν νήσους Ἐρύθειαν· διόπερ οὕτως εἰπεῖν ὑπολαμβάνουσι Στησίχορον περὶ τοῦ Γηρυόνος βουκόλου διότι γεννηθείη σχεδὸν ἀντιπέρας κλεινᾶς Ἐρυθείας Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς ἀπείρονας ἀργυρορίζους, ἐν κευθμῶνι πέτρας.
古人似乎把拜蒂斯河称为塔尔特苏斯,而把加德伊拉及其邻近的岛屿称为埃律提亚;因此他们理解司苔西科罗斯关于革律翁的牧牛人曾这样说过,即他出生在“几乎在著名的埃律提亚的对岸,在塔尔特苏斯河无数银根源泉的近旁,在岩石的洞穴中”。
δυεῖν δὲ οὐσῶν ἐκβολῶν τοῦ ποταμοῦ πόλιν ἐν τῷ μεταξὺ χώρῳ κατοικεῖσθαι πρότερον φασίν, ἣν καλεῖσθαι Ταρτησσὸν ὁμώνυμον τῷ ποταμῷ, καὶ τὴν χώραν Ταρτησσίδα, ἣν νῦν Τουρδοῦλοι νέμονται.
由于该河有两个河口,人们说以前在其夹缝地带有一座有人居住的城市,被称为塔尔特苏斯,与该河同名,而该地区被称为塔尔特西斯,现在由图尔杜利人占领。
καὶ Ἐρατοσθένης δὲ τὴν συνεχῆ τῇ Κάλπῃ Ταρτησσίδα καλεῖσθαί φησι καὶ Ἐρύθειαν νῆσον εὐδαίμονα.
埃拉托斯特尼也说,与卡尔佩相连的地区被称为塔尔特西斯,而埃律提亚被称为福地之岛。
πρὸς ὃν Ἀρτεμίδωρος ἀντιλέγων καὶ ταῦτα ψευδῶς λέγεσθαί φησιν ὑπʼ αὐτοῦ καθάπερ καὶ τὸ ἀπὸ Γαδείρων ἐπὶ τὸ ἱερὸν ἀκρωτήριον διάστημα ἀπέχειν ἡμερῶν πέντε πλοῦν, οὐ πλειόνων ὄντων ἢ χιλίων καὶ ἑπτακοσίων σταδίων, καὶ τὸ τὰς ἀμπώτεις μέχρι δεῦρο περατοῦσθαι ἀντὶ τοῦ κύκλῳ περὶ πᾶσαν τὴν οἰκουμένην συμβαίνειν, καὶ τὸ τὰ προσαρκτικὰ μέρη τῆς Ἰβηρίας εὐπαροδώτερα εἶναι πρὸς τὴν Κελτικὴν ἢ κατὰ τὸν ὠκεανὸν πλέουσι, καὶ ὅσα δὴ ἄλλα εἴρηκε Πυθέᾳ πιστεύσας.
对此,阿尔特米多鲁斯予以反驳,并说他所说的这些话也是虚假的,正如他说从加德伊拉到圣角的距离需要航行五天,而实际距离不超过一千七百斯塔迪翁;以及潮汐在这里终止,而不是环绕整个有人居住的世界发生;以及伊比利亚北部地区比通过海洋航行的人更容易通往凯尔特地区;以及他因相信庇西亚斯而说的其他所有话。
§3.2.12̔ο δὲ ποιητὴς πολύφωνός τις ὢν καὶ πολυίστωρ δίδωσιν ἀφορμὰς ὡς οὐδὲ τούτων ἀνήκοός ἐστι τῶν τόπων, εἴ τις ὀρθῶς συλλογίζεσθαι βούλοιτο ἀπʼ ἀμφοῖν, τῶν τε χεῖρον λεγομένων περὶ αὐτῶν καὶ τῶν ἄμεινον καὶ ἀληθέστερον.
但诗人是一位具有多重声音和博学的人,如果有人愿意从这两方面——关于这些地方的较差的说法和较好且更真实的说法——进行正确的推断,他就提供了线索,表明他并非没有听说过这些地方。
χεῖρον μέν, ὅτι πρὸς δύσιν ἐσχάτη ἤκουεν αὕτη, ὅπου, καθάπερ αὐτός φησιν, εἰς τὸν ὠκεανὸν ἐμπίπτει λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
较差的说法是,因为这片土地被听闻是在极西之地,正如他自己所说,“灿烂的阳光落入大洋,将黑夜拉到赐予粮食的大地上”。
ἡ δὲ νὺξ ὅτι δύσφημον καὶ τῷ Ἅιδῃ πλησιάζον, ὁ δὲ Ἅιδης τῷ Ταρτάρῳ, εἰκάζοι ἄν τις ἀκούοντα περὶ Ταρτησσοῦ τὸν Τάρταρον ἐκεῖθεν παρονομάσαι τὸν ἔσχατον τῶν ὑποχθονίων τόπων, προσθεῖναι δὲ καὶ μῦθον τὸ ποιητικὸν σώζοντα.
由于夜是不吉利的且接近哈迪斯,而哈迪斯又接近塔尔塔罗斯,人们可能会推测,他在听说了塔尔特苏斯之后,便从那个名字派生出地下最深处的地方为塔尔塔罗斯,并添加了一个保持诗歌特性的神话。
καθάπερ καὶ τοὺς Κιμμερίους εἰδὼς ἐν βορείοις καὶ ζοφεροῖς οἰκήσαντας τόποις τοῖς κατὰ τὸν Βόσπορον ἵδρυσεν αὐτοὺς πρὸς τῷ Ἅιδῃ, τάχα καὶ κατά τι κοινὸν τῶν Ἰώνων ἔχθος πρὸς τὸ φῦλον τοῦτο· καὶ γὰρ καθʼ Ὅμηρον ἢ μικρὸν πρὸ αὐτοῦ λέγουσι τὴν τῶν Κιμμερίων ἔφοδον γενέσθαι τὴν μέχρι τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας.
正如他知道辛梅里安人居住在博斯普鲁斯周围北方且阴暗的地方,却把他们安置在哈迪斯近旁,这也许也是由于爱奥尼亚人对这一种族的某种共同仇恨;因为他们说在荷马时期或在他之前不久,辛梅里安人曾入侵,一直到达埃奥利斯和爱奥尼亚。
ταῖς δὲ Κυανέαις ἐποίησε παραπλησίως τὰς Πλαγκτάς, ἀεὶ τοὺς μύθους ἀπό τινων ἱστοριῶν ἐνάγων.
他以类似于库阿涅埃的方式创造了普兰克泰,总是从某些历史事实中引入他的神话。
χαλεπὰς γάρ τινας μυθεύει πέτρας, καθάπερ τὰς Κυανέας φασίν, ἐξ οὗ καὶ Συμπληγάδες καλοῦνται· διόπερ καὶ τὸν Ἰάσονος παρέθηκε διʼ αὐτῶν πλοῦν· καὶ ὁ κατὰ τὰς στήλας δὲ πορθμὸς καὶ ὁ κατὰ Σικελίαν ὑπηγόρευον αὐτῷ τὸν περὶ τῶν Πλαγκτῶν μῦθον.
因为他将一些险恶的岩石神话化,正如人们所说的库阿涅埃,因此它们也被称为辛普勒加得斯;因此他也加入了伊阿宋穿过它们的航行;而海峡两柱处和西西里处的海峡,也启发了他关于普兰克泰的神话。
πρὸς μὲν δὴ τὸ χεῖρον ἀπὸ τῆς τοῦ Ταρτάρου μυθοποιίας αἰνίττοιτό τις ἂν τὴν τῶν τόπων μνήμην τῶν περὶ Ταρτησσόν.
那么,就较差的方面而言,从塔尔塔罗斯的神话创作中,人们或许可以暗示塔尔特苏斯周围地方的记忆。

