Humanitext Reader

斯特拉波 · 地理学 §3.2.1-3.2.3

图尔德塔尼亚的边界主要城市与河流

第 96 段,共 577 段 · 希腊语

内容简介

作者论述了图尔德塔尼亚的地理边界、哥尔多巴和加代拉等主要城市的兴盛与历史,并介绍了拜蒂斯河和阿纳斯河的通航性以及周边丰富的银矿等自然资源。

§3.2.1τῆς δʼ οὖν ἐντὸς τοῦ Ἄνα παραλίας ὑπερκεῖσθαι συμβαίνει τὴν Τουρδητανίαν, ἣν ὁ Βαῖτις διαρρεῖ ποταμός.
无论如何,图尔德塔尼亚位于阿纳斯河内侧的海岸上方,拜蒂斯河流经该地。
ἀφορίζει δὲ αὐτὴν πρὸς μὲν τὴν ἑσπέραν καὶ ἄρκτον ὁ Ἄνας ποταμός, πρὸς δὲ τὴν ἕω Καρπητανῶν τέ τινες καὶ Ὠρητανοί, πρὸς νότον δὲ Βαστητανῶν οἱ μεταξὺ τῆς Κάλπης καὶ τῶν Γαδείρων στενὴν νεμόμενοι παραλίαν, καὶ ἡ ἑξῆς θάλαττα μέχρι Ἄνα.
阿纳斯河在西面和北面为其界限,东面是卡尔佩塔尼亚人的部分部族和奥雷塔尼亚人,南面则是居住在卡尔佩和加代拉之间狭窄海岸的巴斯泰塔尼亚人,以及紧邻其上直达阿纳斯河的海域。
καὶ οἱ Βαστητανοὶ δὲ οὓς εἶπον τῇ Τουρδητανίᾳ πρόσκεινται καὶ οἱ ἔξω τοῦ Ἄνα καὶ οἱ πολλοὶ τῶν προσχώρων.
我所提到的巴斯泰塔尼亚人也与图尔德塔尼亚相邻,正如阿纳斯河外侧的人们以及大多数邻近居民一样。
μέγεθος δʼ οὐ πλεῖόν ἐστι τῆς χώρας ταύτης ἐπὶ μῆκος καὶ πλάτος ἢ δισχίλιοι στάδιοι.
该地区的面积,在长度和宽度上都不超过两千斯塔迪亚。
πόλεις δʼ ὑπερβάλλουσαι τὸ πλῆθος· καὶ γὰρ διακοσίας φασί· γνωριμώταται δὲ αἱ ἐπὶ τοῖς ποταμοῖς ἱδρυμέναι καὶ ταῖς ἀναχύσεσι καὶ τῇ θαλάττῃ διὰ τὰς χρείας.
城镇数量极多,因为人们说有两百个;其中最著名的,是因其实用性而建在河流、潮汐口和海边城镇。
πλεῖστον δʼ ἥ τε Κόρδυβα ηὔξηται, Μαρκέλλου κτίσμα, καὶ δόξῃ καὶ δυνάμει καὶ ἡ τῶν Γαδιτανῶν πόλις, ἡ μὲν διὰ τὰς ναυτιλίας καὶ διὰ τὸ προσθέσθαι Ῥωμαίοις κατὰ συμμαχίας, ἡ δὲ χώρας ἀρετῇ καὶ μεγέθει, προσλαμβάνοντος καὶ τοῦ ποταμοῦ Βαίτιος μέγα μέρος· ᾤκησάν τε ἐξ ἀρχῆς Ῥωμαίων τε καὶ τῶν ἐπιχωρίων ἄνδρες ἐπίλεκτοι· καὶ δὴ καὶ πρώτην ἀποικίαν ταύτην εἰς τούσδε τοὺς τόπους ἔστειλαν Ῥωμαῖοι.
由马塞拉斯创建的哥尔多巴,以及加代拉人的城市,在声誉和势力上都发展得最为强盛。 一者是因为航海以及通过盟约加入罗马人的同盟,另一者是因为其领土的肥沃和广阔,拜蒂斯河也对此贡献了很大一部分;并且从一开始,罗马人和当地人的杰出人士就居住于此;事实上,罗马人向这些地区派遣的第一批殖民地就是该城。
μετὰ δὲ ταύτην καὶ τὴν τῶν Γαδιτανῶν ἡ μὲν Ἵσπαλις ἐπιφανής, καὶ αὐτὴ ἄποικος Ῥωμαίων· νυνὶ δὲ τὸ μὲν ἐμπόριον συμμένει, τῇ τιμῇ δὲ καὶ τῷ ἐποικῆσαι νεωστὶ τοὺς Καίσαρος στρατιώτας ἡ Βαῖτις ὑπερέχει καίπερ οὐ συνοικουμένη λαμπρῶς.
在这座城市和加代拉人的城市之后,希斯帕利斯也很著名,它本身也是罗马人的殖民地;如今,尽管其贸易港口的地位得以保留,但在荣誉以及最近凯撒的士兵在此重新定居方面,拜蒂斯城更胜一筹,尽管该城目前居民并不算繁盛。
§3.2.2μετὰ δὲ ταύτας Ἰτάλικα καὶ Ἴλιπα ἐπὶ τῷ Βαίτι, Ἄστιγις δʼ ἀπωτέρω καὶ Κάρμων καὶ Ὀβούλκων, ἔτι δὲ ἐν αἷς οἱ Πομπηίου παῖδες κατεπολεμήθησαν, Μοῦνδα καὶ Ἀτέγουα καὶ Οὔρσων καὶ Τοῦκκις καὶ Οὐλία καὶ Αἴγουα· ἅπασαι δʼ αὗται Κορδύβης οὐκ ἄπωθεν.
在这些城市之后,是拜蒂斯河畔的伊塔里卡和伊利帕,较远处的阿斯蒂吉斯、卡尔蒙和奥布尔孔,此外还有庞培的儿子们被击败的那些城市:穆达、阿特瓜、乌尔松、图基斯、乌利亚和艾瓜;所有这些城市都离哥尔多巴不远。
τρόπον δέ τινα μητρόπολις κατέστη τοῦ τόπου τούτου Μοῦνδα· διέχει δὲ Καρτηίας ἡ Μοῦνδα σταδίους * χιλίους καὶ τετρακοσίους, εἰς ἣν ἔφυγεν ἡττηθεὶς ὁ Γναῖος, εἶτʼ ἐκπλεύσας ἔνθεν καὶ ἐκβὰς εἴς τινα ὑπερκειμένην θαλάττης ὀρεινὴν διεφθάρη.
