Humanitext Reader

斯特拉波 · 地理学 §2.5.7

喜帕恰斯对纬度划分与居住世界界线的推算

第 77 段,共 577 段 · 希腊语

内容简介

本书阐述了喜帕恰斯如何以埃拉托斯特尼的地球测量值为基准,利用天象观测数据(如无影日晷与纬度划分)推算居住世界的南北界线(包括塞恩、美罗埃和北方的罗克索拉尼等地区)。

§2.5.7τούτοις δὲ συνῳδά πώς ἐστι καὶ τὰ ὑπὸ Ἱππάρχου λεγόμενα· φησὶ γὰρ ἐκεῖνος, ὑποθέμενος τὸ μέγεθος τῆς γῆς ὅπερ εἶπεν Ἐρατοσθένης, ἐντεῦθεν δεῖν ποιεῖσθαι τὴν τῆς οἰκουμένης ἀφαίρεσιν· οὐ γὰρ πολὺ διοίσειν πρὸς τὰ φαινόμενα τῶν οὐρανίων καθʼ ἑκάστην τὴν οἴκησιν οὕτως ἔχειν τὴν ἀναμέτρησιν, ἢ ὡς οἱ ὕστερον ἀποδεδώκασιν.
喜帕恰斯所说的在某种程度上与此一致;因为他主张,在设定了埃拉托斯特尼所说的地球大小之后,应当由此进行居住世界的扣除;因为[他说],无论是按照这种测量,还是按照后人所给出的数值,对于每个居住地的天象显现而言,都不会有很大的差别。
ὄντος δὴ κατʼ Ἐρατοσθένη τοῦ ἰσημερινοῦ κύκλου σταδίων μυριάδων πέντε καὶ εἴκοσι καὶ δισχιλίων, τὸ τεταρτημόριον εἴη ἂν ἓξ μυριάδες καὶ τρισχίλιοι· τοῦτο δέ ἐστι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν πόλον πεντεκαίδεκα ἑξηκοντάδων, οἵων ἐστὶν ὁ ἰσημερινὸς ἑξήκοντα, τὸ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν τεττάρων· οὗτος δʼ ἐστὶν ὁ διὰ Συήνης γραφόμενος παράλληλος.
由于根据埃拉托斯特尼,赤道圆为二十五万二千斯塔迪亚,那么其四分之一即为六万三千[斯塔迪亚];而这就是从赤道到极点的距离,为十五个六十分分之一,其分母是把赤道设为六十个这样的单位,而从赤道到夏至回归线的距离则是四个这样的单位;这就是通过塞恩(阿斯旺)绘制的平行圈。
συλλογίζεται δὴ τὰ καθʼ ἕκαστα διαστήματα ἐκ τῶν φαινομένων μέτρων· τὸν μὲν γὰρ τροπικὸν κατὰ Συήνην κεῖσθαι συμβαίνει, διότι ἐνταῦθα κατὰ τὰς θερινὰς τροπὰς ἄσκιός ἐστιν ὁ γνώμων μέσης ἡμέρας· ὁ δὲ διὰ τῆς Συήνης μεσημβρινὸς γράφεται μάλιστα διὰ τῆς τοῦ Νείλου ῥύσεως ἀπὸ Μερόης ἕως Ἀλεξανδρείας· στάδιοι δʼ εἰσὶν οὗτοι περὶ μυρίους· κατὰ μέσον δὲ τὸ διάστημα τὴν Συήνην ἱδρῦσθαι συμβαίνει, ὥστʼ ἐντεῦθεν ἐπὶ Μερόην πεντακισχίλιοι.
于是,他根据观测到的测值推算出了各个距离:因为回归线正好位于塞恩,因为在那里夏至时,日晷指针在正午是没有影子的;而通过塞恩的子午线基本上是沿着尼罗河从美罗埃到亚历山大港的流向绘制的;这些距离大约是一万斯塔迪亚;而塞恩正好位于这段距离的中点,因此从那里到美罗埃是五千[斯塔迪亚]。
προϊόντι δʼ ἐπʼ εὐθείας ὅσον τρισχιλίους σταδίους ἐπὶ μεσημβρίαν οὐκέτʼ οἰκήσιμα τἆλλά ἐστι διὰ καῦμα, ὥστε τὸν διὰ τούτων τῶν τόπων παράλληλον, τὸν αὐτὸν ὄντα τῷ διὰ τῆς Κινναμωμοφόρου, πέρας καὶ ἀρχὴν δεῖ τίθεσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης πρὸς μεσημβρίαν.
如果有人向正南直线前行约三千斯塔迪亚,其他地方便因酷热而不再适宜居住,因此必须将通过这些地方的平行圈(这与通过肉桂产地的平行圈相同)设为我们居住世界向南的边界和起点。
ἐπεὶ οὖν πεντακισχίλιοι μέν εἰσιν οἱ ἀπὸ Συήνης εἰς Μερόην, ἄλλοι δὲ προσγεγόνασι τρισχίλιοι, εἶεν ἂν οἱ πάντες ἐπὶ τοὺς ὅρους τῆς οἰκουμένης ὀκτακισχίλιοι.
既然从塞恩到美罗埃是五千,又增加了三千,那么到居住世界边界的总和应当是八千[斯塔迪亚]。
ἐπὶ δέ γε τὸν ἰσημερινὸν ἀπὸ Συήνης μύριοι ἑξακισχίλιοι ὀκτακόσιοι (τοσοῦτοι γάρ εἰσιν οἱ τῶν τεττάρων ἑξηκοντάδων, τεθείσης ἑκάστης τετρακισχιλίων καὶ διακοσίων), ὥστε λοιποὶ εἶεν ἂν ἀπὸ τῶν ὅρων τῆς οἰκουμένης ἐπὶ τὸν ἰσημερινὸν ὀκτακισχίλιοι ὀκτακόσιοι, ἀπὸ δὲ Ἀλεξανδρείας δισμύριοι χίλιοι ὀκτακόσιοι.
而从塞恩到赤道是一万六千八百[斯塔迪亚](因为这就是四个六十分分之一的数值,每个单位被设为四千二百),所以从居住世界的边界到赤道的余下部分应当是八千八百[斯塔迪亚],而从亚历山大港[到赤道]则是二万一千八百[斯塔迪亚]。
πάλιν δʼ ἀπὸ τῆς Ἀλεξανδρείας ἐπʼ εὐθείας τῇ ῥύσει τοῦ Νείλου πάντες ὁμολογοῦσι τὸν ἐπὶ Ῥόδον πλοῦν κἀντεῦθεν δὲ τὸν τῆς Καρίας παράπλουν καὶ Ἰωνίας μέχρι τῆς Τρῳάδος καὶ Βυζαντίου καὶ Βορυσθένους.
此外,从亚历山大港出发,沿着尼罗河流向的直线上,所有人均赞同前往罗得岛的航线,以及从此出发经过卡里亚和伊奥尼亚沿岸,直至特罗阿德、拜占庭和博里斯泰纳斯(第聂伯河)的沿岸航线。
λαβόντες οὖν τὰ διαστήματα γνώριμα καὶ πλεόμενα σκοποῦσι τὰ ὑπὲρ τοῦ Βορυσθένους ἐπʼ εὐθείας ταύτῃ τῇ γραμμῇ μέχρι τίνος οἰκήσιμά ἐστι, καὶ περατοῖ τὰ προσάρκτια μέρη τῆς οἰκουμένης.
因此,在将这些距离作为已知且可航行的数值采用后,他们考察在博里斯泰纳斯之外、沿着同一条直线的地区到何处为止是可居住的,这便界定了居住世界的北部区域。
οἰκοῦσι δʼ ὑπὲρ τοῦ Βορυσθένους ὕστατοι τῶν γνωρίμων Σκυθῶν Ῥωξολανοί, νοτιώτεροι ὄντες τῶν ὑπὲρ τῆς Βρεττανικῆς ἐσχάτων γνωριζομένων· ἤδη δὲ τἀπέκεινα διὰ ψῦχος ἀοίκητά ἐστι· νοτιώτεροι δὲ τούτων καὶ οἱ ὑπὲρ τῆς Μαιώτιδος Σαυρομάται καὶ Σκύθαι μέχρι τῶν ἑῴων Σκυθῶν.
在博里斯泰纳斯之外居住着已知塞人(斯基泰人)中最边缘的罗克索拉尼人,他们比不列颠之外已知最远的人们更偏南;而其更远的地方已因寒冷而不适宜居住;比这些人更偏南的,还有迈奥蒂斯湖(亚速海)之外的萨夫罗马泰人,以及直到东部塞人的斯基泰人。

