§3.2.4αὐτὴ δʼ ἡ Τουρδητανία θαυμαστῶς εὐτυχεῖ·
トゥルデタニアそれ自体は驚くほど恵まれている。
παμφόρου δʼ οὔσης αὐτῆς, ὡσαύτως δὲ καὶ πολυφόρου, διπλασιάζεται τὰ εὐτυχήματα ταῦτα τῷ ἐκκομισμῷ·
この土地があらゆるものを産出し、同様にまた豊かに産出することから、これらの恩恵は輸出によって倍増する。
τὸ γὰρ περιττεῦον τῶν καρπῶν ἀπεμπολεῖται ῥᾳδίως τῷ πλήθει τῶν ναυκληρίων.
作物の余剰分が、商船が多数あることによって容易に売り払われるからである。
ποιοῦσι δὲ τοῦτο οἵ τε ποταμοὶ καὶ αἱ ἀναχύσεις, ὡς εἶπον, ἐμφερεῖς τοῖς ποταμοῖς οὖσαι καὶ ἀναπλεόμεναι παραπλησίως ἐκ θαλάττης οὐ μικροῖς μόνον ἀλλὰ καὶ μεγάλοις σκάφεσιν εἰς τὰς ἐν τῇ μεσογαίᾳ πόλεις.
これを行っているのは、私が言及した、河川および河川に類似した入り江(潮汐の差し込み)であり、これらは海から小舟だけでなく大船によっても、内陸の諸都市へと同様に遡行可能である。
ἅπασα γάρ ἐστι πεδιὰς ἡ ὑπὲρ τῆς παραλίας ἐπὶ πολὺ τῆς μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ στηλῶν.
なぜなら、聖なる岬と(ヘラクレスの)柱の間の海岸線の上方に、はるかに広がっている地域はすべて平野だからである。
ἐνταῦθα δὲ πολλαχοῦ κοιλάδες εἰς τὴν μεσόγαιαν ἐκ τῆς θαλάττης ἀνέχουσι φάραγξι μετρίαις ἢ καὶ ῥείθροις ἐοικυῖαι ποταμίοις, ἐκτεταμέναι ἐπὶ πολλοὺς σταδίους·
そして、この地の至る所で、海から内陸へと谷が入り込んでおり、それらは中規模の峡谷あるいは河川の流れに似ており、多くのスタディオンにわたって延びている。
ταύτας δὲ πληροῦσιν αἱ τῆς θαλάττης ἐπιβάσεις κατὰ τὰς πλημμυρίδας, ὥστʼ ἀναπλεῖσθαι μηδὲν ἧττον ἢ τοὺς ποταμούς, ἀλλὰ καὶ βέλτιον·
これらを満潮時(高潮時)に海水の浸入が満たすため、川に勝るとも劣らないほど、いやむしろそれよりも良く遡行できる。
τοῖς γὰρ κατάπλοις ἔοικε τοῖς ποταμίοις, ἀντικόπτοντος μὲν οὐδενός, ἐπουρίζοντος δὲ τοῦ πελάγους καθάπερ τοῦ ποταμίου ῥεύματος διὰ τὴν πλημμυρίδα.
というのも、川を下ることに似ており、阻むものは何もなく、満潮のために外海が、ちょうど川の流れのように後押ししてくれるからである。
αἱ δʼ ἐπιβάσεις μείζους εἰσὶν ἐνταῦθα ἢ ἐν τοῖς ἄλλοις τόποις, ὅτι εἰς πόρον συνωθουμένη στενὸν ἡ θάλαττα ἐκ μεγάλου πελάγους, ὃν ἡ Μαυρουσία ποιεῖ πρὸς τὴν Ἰβηρίαν, ἀνακοπὰς λαμβάνει καὶ φέρεται πρὸς τὰ εἴκοντα μέρη τῆς γῆς εὐπετῶς.