词汇与语法注释

  1. 3.2.11πρὸς ὃν ¦p.201¦ Ἀρτεμίδωρος ἀντιλέγων — πρὸς ὃν 中的关系代词指代前文的埃拉托斯特尼。在主句动词 φησίν 的支配下,后半部分的三个冠词性不定式短语(tò ... διάστημα ἀπέχειν...、tò τὰς ἀμπώτεις ... περατοῦσθαι、tò τὰ προσαρκτικὰ μέρη ... εἶναι)以同格形式并列,用以具体说明埃拉托斯特尼的哪些言论是虚假的(ταῦτα ψευδῶς λέγεσθαι)。
  2. 3.2.12ἤκουεν — 动词 ἀκούω(听)的未完成过去式。此处以 αὕτη,(这片土地)为主语,具有类似于表示名声的自动词/被动意义(类似于拉丁语 *bene/male audire* 的用法,即“被传闻为……”)。虽然也可以理解为以诗人为主语(“他听说这片土地在极西”),但结合上下文关于该地区负面传闻的语境,将其理解为该地区“被传言为”在极西更为自然。
  3. 3.2.12ὡς οὐδὲ τούτων ἀνήκοός ἐστι τῶν τόπων — ὡς 引导的从句起同位语作用,解释名词 ἀφορμάς(线索/依据)的具体内容。形容词 ἀνήκοος(没听说过的、不了解的)由否定前缀 α- 与动词 ἀκούω(支配属格)构成,因此它支配属格名词短语 τούτων τῶν τόπων(关于这些地方)。双重否定(οὐδὲ ... ἀνήκοος)表达了强烈的肯定意义:“他并非没有听说过(实际上非常了解)这些地方”。

引用这一段

斯特拉波, 地理学 §3.2.11-3.2.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.2.11-3.2.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。