在某种意义上,穆达成为了该地区的中心城市;穆达距离卡尔泰亚 * 一千四百斯塔迪亚,战败的格奈乌斯曾逃往该城,随后从那里乘船出海,并在海上方的一处山地登陆后被杀。
ὁ δʼ ἀδελφὸς αὐτοῦ Σέξτος ἐκ Κορδύβης σωθεὶς καὶ μικρὸν ἐν τοῖς Ἴβηρσι πολεμήσας χρόνον ὕστερον Σικελίαν ἀπέστησεν, εἶτʼ ἐκπεσὼν ἐνθένδε εἰς τὴν Ἀσίαν ἁλοὺς ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν ἐν Μιδαείῳ κατέστρεψε τὸν βίον.
他的兄弟塞克斯图斯从哥尔多巴逃生,在伊比利安人中进行了短暂的战争,后来煽动西西里反叛,随后从那里被驱逐到亚洲,被安东尼的将军们俘获,在米达埃翁结束了一生。
ἐν δὲ τοῖς Κελτικοῖς Κονίστοργίς ἐστι γνωριμωτάτη· ἐπὶ δὲ ταῖς ἀναχύσεσιν ἡ Ἄστα, εἰς ἣν οἱ Γαδιτανοὶ συνίασι μάλιστα, ὑπερκειμένην τοῦ ἐπινείου τῆς νήσου σταδίους οὐ πολὺ πλείους τῶν ἑκατόν.
在凯尔特人的领地中,科尼斯特吉斯最为著名;而在潮汐口上则是阿斯塔,加代拉人最常聚集于此,它位于该岛港口上方,距离不超过一百多斯塔迪亚。
§3.2.3παροικεῖται δὲ ὑπὸ πλείστων ὁ Βαῖτις καὶ ἀναπλεῖται σχεδόν τι ἐπὶ χιλίους καὶ διακοσίους σταδίους ἐκ θαλάττης μέχρι Κορδύβης καὶ τῶν μικρὸν ἐπάνω τόπων.
拜蒂斯河沿岸居住着极多的人口,从海口向上游到哥尔多巴及其稍往上的地区,大约有一千二百斯塔迪亚的航道可以通航。
καὶ δὴ καὶ ἐξείργασται περιττῶς ἥ τε παραποταμία καὶ τὰ ἐν τῷ ποταμῷ νησίδια.
实际上,沿河地区和河中的小岛都得到了极好的开发。
πρόσεστι δὲ καὶ τὸ τῆς ὄψεως τερπνόν, ἄλσεσι καὶ ταῖς ἄλλαις φυτουργίαις ἐκπεπονημένων τῶν χωρίων.
此外,由于这些地方因树林和其他种植业而经过精心打理,还增添了景观的美丽。
μέχρι μὲν οὖν Ἱσπάλιος ὁλκάσιν ἀξιολόγοις ὁ ἀνάπλους ἐστὶν ἐπὶ σταδίους οὐ πολὺ λείποντας τῶν πεντακοσίων, ἐπὶ δὲ τὰς ἄνω πόλεις μέχρι Ἰλίπας ταῖς ἐλάττοσι, μέχρι δὲ Κορδύβης τοῖς ποταμίοις σκάφεσι, πηκτοῖς μὲν τὰ νῦν τὸ παλαιὸν δὲ καὶ μονοξύλοις· τὸ δʼ ἄνω τὸ ἐπὶ Καστλῶνος οὐκ ἔστι πλόιμον·
因此,直到希斯帕利斯,大商船可以向上游航行将近五百斯塔迪亚的距离;而到更上游的城市,直到伊利帕,则需使用较小的船只;到哥尔多巴则需使用河船(如今是拼接船,而在古代也有独木舟);至于卡斯图隆以上的上游则无法通航。
παράλληλοι δέ τινες ῥάχεις ὀρῶν παρατείνουσι τῷ ποταμῷ μᾶλλόν τε καὶ ἧττον αὐτῷ συνάπτουσαι πρὸς βορρᾶν, μετάλλων πλήρεις.
一些平行的山脊沿着河流延伸,在北面或多或少与河流相接,这些山脊富含矿藏。
πλεῖστος δʼ ἐστὶν ἄργυρος ἐν τοῖς κατὰ Ἴλιπαν τόποις καὶ τοῖς κατὰ Σισάπωνα τόν τε παλαιὸν λεγόμενον καὶ τὸν νέον· κατὰ δὲ τὰς Κωτίνας λεγομένας χαλκός τε ἅμα γεννᾶται καὶ χρυσός.
银矿在伊利帕周边地区以及被称为旧西萨蓬和新西萨蓬的地区最为丰富;而在被称为科蒂纳斯的地方,则同时产出铜和金。
ἐν ἀριστερᾷ μὲν οὖν ἐστι τοῖς ἀναπλέουσι τὰ ὄρη ταῦτα, ἐν δεξιᾷ δὲ πεδίον μέγα καὶ ὑψηλὸν καὶ εὔκαρπον καὶ μεγαλόδενδρον καὶ εὔβοτον.
因此,对于向上游航行的人来说,这些山脉在左侧,而右侧则是广阔、地势高、肥沃、树木繁茂且牧草丰美的平野。
ἔχει δὲ καὶ ὁ Ἄνας ἀνάπλουν, οὔτε δὲ τηλικούτοις σκάφεσιν οὔτʼ ἐπὶ τοσοῦτον.
阿纳斯河也有通航航道,但既不能通航如此大的船只,也不能通航如此远的距离。
ὑπέρκειται δὲ καὶ αὐτοῦ μεταλλείας ἔχοντα ὄρη, καθήκει δὲ ταῦτα πρὸς τὸν Τάγον.
它的上方也耸立着含有矿藏的山脉,这些山脉向下延伸至塔古斯河。
τὰ μὲν οὖν τὰς μεταλλείας ἔχοντα χωρία ἀνάγκη τραχέα τε εἶναι καὶ παράλυπρα, οἷάπερ καὶ τὰ τῇ Καρπητανίᾳ συνάπτοντα καὶ ἔτι μᾶλλον τοῖς Κελτίβηρσι.
然而,含有矿藏的地区必然崎岖且贫瘠,正如与卡尔佩塔尼亚接壤的地区,以及凯尔特伊比利安人的地区更是如此。
τοιαύτη δὲ καὶ ἡ Βαιτουρία ξηρὰ ἔχουσα πεδία τὰ παρήκοντα τῷ Ἄνᾳ.
拜图里亚也是如此,拥有沿着阿纳斯河延伸的干燥平原。

