§2.5.7τούτοις δὲ συνῳδά πώς ἐστι καὶ τὰ ὑπὸ Ἱππάρχου λεγόμενα·
これらと、ヒッパルコスによって言われていることもまた、ある程度一致している。
φησὶ γὰρ ἐκεῖνος, ὑποθέμενος τὸ μέγεθος τῆς γῆς ὅπερ εἶπεν Ἐρατοσθένης, ἐντεῦθεν δεῖν ποιεῖσθαι τὴν τῆς οἰκουμένης ἀφαίρεσιν·
というのも、彼はエラトステネスが述べた地球の大きさを前提とした上で、そこから居住世界の差し引きを行うべきだと言っているからである。
οὐ γὰρ πολὺ διοίσειν πρὸς τὰ φαινόμενα τῶν οὐρανίων καθʼ ἑκάστην τὴν οἴκησιν οὕτως ἔχειν τὴν ἀναμέτρησιν, ἢ ὡς οἱ ὕστερον ἀποδεδώκασιν.
測定がこのようである(エラトステネスの数値に従う)か、あるいは後の人々が提示したようであるかは、それぞれの居住地における天体現象に対して、大して違いをもたらさないであろう[と彼は言うの]である。
ὄντος δὴ κατʼ Ἐρατοσθένη τοῦ ἰσημερινοῦ κύκλου σταδίων μυριάδων πέντε καὶ εἴκοσι καὶ δισχιλίων, τὸ τεταρτημόριον εἴη ἂν ἓξ μυριάδες καὶ τρισχίλιοι·
さて、エラトステネスによれば、赤道円が25万2,000スタディオンであるので、その四分の一は6万3,000[スタディオン]となるであろう。
τοῦτο δέ ἐστι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν πόλον πεντεκαίδεκα ἑξηκοντάδων, οἵων ἐστὶν ὁ ἰσημερινὸς ἑξήκοντα, τὸ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν τεττάρων·
これは赤道から極までの距離であり、(赤道全体が60であるような)60分画のうちの15分画にあたる。 そして赤道から夏至線(北回帰線)までの距離は4分画である。
οὗτος δʼ ἐστὶν ὁ διὰ Συήνης γραφόμενος παράλληλος.
そしてこれは、シュエネを通って描かれる平行円である。
συλλογίζεται δὴ τὰ καθʼ ἕκαστα διαστήματα ἐκ τῶν φαινομένων μέτρων·
そこで彼は、観測された測定値から個々の距離を推算する。
τὸν μὲν γὰρ τροπικὸν κατὰ Συήνην κεῖσθαι συμβαίνει, διότι ἐνταῦθα κατὰ τὰς θερινὰς τροπὰς ἄσκιός ἐστιν ὁ γνώμων μέσης ἡμέρας·
というのも、回帰線はシュエネに位置することになるが、それは、そこでは夏至の日に、ノーモン(日時計の指針)が正午に影を作らないからである。
ὁ δὲ διὰ τῆς Συήνης μεσημβρινὸς γράφεται μάλιστα διὰ τῆς τοῦ Νείλου ῥύσεως ἀπὸ Μερόης ἕως Ἀλεξανδρείας·
また、シュエネを通る子午線は、主としてメロエからアレクサンドリアにいたるナイル川の流れに沿って描かれる。
στάδιοι δʼ εἰσὶν οὗτοι περὶ μυρίους·
そしてこれらはおよそ1万スタディオンである。
κατὰ μέσον δὲ τὸ διάστημα τὴν Συήνην ἱδρῦσθαι συμβαίνει, ὥστʼ ἐντεῦθεν ἐπὶ Μερόην πεντακισχίλιοι.
そしてシュエネはその距離のちょうど中間に位置することになるので、そこからメロエまでは5,000[スタディオン]となる。
προϊόντι δʼ ἐπʼ εὐθείας ὅσον τρισχιλίους σταδίους ἐπὶ μεσημβρίαν οὐκέτʼ οἰκήσιμα τἆλλά ἐστι διὰ καῦμα, ὥστε τὸν διὰ τούτων τῶν τόπων παράλληλον, τὸν αὐτὸν ὄντα τῷ διὰ τῆς Κινναμωμοφόρου, πέρας καὶ ἀρχὴν δεῖ τίθεσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης πρὸς μεσημβρίαν.