ここでの潮の浸入は他の地域よりも大きい。 なぜなら、マウルシアがイベリアに対して形成している狭い海峡へと、大洋から海が押し寄せ、堰き止められ、陸地の受け入れる部分へと容易に流れ込むからである。
ἔνιαι μὲν οὖν τῶν τοιούτων κοιλάδων κενοῦνται κατὰ τὰς ἀμπώτεις, τινὰς δʼ οὐ παντάπασιν ἐπιλείπει τὸ ὕδωρ, ἔνιαι δὲ καὶ νήσους ἀπολαμβάνουσιν ἐν ἑαυταῖς.
それゆえ、このような谷の中には、干潮時に干上がるものもあるが、あるもの(谷)では水が完全に尽きることはなく、またあるものは内部に島々を取り込んでいる。
τοιαῦται μὲν οὖν εἰσιν αἱ ἀναχύσεις αἱ μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ τῶν στηλῶν, ἐπίδοσιν ἔχουσαι σφοδροτέραν παρὰ τὰς ἐν τοῖς ἄλλοις τόποις·
聖なる岬と柱の間の入り江はこのようであり、他の場所のものよりも激しい上昇を見せる。
ἡ τοιαύτη δʼ ἐπίδοσις ἔχει μέν τι καὶ πλεονέκτημα πρὸς τὰς χρείας τῶν πλοϊζομένων·
このような上昇は、航海者たちの必要にとって、ある面では利点を有している。
πλείους γὰρ καὶ μείζους ποιεῖ τὰς ἀναχύσεις, πολλάκις καὶ ἐπὶ * ὀκτὼ σταδίους ἀναπλεομένας, ὥστε τρόπον τινὰ πᾶσαν πλωτὴν παρέχεται τὴν γῆν καὶ εὐπετῆ πρός τε τὰς ἐξαγωγὰς τῶν φορτίων καὶ τὰς εἰσαγωγάς.
というのも、入り江をより多く、より大きくし、しばしば*8スタディオンにわたって遡行可能にするからであり、その結果、ある意味で土地全体を航行可能にし、荷物の搬出や搬入を容易にするからである。
ἔχει δέ τι καὶ ὀχληρόν·
しかし、煩わしい面もある。
αἱ γὰρ ἐν τοῖς ποταμοῖς ναυτιλίαι διὰ τὴν σφοδρότητα τῆς πλημμυρίδος ἰσχυρότερον τῇ ῥύσει τῶν ποταμῶν ἀντιπνέουσαν κίνδυνον οὐ μικρὸν τοῖς ναυκληρίοις ἐπιφέρουσι κατακομιζομένοις τε ὁμοίως καὶ ἀνακομιζομένοις.
河川における航行は、満潮の激しさのために、川の流れに一層強く逆らって押し寄せる潮によって、下る際にも上る際にも同様に、船主たちに小さからぬ危険をもたらすからである。
αἱ δὲ ἀμπώτεις ἐν ταῖς ἀναχύσεσίν εἰσι βλαβεραί·
そして、入り江における干潮も有害である。
ταῖς γὰρ πλημμυρίσιν ἀνὰ λόγον καὶ αὐταὶ παροξύνονται, διά τε τὸ τάχος καὶ ἐπὶ ξηρᾶς πολλάκις ἐγκατέλιπον τὴν ναῦν.
干潮もまた、満潮に比例して激しくなり、その引く速さのために、しばしば船を陸の上に置き去りにしてしまうからである。
τά τε βοσκήματα εἰς τὰς νήσους διαβαίνοντα τὰς πρὸ τῶν ἀναχύσεων τοτὲ μὲν οὖν καὶ ἐπεκλύσθη τοτὲ δὲ ἀπελήφθη, βιαζόμενα δʼ ἐπανελθεῖν οὐκ ἴσχυσεν ἀλλὰ διεφθάρη·
また、入り江の前に位置する島々へと渡る家畜は、ある時は潮に流され、またある時は取り残され、無理に戻ろうとしても戻れずに死んでしまう。
τὰς δὲ βοῦς φασι καὶ τετηρηκυίας τὸ συμβαῖνον περιμένειν τὴν ἀναχώρησιν τῆς θαλάττης καὶ τότε ἀπαίρειν εἰς τὴν ἤπειρον.
しかし、雌牛たちはこの現象を観察しており、海の退潮を待ってから本土へと戻るのだと言われている。