Humanitext Reader

ストラボン · 地理誌 §3.1.7-3.1.9

ヘラクレスの柱からガデイラに至る海岸線

95 / 577 箇所 · ギリシア語

要旨

著者はカルペの山やカルテイアなどの名所を含むヘラクレスの柱周辺の地理を詳述し、続いて大西洋の交易拠点であるガデイラ島、そしてバイティス川およびアナス川河口周辺の沿岸都市や入江、灯台の存在について解説する。

§3.1.7τῆς δὲ παραλίας ταύτης, εἰς ἣν ὅ τε Βαῖτις καὶ ὁ Ἄνας ἐκδίδωσι, καὶ τῶν ἐσχάτων τῆς Μαυρουσίας εἰς τὸ μεταξὺ ἐμπῖπτον τὸ Ἀτλαντικὸν πέλαγος ποιεῖ τὸν κατὰ στήλας πορθμόν, καθʼ ὃν ἡ ἐντὸς θάλαττα συνάπτει τῇ ἐκτός.
そして、バイティス川とアナス川が注ぐこの海岸線と、マウルシアの最果ての地との間に流れ込む大西洋が、柱のところにある海峡を形成しており、それを通じて内海が外海と結びついている。
ἐνταῦθα δὴ ὄρος ἐστὶ τῶν Ἰβήρων τῶν καλουμένων Βαστητανῶν, οὓς καὶ Βαστούλους καλοῦσιν, ἡ Κάλπη, τῇ περιοχῇ μὲν οὐ μέγα τῷ δʼ ὕψει μέγα καὶ ὄρθιον ὥστε πόρρωθεν νησοειδὲς φαίνεσθαι.
まさにここには、バストゥリア人とも呼ばれる、バステタニア人と呼ばれるイベリア人の山であるカルペがあり、それは周囲の長さにおいては大きくないが、高さにおいては高く切り立っているため、遠くからは島のように見える。
ἐκπλέουσιν οὖν ἐκ τῆς ἡμετέρας θαλάττης εἰς τὴν ἔξω δεξιόν ἐστι τοῦτο, καὶ πρὸς αὐτὸ Καρτηία πόλις ἐν τετταράκοντα σταδίοις ἀξιόλογος καὶ παλαιά, ναύσταθμόν ποτε γενομένη τῶν Ἰβήρων.
それゆえ、我々の海から外(の海)へと船出する人々にとって、これは右手にあり、その近くの四十スタディオンのところには、かつてイベリア人の軍港であった、有名で古い都市カルテイアがある。
ἔνιοι δὲ καὶ Ἡρακλέους κτίσμα λέγουσιν αὐτήν, ὧν ἐστι καὶ Τιμοσθένης, ὅς φησι καὶ Ἡράκλειαν ὀνομάζεσθαι τὸ παλαιόν, δείκνυσθαί τε μέγαν περίβολον καὶ νεωσοίκους.
ある人々はこれをヘラクレスの創建だとも言っている。 彼らの中にはティモステネスもおり、彼は、そこが昔はヘラクレイアと呼ばれていたと述べており、大きな城壁や船首格納庫が示されていると語っている。
§3.1.8εἶτα Μελλαρία ταριχείας ἔχουσα καὶ μετὰ ταῦτα Βελὼν πόλις καὶ ποταμός.
次に、塩蔵魚の加工場を有するメッラリアがあり、その後にベロンという都市と川がある。
ἐντεῦθεν οἱ διάπλοι μάλιστά εἰσιν εἰς Τίγγιν τῆς Μαυρουσίας καὶ ἐμπόρια καὶ ταριχεῖαι.
ここからマウルシアのティンギスへの渡航が最も盛んであり、また交易所や塩蔵魚の加工場がある。
ἦν δὲ καὶ Ζῆλις τῆς Τίγγιος ἀστυγείτων, ἀλλὰ μετῴκισαν ταύτην εἰς τὴν περαίαν Ῥωμαῖοι καὶ ἐκ τῆς Τίγγιος προσλαβόντες τινάς·
ティンギスの近隣にはゼリスという都市もあったが、ローマ人たちが、ティンギスからも一部の人々を加えて、これを対岸に移住させた。
ἔπεμψαν δὲ καὶ παρʼ ἑαυτῶν ἐποίκους καὶ ὠνόμασαν Ἰουλίαν Ἴοζαν τὴν πόλιν.
彼らは自分たちからも入植者を送り、その都市をユリア・イオザと名付けた。
εἶτα Γάδειρα, πορθμῷ στενῷ διειργομένη νῆσος ἀπὸ τῆς Τουρδητανίας, διέχουσα τῆς Κάλπης περὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους· οἱ δὲ ὀκτακοσίους φασίν.
次にガデイラがある。 これは狭い海峡によってトゥルデタニアから隔てられた島であり、カルペからは約七百五十スタディオン離れている(八百スタディオンと言う者もいる)。