词汇与语法注释

  1. 3.2.1τῆς δʼ οὖν ἐντὸς τοῦ Ἄνα παραλίας — 动词 `ὑπερκεῖσθαι`(位于……上方、延伸至……后方)支配属格 `τῆς ... παραλίας`,意为“在阿纳斯河内侧海岸线的内陆方向”。
  2. 3.2.1ἡ μὲν ... ἡ δὲ ... — 对前文 `ἥ τε Κόρδυβα ... καὶ ἡ τῶν Γαδιτανῶν πόλις` 的交错指示(近指与远指);`ἡ μὲν` 指代较近的先行词(与航海相关的加代拉人的城市),而 `ἡ δὲ` 指代较远的先行词(与肥沃内陆和河流相关的哥尔多巴)。
  3. 3.2.1ἡ Βαῖτις — 女性单数定冠词 `ἡ` 表明此处指代的是名为拜蒂斯的城市(女性名词),而非同名的拜蒂斯河(男性名词 `ὁ Βαῖτις`)。
  4. 3.2.2ὑπερκειμένην — 斯特拉博文笔中常见的句法不一致(破格/Anacoluthon),分词 `ὑπερκειμένην` 使用了宾格,尽管它在语义上修饰主格主语 `ἡ Ἄστα`。
  5. 3.2.3πηκτοῖς μὲν τὰ νῦν τὸ παλαιὸν δὲ καὶ μονοξύλοις — 修饰名词 `σκάφεσι`(船只)的对比性形容词短语(无动词),简练地表达了建造方式的历史演变(“如今是拼接的,而在古代甚至是用单木做成的”)。

引用这一段

斯特拉波, 地理学 §3.2.1-3.2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.2.1-3.2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。