§2.5.42ἔν τε τοῖς ἀπέχουσι Βυζαντίου πρὸς ἄρκτον ὅσον τρισχιλίους ὀκτακοσίους ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαέξ· ἡ οὖν δὴ Κασσιέπεια ἐν τῷ ἀρκτικῷ φέρεται.
また、ビュザンティオンから北へ約3,800スタディオン離れたところでは、最も長い日は16等時時間であり、したがってカッシオペイアは極圏の中をめぐる。
εἰσὶ δʼ οἱ τόποι οὗτοι περὶ Βορυσθένη καὶ τῆς Μαιώτιδος τὰ νότια· ἀπέχουσι δὲ τοῦ ἰσημερινοῦ περὶ τρισμυρίους τετρακισχιλίους ἑκατόν.
これらの場所はボリュステネス川の周辺およびマイオティス湖の南部に位置し、赤道からは約34,100スタディオン離れている。
ὁ δὲ κατὰ τὰς ἄρκτους τόπος τοῦ ὁρίζοντος ἐν ὅλαις σχεδόν τι ταῖς θεριναῖς νυξὶ παραυγάζεται ὑπὸ τοῦ ἡλίου ἀπὸ δύσεως ἕως καὶ ἀνατολῆς ἀντιπεριισταμένου τοῦ φωτός.
地平線の北の方角の部分は、夏の夜のほぼ全体にわたって太陽の光に照らされ、光が日没から日の出まで回り込むように移動する。
ὁ γὰρ θερινὸς τροπικὸς ἀπέχει ἀπὸ τοῦ ὁρίζοντος ἑνὸς ζωδίου ἥμισυ καὶ δωδέκατον· τοσοῦτον οὖν καὶ ὁ ἥλιος ἀφίσταται τοῦ ὁρίζοντος κατὰ τὸ μεσονύκτιον.
というのも、夏至の回帰線は地平線から黄道十二宮の1つの「1/2と1/12」だけ離れており、したがって太陽もまた真夜中には地平線からそれと同じだけ離れるからである。
καὶ παρʼ ἡμῖν δὲ τοσοῦτον τοῦ ὁρίζοντος ἀποσχὼν πρὸ τοῦ ὄρθρου καὶ μετὰ τὴν ἑσπέραν ἤδη καταυγάζει τὸν περὶ τὴν ἀνατολὴν ἢ τὴν δύσιν ἀέρα.
我々のところでも、太陽が地平線からそれだけ離れているときには、夜明け前や夕暮れの後、すでに東や西のあたりの空を照らし出している。
ἐν δὲ ταῖς χειμεριναῖς ὁ ἥλιος τὸ πλεῖστον μετεωρίζεται πήχεις ἐννέα.
また冬の日には、太陽は最も高く昇るときでも9ペキュスの高さに達するにすぎない。
φησὶ δʼ Ἐρατοσθένης τούτους τῆς Μερόης διέχειν μικρῷ πλείους ἢ δισμυρίους τρισχιλίους.
エラトステネスは、これらの場所がメロエから23,000スタディオンよりわずかに多く離れていると言う。
διὰ γὰρ Ἑλλησπόντου εἶναι μυρίους ὀκτακισχιλίους, εἶτα πεντακισχιλίους εἰς Βυρυσθένη.
というのも、ヘレスポントスまでは18,000スタディオン、そこからボリュステネスまでは5,000スタディオンだからである。
ἐν δὲ τοῖς ἀπέχουσι τοῦ Βυζαντίου σταδίους περὶ ἑξακισχιλίους τριακοσίους, βορειοτέροις οὖσι τῆς Μαιώτιδος, κατὰ τὰς χειμερινὰς ἡμέρας μετεωρίζεται τὸ πλεῖστον ὁ ἥλιος ἐπὶ πήχεις ἕξ, ἡ δὲ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαεπτά.
また、ビュザンティオンから約6,300スタディオン離れ、マイオティス湖よりも北に位置するところでは、冬の日には太陽は最も高く昇るときでも6ペキュスの高さに達するのみであり、最も長い日は17等時時間である。
§2.5.43τὰ δʼ ἐπέκεινα ἤδη πλησιάζοντα τῇ ἀοικήτῳ διὰ ψῦχος οὐκέτι χρήσιμα τῷ γεωγράφῳ ἐστίν.
それより先はすでに寒さのために居住不可能に近づいており、もはや地理学者にとっては有用ではない。
ὁ δὲ βουλόμενος καὶ ταῦτα μαθεῖν καὶ ὅσα ἄλλα τῶν οὐρανίων Ἵππαρχος μὲν εἴρηκεν ἡμεῖς δὲ παραλείπομεν διὰ τὸ τρανότερα εἶναι τῆς νῦν προκειμένης πραγματείας, παρʼ ἐκείνου λαμβανέτω.
これを学びたい者、またヒッパルコスは述べているが我々が現在の論考にはあまりに詳細すぎるとして省略するその他の天文学的事柄を知りたい者は、彼の書物から得るがよい。
τρανότερα δʼ ἐστὶ καὶ τὰ περὶ τῶν περισκίων καὶ ἀμφισκίων καὶ ἑτεροσκίων, ἅ φησι Ποσειδώνιος.
ポセイドニオスが述べている周影民、両影民、片影民に関する事柄もまた、より詳細なものである。
ὅμως γε καὶ τούτων τό γε τοσοῦτον ἐπιμνηστέον ὥστε τὴν ἐπίνοιαν διασαφῆσαι καὶ πῆ χρήσιμον πρὸς τὴν γεωγραφίαν καὶ πῆ ἄχρηστον.