词汇与语法注释

  1. §2.5.7οὐ γὰρ πολὺ διοίσειν πρὸς τὰ φαινόμενα τῶν οὐρανίων καθʼ ἑκάστην τὴν οἴκησιν οὕτως ἔχειν τὴν ἀναμέτρησιν — 此不定式句为接在前面 φησίν 后的间接引语。其主语是不定式分句 οὕτως ἔχειν τὴν ἀναμέτρησιν(测量值如此),并与 ἢ ὡς...(或如后人所给出的)进行对比。介词短语 πρὸς τὰ φαινόμενα 修饰 διοίσειν,表示“对于天象显现而言(产生区别)”。
  2. §2.5.7πεντεκαίδεκα ἑξηκοντάδων, οἵων ἐστὶν ὁ ἰσημερινὸς ἑξήκοντα — 属格 ἑξηκοντάδων 是表示度量(分量)的属格,修饰省略的距离(τὸ [διάστημα])。关系代词 οἵων 在性、数、格上与其先行词 ἑξηκοντάδων 一致(或受其吸引),构成“十五个六十分之一,其中赤道由六十个这样的单位组成”的分数表达(15/60)。
  3. §2.5.7προϊόντι δʼ ἐπʼ εὐθείας ὅσον τρισχιλίους σταδίους ἐπὶ μεσημβρίαν — 现在分词与格 προϊόντι 是表示关系或视点的与格(意为“对于前进的人而言”),用于确立测量的基准点。宾格 ὅσον τρισχιλίους σταδίους 是表示空间范围的副词性宾格,意为“大约三千斯塔迪亚”。

引用这一段

斯特拉波, 地理学 §2.5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。