§3.2.1τῆς δʼ οὖν ἐντὸς τοῦ Ἄνα παραλίας ὑπερκεῖσθαι συμβαίνει τὴν Τουρδητανίαν, ἣν ὁ Βαῖτις διαρρεῖ ποταμός.
いずれにせよ、アナス川の内側の海岸線の上方にトゥルデタニアが位置しており、そこをバイティス川が流れている。
ἀφορίζει δὲ αὐτὴν πρὸς μὲν τὴν ἑσπέραν καὶ ἄρκτον ὁ Ἄνας ποταμός, πρὸς δὲ τὴν ἕω Καρπητανῶν τέ τινες καὶ Ὠρητανοί, πρὸς νότον δὲ Βαστητανῶν οἱ μεταξὺ τῆς Κάλπης καὶ τῶν Γαδείρων στενὴν νεμόμενοι παραλίαν, καὶ ἡ ἑξῆς θάλαττα μέχρι Ἄνα.
そして、西と北に対してはアナス川がその境界を画定し、東に対してはカルペタニア人の一部とオレタニア人が、南に対してはカルペとガデイラの間の狭い海岸線に居住しているバステタニア人たち、およびそれに続くアナス川にいたる海が境界となっている。
καὶ οἱ Βαστητανοὶ δὲ οὓς εἶπον τῇ Τουρδητανίᾳ πρόσκεινται καὶ οἱ ἔξω τοῦ Ἄνα καὶ οἱ πολλοὶ τῶν προσχώρων.
私が言及したバステタニア人たちも、アナス川の外側の人々や近隣の住民の多くと同様に、トゥルデタニアに隣接している。
μέγεθος δʼ οὐ πλεῖόν ἐστι τῆς χώρας ταύτης ἐπὶ μῆκος καὶ πλάτος ἢ δισχίλιοι στάδιοι.
この地域の大きさは、長さおよび幅において二千スタディオンを超えない。
πόλεις δʼ ὑπερβάλλουσαι τὸ πλῆθος· καὶ γὰρ διακοσίας φασί·
都市の数は極めて多く、二百あると言われている。
γνωριμώταται δὲ αἱ ἐπὶ τοῖς ποταμοῖς ἱδρυμέναι καὶ ταῖς ἀναχύσεσι καὶ τῇ θαλάττῃ διὰ τὰς χρείας.
その中で最もよく知られているのは、その利便性のために、川や入り江や海沿いに建てられた都市である。
πλεῖστον δʼ ἥ τε Κόρδυβα ηὔξηται, Μαρκέλλου κτίσμα, καὶ δόξῃ καὶ δυνάμει καὶ ἡ τῶν Γαδιτανῶν πόλις, ἡ μὲν διὰ τὰς ναυτιλίας καὶ διὰ τὸ προσθέσθαι Ῥωμαίοις κατὰ συμμαχίας, ἡ δὲ χώρας ἀρετῇ καὶ μεγέθει, προσλαμβάνοντος καὶ τοῦ ποταμοῦ Βαίτιος μέγα μέρος·
そして、マルケルスによって創建されたコルドゥバ、およびガディタニア人の都市が、名声においても勢力においても最も大きく発展した。 一方は航海と、同盟に基づいてローマと同盟を結んだことによってであり、他方は土地の肥沃さと大きさによるものであって、これにはバイティス川も大きく貢献している。
ᾤκησάν τε ἐξ ἀρχῆς Ῥωμαίων τε καὶ τῶν ἐπιχωρίων ἄνδρες ἐπίλεκτοι·
また、当初からローマ人と現地人の選りすぐりの人々がそこに居住した。
καὶ δὴ καὶ πρώτην ἀποικίαν ταύτην εἰς τούσδε τοὺς τόπους ἔστειλαν Ῥωμαῖοι.
そして実際、ローマ人がこれらの地方へ送った最初の植民都市がこれであった。
μετὰ δὲ ταύτην καὶ τὴν τῶν Γαδιτανῶν ἡ μὲν Ἵσπαλις ἐπιφανής, καὶ αὐτὴ ἄποικος Ῥωμαίων·
これとガディタニア人の都市の次にはヒスパリスが著名であり、これもまたローマの植民都市である。
νυνὶ δὲ τὸ μὲν ἐμπόριον συμμένει, τῇ τιμῇ δὲ καὶ τῷ ἐποικῆσαι νεωστὶ τοὺς Καίσαρος στρατιώτας ἡ Βαῖτις ὑπερέχει καίπερ οὐ συνοικουμένη λαμπρῶς.