それでも、その概念を明らかにし、それがどこまで地理学に有用であり、どこから無用であるかを示すために、これらについても少なくともこれだけは言及しておかなければならない。
ἐπεὶ δὲ περὶ τῶν ἀφʼ ἡλίου σκιῶν ὁ λόγος ἐστίν, ὁ δʼ ἥλιος πρὸς αἴσθησιν κατὰ παραλλήλου φέρεται καθʼ οὗ καὶ ὁ κόσμος, παρʼ οἷς καθʼ ἑκάστην κόσμου περιστροφὴν ἡμέρα γίνεται καὶ νύξ, ὅτε μὲν ὑπὲρ γῆς τοῦ ἡλίου φερομένου ὅτε δʼ ὑπὸ γῆν, παρὰ τούτοις οἵ τε ἀμφίσκιοι ἐπινοοῦνται καὶ οἱ ἑτερόσκιοι.
太陽による影に関する議論である以上、また太陽は感覚上、宇宙が回転するのと同じ平行圏に沿って運行するものであるから、宇宙の回転ごとに昼と夜が生じ、あるときは太陽が地の上に運ばれ、あるときは地の下に運ばれる人々においては、両影民と片影民が考えられる。
ἀμφίσκιοι μὲν ὅσοι κατὰ μέσον ἡμέρας τοτὲ μὲν ἐπὶ τάδε πιπτούσας ἔχουσι τὰς σκιάς, ὅταν ὁ ἥλιος ἀπὸ μεσημβρίας τῷ γνώμονι προσπίπτῃ τῷ ὀρθῷ πρὸς τὸ ὑποκείμενον ἐπίπεδον, τοτὲ δʼ εἰς τοὐναντίον, ὅταν ὁ ἥλιος εἰς τοὐναντίον περιστῇ (τοῦτο δὲ συμβέβηκε μόνοις τοῖς μεταξὺ τῶν τροπικῶν οἰκοῦσιν), ἑτερόσκιοι δʼ ὅσοις ἢ ἐπὶ τὴν ἄρκτον ἀεὶ πίπτουσιν ὥσπερ ἡμῖν, ἢ ἐπὶ τὰ νότια ὥσπερ τοῖς ἐν τῇ ἑτέρᾳ εὐκράτῳ ζώνῃ οἰκοῦσι·
両影民とは、正午において、太陽が南から地平に対して垂直なグノーモンを照らすときには一方の側に影が落ち、太陽が反対側に回り込むときには反対側に影が落ちる人々である(そしてこれは、回帰線の間に住む人々にのみ起こる)。 片影民とは、我々のように影が常に北に向かって落ちるか、あるいはもう一方の温帯に住む人々のように南に向かって落ちる人々である。
τοῦτο δὲ συμβαίνει πᾶσι τοῖς ἐλάττονα ἔχουσι τοῦ τροπικοῦ τὸν ἀρκτικόν.
そしてこれは、極圏が回帰線よりも小さいすべての人々に起こる。
ὅταν δὲ τὸν αὐτὸν ἢ μείζονα, ἀρχὴ τῶν περισκίων ἐστὶ μέχρι τῶν οἰκούντων ὑπὸ τῷ πόλῳ.
しかし、極圏が回帰線と同じかそれより大きいときには、極の下に住む人々に至るまで周影民の始まりとなる。
τοῦ γὰρ ἡλίου καθʼ ὅλην τὴν τοῦ κόσμου περιστροφὴν ὑπὲρ γῆς φερομένου, δῆλον ὅτι καὶ ἡ σκιὰ κύκλῳ περιενεχθήσεται περὶ τὸν γνώμονα·
というのも、宇宙の全回転にわたって太陽が地の上に運ばれるため、影もまたグノーモンの周りを円状に回転することは明らかだからである。
καθʼ ὃ δὴ καὶ περισκίους αὐτοὺς ἐκάλεσεν, οὐδὲν ὄντας πρὸς τὴν γεωγραφίαν·
まさにこの事実に基づいて彼は彼らを周影民と呼んだが、これは地理学には全く関係がない。
οὐ γάρ ἐστιν οἰκήσιμα ταῦτα τὰ μέρη διὰ ψῦχος, ὥσπερ ἐν τοῖς πρὸς Πυθέαν λόγοις εἰρήκαμεν.
というのも、我々がピュテアスに対する議論において述べたように、これらの地域は寒さのために居住可能ではないからである。
ὥστʼ οὐδὲ τοῦ μεγέθους τῆς ἀοικήτου ταύτης φροντιστέον ἐκ τοῦ λαβεῖν, ὅτι οἱ ἔχοντες ἀρκτικὸν τὸν τροπικὸν ὑποπεπτώκασι τῷ γραφομένῳ κύκλῳ ὑπὸ τοῦ πόλου τοῦ ζωδιακοῦ κατὰ τὴν τοῦ κόσμου περιστροφήν, ὑποκειμένου τοῦ μεταξὺ διαστήματος τοῦ τε ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ τεττάρων ἑξηκοστῶν τοῦ μεγίστου κύκλου.
したがって、赤道と回帰線の間の距離が最大円の60分の4であると仮定して、回帰線を極圏とする人々が宇宙の回転において黄道極によって描かれる円の真下に位置するということを前提にして、この居住不可能な地域の大きさを計算することに心を砕く必要はない。