ἔστι δʼ ἡ νῆσος αὕτη τἆλλα μὲν οὐδὲν διαφέρουσα τῶν ἄλλων, ἀνδρείᾳ δὲ τῶν ἐνοικούντων τῇ περὶ τὰς ναυτιλίας καὶ φιλίᾳ πρὸς Ῥωμαίους τοσαύτην ἐπίδοσιν εἰς πᾶσαν εὐτυχίαν ἔσχεν ὥστε καίπερ ἐσχάτη ἱδρυμένη τῆς γῆς ὀνομαστοτάτη τῶν ἁπασῶν ἐστιν.
この島は、他の点では他の島々と何ら異なるところはないが、航海に関する住民たちの勇敢さと、ローマ人への友好関係によって、あらゆる繁栄へと多大な発展を遂げたため、大地の最果てに位置しているにもかかわらず、すべての島の中で最も有名である。
ἀλλὰ περὶ μὲν ταύτης ἐροῦμεν, ὅταν καὶ περὶ τῶν ἄλλων νήσων λέγωμεν.
しかし、これについては、他の島々について語るときに述べることにしよう。
§3.1.9Ἐφεξῆς δʼ ἐστὶν ὁ Μενεσθέως καλούμενος λιμὴν καὶ ἡ κατὰ Ἄσταν ἀνάχυσις καὶ Νάβρισσαν.
次に、メネステウスの港と呼ばれる港と、アスタおよびナブリッサ付近の入り江がある。
λέγονται δὲ ἀναχύσεις αἱ πληρούμεναι τῇ θαλάττῃ κοιλάδες ἐν ταῖς πλημμυρίσι καὶ ποταμῶν δίκην ἀνάπλους εἰς τὴν μεσόγαιαν ἔχουσαι καὶ τὰς ἐπʼ αὐταῖς πόλεις.
なお、入り江(アナキュシス)と呼ばれるのは、満潮時に海によって満たされ、川のように内陸への遡行路とその沿岸に都市を有している窪地のことである。
εἶτʼ εὐθὺς αἱ ἐκβολαὶ τοῦ Βαίτιος διχῆ σχιζόμεναι·
そのすぐ後に、二つに分かれるバイティス川の河口がある。
ἡ δὲ ἀπολαμβανομένη νῆσος ὑπὸ τῶν στομάτων ἑκατόν, ὡς δʼ ἔνιοι καὶ πλειόνων σταδίων, ἀφορίζει παραλίαν.
そして、その河口によって囲まれた島は、百スタディオン、あるいは一部の人々によればそれ以上の長さの海岸線を画定している。
ἐνταῦθα δέ που καὶ τὸ μαντεῖον τοῦ Μενεσθέως ἐστί, καὶ ὁ τοῦ Καιπίωνος ἵδρυται πύργος ἐπὶ πέτρας ἀμφικλύστου, θαυμασίως κατεσκευασμένος, ὥσπερ ὁ Φάρος, τῆς τῶν πλοϊζομένων σωτηρίας χάριν.
そして、このあたりのどこかにメネステウスの神託所があり、また、波に洗われる岩の上に、船乗りの安全のために、ファロスのように見事に建設されたカイピオの塔が立っている。
ἥ τε γὰρ ἐκβαλλομένη χοῦς ὑπὸ τοῦ ποταμοῦ βραχέα ποιεῖ καὶ χοιραδώδης ἐστὶν ὁ πρὸ αὐτοῦ τόπος, ὥστε δεῖ σημείου τινὸς ἐπιφανοῦς.
なぜなら、川によって押し流される土砂が浅瀬を作り、その手前の海域は暗礁だらけであるため、目立つ目印が必要だからである。
ἐντεῦθεν δʼ ὁ τοῦ Βαίτιος ἀνάπλους ἐστὶ καὶ πόλις Ἐβοῦρα καὶ τὸ τῆς Φωσφόρου ἱερόν, ἣν καλοῦσι Λοῦκεμ δουβίαν·
ここからバイティス川の遡行航路が始まり、エブラという都市と、人々がルクス・ドゥビアと呼ぶフォスフォロスの神殿がある。
εἶθʼ οἱ τῶν ἀναχύσεων τῶν ἄλλων ἀνάπλοι, καὶ μετὰ ταῦτα ὁ Ἄνας ποταμός, δίστομος καὶ οὗτος, καὶ ὁ ἐξ αὐτῶν ἀνάπλους·
次に、他の入り江への遡行航路があり、その後にアナス川がある。 これもまた二つの河口を持っており、そこからの遡行航路もある。
εἶθʼ ὕστατον τὸ ἱερὸν ἀκρωτήριον, διέχον τῶν Γαδείρων ἐλάττους ἢ δισχιλίους σταδίους·
そして最後に聖なる岬があり、これはガデイラから二千スタディオン未満離れている。
τινὲς δʼ ἀπὸ μὲν τοῦ ἱεροῦ ἀκρωτηρίου ἐπὶ τὸ τοῦ Ἄνα στόμα ἑξήκοντα μίλιά φασιν, ἐντεῦθεν δʼ ἐπὶ τὸ τοῦ Βαίτιος στόμα ἑκατόν, εἶτα εἰς Γάδειρα ἑβδομήκοντα.
しかしある人々は、聖なる岬からアナス川の河口までは六十マイル、そこからバイティス川の河口までは百マイル、そこからガデイラまでは七十マイルであると言っている。

