§2.5.42ἔν τε τοῖς ἀπέχουσι Βυζαντίου πρὸς ἄρκτον ὅσον τρισχιλίους ὀκτακοσίους ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαέξ· ἡ οὖν δὴ Κασσιέπεια ἐν τῷ ἀρκτικῷ φέρεται.
在从拜占庭向北约三千八百斯塔德的地方,最长的一天是十六个赤道时;因此,仙后座是在极圈内运行的。
εἰσὶ δʼ οἱ τόποι οὗτοι περὶ Βορυσθένη καὶ τῆς Μαιώτιδος τὰ νότια· ἀπέχουσι δὲ τοῦ ἰσημερινοῦ περὶ τρισμυρίους τετρακισχιλίους ἑκατόν.
这些地方位于博里斯特内斯河附近以及麦奥蒂斯湖的南部;它们距离赤道约三万四千一百斯塔德。
ὁ δὲ κατὰ τὰς ἄρκτους τόπος τοῦ ὁρίζοντος ἐν ὅλαις σχεδόν τι ταῖς θεριναῖς νυξὶ παραυγάζεται ὑπὸ τοῦ ἡλίου ἀπὸ δύσεως ἕως καὶ ἀνατολῆς ἀντιπεριισταμένου τοῦ φωτός.
在几乎整个夏季的夜晚,地平线的北部都被太阳光照亮,光线从日落到日出绕行移动。
ὁ γὰρ θερινὸς τροπικὸς ἀπέχει ἀπὸ τοῦ ὁρίζοντος ἑνὸς ζωδίου ἥμισυ καὶ δωδέκατον· τοσοῦτον οὖν καὶ ὁ ἥλιος ἀφίσταται τοῦ ὁρίζοντος κατὰ τὸ μεσονύκτιον.
因为夏至回归线距离地平线为黄道十二宫之一宫的二分之一和十二分之一;因此,在午夜时,太阳距离地平线也是这么远。
καὶ παρʼ ἡμῖν δὲ τοσοῦτον τοῦ ὁρίζοντος ἀποσχὼν πρὸ τοῦ ὄρθρου καὶ μετὰ τὴν ἑσπέραν ἤδη καταυγάζει τὸν περὶ τὴν ἀνατολὴν ἢ τὴν δύσιν ἀέρα.
而在我们这里,当太阳距离地平线如此之远时,在黎明前和黄昏后,它也已经照亮了东边或西边附近的空气。
ἐν δὲ ταῖς χειμεριναῖς ὁ ἥλιος τὸ πλεῖστον μετεωρίζεται πήχεις ἐννέα.
而在冬日里,太阳最高也只能升到九肘的高度。
φησὶ δʼ Ἐρατοσθένης τούτους τῆς Μερόης διέχειν μικρῷ πλείους ἢ δισμυρίους τρισχιλίους. διὰ γὰρ Ἑλλησπόντου εἶναι μυρίους ὀκτακισχιλίους, εἶτα πεντακισχιλίους εἰς Βυρυσθένη.
埃拉托斯特尼说,这些地方距离梅罗埃略多于两万三千斯塔德;因为到赫勒斯滂是一万八千斯塔德,然后到博里斯特内斯是五千斯塔德。
ἐν δὲ τοῖς ἀπέχουσι τοῦ Βυζαντίου σταδίους περὶ ἑξακισχιλίους τριακοσίους, βορειοτέροις οὖσι τῆς Μαιώτιδος, κατὰ τὰς χειμερινὰς ἡμέρας μετεωρίζεται τὸ πλεῖστον ὁ ἥλιος ἐπὶ πήχεις ἕξ, ἡ δὲ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαεπτά.
在距离拜占庭约六千三百斯塔德、位于麦奥蒂斯湖以北的地方,在冬日里,太阳最高只能升到六肘的高度,而最长的一天是十七个赤道时。
§2.5.43τὰ δʼ ἐπέκεινα ἤδη πλησιάζοντα τῇ ἀοικήτῳ διὰ ψῦχος οὐκέτι χρήσιμα τῷ γεωγράφῳ ἐστίν.