現在、その商業地としての地位は維持されているが、地位の高さと、最近カエサルの兵士たちが再入植したことにおいては、バイティスが、華々しく人が住んでいるわけではないものの、優っている。
§3.2.2μετὰ δὲ ταύτας Ἰτάλικα καὶ Ἴλιπα ἐπὶ τῷ Βαίτι, Ἄστιγις δʼ ἀπωτέρω καὶ Κάρμων καὶ Ὀβούλκων, ἔτι δὲ ἐν αἷς οἱ Πομπηίου παῖδες κατεπολεμήθησαν, Μοῦνδα καὶ Ἀτέγουα καὶ Οὔρσων καὶ Τοῦκκις καὶ Οὐλία καὶ Αἴγουα·
これらの都市の次には、バイティス川沿いにイタリカとイリパがあり、少し離れてアスティギス、カルモン、オブゥルコンがあり、さらに、ポンペイウスの息子たちが打ち破られた諸都市、すなわちムンダ、アテグア、ウルソン、トゥッキス、ウリア、アイグアがある。
ἅπασαι δʼ αὗται Κορδύβης οὐκ ἄπωθεν.
これらすべてはコルドゥバから遠くない。
τρόπον δέ τινα μητρόπολις κατέστη τοῦ τόπου τούτου Μοῦνδα·
ある意味で、ムンダはこの地域の中心都市となった。
διέχει δὲ Καρτηίας ἡ Μοῦνδα σταδίους * χιλίους καὶ τετρακοσίους, εἰς ἣν ἔφυγεν ἡττηθεὶς ὁ Γναῖος, εἶτʼ ἐκπλεύσας ἔνθεν καὶ ἐκβὰς εἴς τινα ὑπερκειμένην θαλάττης ὀρεινὴν διεφθάρη.
ムンダはカルテイアから千四百スタディオン離れており、そこへ敗北したグナエウスが逃れ、そこから船出して陸に上がり、海の上方にある山岳地帯の一つで殺された。
ὁ δʼ ἀδελφὸς αὐτοῦ Σέξτος ἐκ Κορδύβης σωθεὶς καὶ μικρὸν ἐν τοῖς Ἴβηρσι πολεμήσας χρόνον ὕστερον Σικελίαν ἀπέστησεν, εἶτʼ ἐκπεσὼν ἐνθένδε εἰς τὴν Ἀσίαν ἁλοὺς ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν ἐν Μιδαείῳ κατέστρεψε τὸν βίον.
彼の兄弟セクストゥスはコルドゥバから逃れて生き延び、イベリア人の間で短い間戦争をした後、後にシキリアを反乱させ、そこから追い出されてアジアへ行き、アントニウスの将軍たちに捕らえられてミダエイオンでその生涯を終えた。
ἐν δὲ τοῖς Κελτικοῖς Κονίστοργίς ἐστι γνωριμωτάτη·
ケルト人の領域の中ではコニストルギスが最もよく知られている。
ἐπὶ δὲ ταῖς ἀναχύσεσιν ἡ Ἄστα, εἰς ἣν οἱ Γαδιτανοὶ συνίασι μάλιστα, ὑπερκειμένην τοῦ ἐπινείου τῆς νήσου σταδίους οὐ πολὺ πλείους τῶν ἑκατόν.
また、入り江沿いにはアスタがあり、そこへガディタニア人たちが最も頻繁に集まる。 これは島の港から百スタディオンをそれほど超えない上方に位置している。
§3.2.3παροικεῖται δὲ ὑπὸ πλείστων ὁ Βαῖτις καὶ ἀναπλεῖται σχεδόν τι ἐπὶ χιλίους καὶ διακοσίους σταδίους ἐκ θαλάττης μέχρι Κορδύβης καὶ τῶν μικρὸν ἐπάνω τόπων.
バイティス川の沿岸には極めて多くの人々が居住しており、海からコルドゥバおよびその少し上流の地域まで、ほぼ千二百スタディオンにわたって川を遡行することができる。
καὶ δὴ καὶ ἐξείργασται περιττῶς ἥ τε παραποταμία καὶ τὰ ἐν τῷ ποταμῷ νησίδια.