語釈・文法注

  1. 3.1.7τῆς δὲ παραλίας ταύτης ... καὶ τῶν ἐσχάτων — この二つの属格は、後ろに続く前置詞句 `εἰς τὸ μεταξύ`(その間へ)に係る属格、または分詞 `ἐμπῖπτον`(流れ込む)の支配下にある。文全体の主節の主語は `τὸ Ἀτλαντικὸν πέλαγος`(大西洋)であり、主動詞は `ποιεῖ` である。
  2. 3.1.7ἐκπλέουσιν — 現在分詞与格複数形。ここでは「我々の海(地中海)から出航する人々にとって」という関係の与格(制限の与格)として機能しており、形容詞 `δεξιόν`(右手の、右側にある)にかかっている。
  3. 3.1.7δείκνυσθαί τε μέγαν περίβολον καὶ νεωσοίκους — 動詞 `φησί`(ティモステネスが述べている)に導かれる対格不定詞構文(間接話法)の一部。`δείκνυσαι`(示されている、現存している)は現在受動不定詞であり、その意味上の主語が対格の `μέγαν περίβολον` と `νεωσοίκους` である。
  4. 3.1.9Λοῦκεμ δουβίαν — ラテン語の女性単数対格 *lucem dubiam*(不確かな光、薄明の意)をギリシア文字で音写したもの。先行する関係代名詞 `ἣν` の補語(二重対格)として機能している。

この箇所を引用する

ストラボン, 地理誌 §3.1.7-3.1.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.1.7-3.1.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。