さらに南へ直線的に3,000スタディオンほど進むと、残りの地域は暑さのためにもはや居住不可能である。 したがって、これらの場所を通る平行円(これは肉桂産地を通るものと同一であるが)を、我々の居住世界の南側の限界かつ始まりと設定せねばならない。
ἐπεὶ οὖν πεντακισχίλιοι μέν εἰσιν οἱ ἀπὸ Συήνης εἰς Μερόην, ἄλλοι δὲ προσγεγόνασι τρισχίλιοι, εἶεν ἂν οἱ πάντες ἐπὶ τοὺς ὅρους τῆς οἰκουμένης ὀκτακισχίλιοι.
それゆえ、シュエネからメロエまでが5,000であり、さらに別の3,000が加わったのであるから、居住世界の境界にいたる合計は8,000[スタディオン]となるであろう。
ἐπὶ δέ γε τὸν ἰσημερινὸν ἀπὸ Συήνης μύριοι ἑξακισχίλιοι ὀκτακόσιοι (τοσοῦτοι γάρ εἰσιν οἱ τῶν τεττάρων ἑξηκοντάδων, τεθείσης ἑκάστης τετρακισχιλίων καὶ διακοσίων), ὥστε λοιποὶ εἶεν ἂν ἀπὸ τῶν ὅρων τῆς οἰκουμένης ἐπὶ τὸν ἰσημερινὸν ὀκτακισχίλιοι ὀκτακόσιοι, ἀπὸ δὲ Ἀλεξανδρείας δισμύριοι χίλιοι ὀκτακόσιοι.
他方、シュエネから赤道までは1万6,800[スタディオン]である(というのも、各分画を4,200と置いた場合の、4分画分がこれにあたるからである)。 したがって、居住世界の境界から赤道までの残りは8,800[スタディオン]となり、アレクサンドリアから[赤道まで]は2万1,800[スタディオン]となるであろう。
πάλιν δʼ ἀπὸ τῆς Ἀλεξανδρείας ἐπʼ εὐθείας τῇ ῥύσει τοῦ Νείλου πάντες ὁμολογοῦσι τὸν ἐπὶ Ῥόδον πλοῦν κἀντεῦθεν δὲ τὸν τῆς Καρίας παράπλουν καὶ Ἰωνίας μέχρι τῆς Τρῳάδος καὶ Βυζαντίου καὶ Βορυσθένους.
さらに、アレクサンドリアからナイル川の流れに沿う直線上で、ロードス島への航路、そしてそこからのカリアやイオニアの沿岸航路、トローアス、ビュザンティオン、そしてボリュステネスにいたる航路については、誰もが同意している。
λαβόντες οὖν τὰ διαστήματα γνώριμα καὶ πλεόμενα σκοποῦσι τὰ ὑπὲρ τοῦ Βορυσθένους ἐπʼ εὐθείας ταύτῃ τῇ γραμμῇ μέχρι τίνος οἰκήσιμά ἐστι, καὶ περατοῖ τὰ προσάρκτια μέρη τῆς οἰκουμένης.
それゆえ、これらの距離を知られており航行可能なものとして受け入れた上で、彼らはボリュステネスの彼方の地域が、この同じ線上をまっすぐ進んでどこまで居住可能であるかを考察し、これが居住世界の北側の部分を画定するのである。
οἰκοῦσι δʼ ὑπὲρ τοῦ Βορυσθένους ὕστατοι τῶν γνωρίμων Σκυθῶν Ῥωξολανοί, νοτιώτεροι ὄντες τῶν ὑπὲρ τῆς Βρεττανικῆς ἐσχάτων γνωριζομένων·
ボリュステネスの彼方には、既知のスキタイ人のうちで最も果てに位置するロクソラノイ人が居住しているが、彼らはブリタニアの彼方の既知の最果ての人々よりも南に位置している。
ἤδη δὲ τἀπέκεινα διὰ ψῦχος ἀοίκητά ἐστι·
そしてそれより彼方は、すでに寒さのために居住不可能である。
νοτιώτεροι δὲ τούτων καὶ οἱ ὑπὲρ τῆς Μαιώτιδος Σαυρομάται καὶ Σκύθαι μέχρι τῶν ἑῴων Σκυθῶν.
また、これらよりも南には、マイオーティス湖の彼方のサウロマタイ人、および東方のスキタイ人にいたるまでのスキタイ人たちがいる。