そして実際、川沿いの地域も川の中の小島も、非常に見事に耕作されている。
πρόσεστι δὲ καὶ τὸ τῆς ὄψεως τερπνόν, ἄλσεσι καὶ ταῖς ἄλλαις φυτουργίαις ἐκπεπονημένων τῶν χωρίων.
さらに、それらの土地が樹林やその他の植樹活動によって入念に整えられているため、景観の美しさも加わっている。
μέχρι μὲν οὖν Ἱσπάλιος ὁλκάσιν ἀξιολόγοις ὁ ἀνάπλους ἐστὶν ἐπὶ σταδίους οὐ πολὺ λείποντας τῶν πεντακοσίων, ἐπὶ δὲ τὰς ἄνω πόλεις μέχρι Ἰλίπας ταῖς ἐλάττοσι, μέχρι δὲ Κορδύβης τοῖς ποταμίοις σκάφεσι, πηκτοῖς μὲν τὰ νῦν τὸ παλαιὸν δὲ καὶ μονοξύλοις·
さて、ヒスパリスまでは、五百スタディオンに少し足りない距離にわたって、かなり大きな商船での遡行が可能であり、それより上流の都市イリパまではより小型の船で、コルドゥバまでは河川用の舟(現在は組み立て式の、昔は一木造りのものもあった)で遡行できる。
τὸ δʼ ἄνω τὸ ἐπὶ Καστλῶνος οὐκ ἔστι πλόιμον·
カストゥロンに至るそれより上流は航行不能である。
παράλληλοι δέ τινες ῥάχεις ὀρῶν παρατείνουσι τῷ ποταμῷ μᾶλλόν τε καὶ ἧττον αὐτῷ συνάπτουσαι πρὸς βορρᾶν, μετάλλων πλήρεις.
そして、いくつかの平行する山脈が川に沿って延びており、北側で川に多かれ少なかれ接近しており、鉱物に満ちている。
πλεῖστος δʼ ἐστὶν ἄργυρος ἐν τοῖς κατὰ Ἴλιπαν τόποις καὶ τοῖς κατὰ Σισάπωνα τόν τε παλαιὸν λεγόμενον καὶ τὸν νέον·
銀は、イリパ周辺の地域や、旧シサポンおよび新シサポンと呼ばれる地域に最も多く存在する。
κατὰ δὲ τὰς Κωτίνας λεγομένας χαλκός τε ἅμα γεννᾶται καὶ χρυσός.
また、コティナスと呼ばれる場所では、銅と金が同時に産出する。
ἐν ἀριστερᾷ μὲν οὖν ἐστι τοῖς ἀναπλέουσι τὰ ὄρη ταῦτα, ἐν δεξιᾷ δὲ πεδίον μέγα καὶ ὑψηλὸν καὶ εὔκαρπον καὶ μεγαλόδενδρον καὶ εὔβοτον.
したがって、川を遡行する人々にとって、これらの山々は左手にあり、右手には広大で高台にあり、肥沃で大樹が茂り、牧草の豊かな平野がある。
ἔχει δὲ καὶ ὁ Ἄνας ἀνάπλουν, οὔτε δὲ τηλικούτοις σκάφεσιν οὔτʼ ἐπὶ τοσοῦτον.
アナス川も遡行航路を有しているが、これほど大きな舟でもなく、これほど遠くまででもない。
ὑπέρκειται δὲ καὶ αὐτοῦ μεταλλείας ἔχοντα ὄρη, καθήκει δὲ ταῦτα πρὸς τὸν Τάγον.
この川の上方にも鉱山を有する山々がそびえており、これらはタゴス川の方へと延びている。
τὰ μὲν οὖν τὰς μεταλλείας ἔχοντα χωρία ἀνάγκη τραχέα τε εἶναι καὶ παράλυπρα, οἷάπερ καὶ τὰ τῇ Καρπητανίᾳ συνάπτοντα καὶ ἔτι μᾶλλον τοῖς Κελτίβηρσι.
さて、鉱山を有する地域は険しく不毛であらざるを得ず、それはカルペタニアに隣接する地域や、ケルティベリア人の地域においてはなおさらである。
τοιαύτη δὲ καὶ ἡ Βαιτουρία ξηρὰ ἔχουσα πεδία τὰ παρήκοντα τῷ Ἄνᾳ.
バイトゥリアも同様であり、アナス川に沿って広がる乾燥した平野を有している。