再往外、因寒冷而已经接近无法居住的地区,对地理学家来说就已经不再有用了。
ὁ δὲ βουλόμενος καὶ ταῦτα μαθεῖν καὶ ὅσα ἄλλα τῶν οὐρανίων Ἵππαρχος μὲν εἴρηκεν ἡμεῖς δὲ παραλείπομεν διὰ τὸ τρανότερα εἶναι τῆς νῦν προκειμένης πραγματείας, παρʼ ἐκείνου λαμβανέτω.
凡是想要了解这些以及其他所有天体运行情况的人——这些情况希帕科斯确实说过,而我们因为对于目前的论著来说过于详尽而予以省略——就请从他那里获取吧。
τρανότερα δʼ ἐστὶ καὶ τὰ περὶ τῶν περισκίων καὶ ἀμφισκίων καὶ ἑτεροσκίων, ἅ φησι Ποσειδώνιος.
波塞多尼乌斯所说的关于周影民、双影民和单影民的情况,也同样是更为详尽的。
ὅμως γε καὶ τούτων τό γε τοσοῦτον ἐπιμνηστέον ὥστε τὴν ἐπίνοιαν διασαφῆσαι καὶ πῆ χρήσιμον πρὸς τὴν γεωγραφίαν καὶ πῆ ἄχρηστον.
然而,至少对于这些概念也必须予以提及,以便阐明其概念,并说明它在何处对地理学有用,在何处无用。
ἐπεὶ δὲ περὶ τῶν ἀφʼ ἡλίου σκιῶν ὁ λόγος ἐστίν, ὁ δʼ ἥλιος πρὸς αἴσθησιν κατὰ παραλλήλου φέρεται καθʼ οὗ καὶ ὁ κόσμος, παρʼ οἷς καθʼ ἑκάστην κόσμου περιστροφὴν ἡμέρα γίνεται καὶ νύξ, ὅτε μὲν ὑπὲρ γῆς τοῦ ἡλίου φερομένου ὅτε δʼ ὑπὸ γῆν, παρὰ τούτοις οἵ τε ἀμφίσκιοι ἐπινοοῦνται καὶ οἱ ἑτερόσκιοι.
既然我们的讨论是关于太阳所投下的影子,而太阳在感官上是沿着天球旋转的平行圈运行的,那么对于那些在天球每次旋转中都有昼夜交替的人来说——即太阳有时在地面之上运行,有时在地面之下运行——在他们中间就可以设想到双影民和单影民。
ἀμφίσκιοι μὲν ὅσοι κατὰ μέσον ἡμέρας τοτὲ μὲν ἐπὶ τάδε πιπτούσας ἔχουσι τὰς σκιάς, ὅταν ὁ ἥλιος ἀπὸ μεσημβρίας τῷ γνώμονι προσπίπτῃ τῷ ὀρθῷ πρὸς τὸ ὑποκείμενον ἐπίπεδον, τοτὲ δʼ εἰς τοὐναντίον, ὅταν ὁ ἥλιος εἰς τοὐναντίον περιστῇ (τοῦτο δὲ συμβέβηκε μόνοις τοῖς μεταξὺ τῶν τροπικῶν οἰκοῦσιν), ἑτερόσκιοι δʼ ὅσοις ἢ ἐπὶ τὴν ἄρκτον ἀεὶ πίπτουσιν ὥσπερ ἡμῖν, ἢ ἐπὶ τὰ νότια ὥσπερ τοῖς ἐν τῇ ἑτέρᾳ εὐκράτῳ ζώνῃ οἰκοῦσι· τοῦτο δὲ συμβαίνει πᾶσι τοῖς ἐλάττονα ἔχουσι τοῦ τροπικοῦ τὸν ἀρκτικόν.
双影民是指那些在正午时分,当太阳从南部照射到垂直于地面的日晷指针上时,影子有时落在这一侧,而当太阳旋转到相反一侧时,影子便落在相反一侧的人(这只发生在居住在回归线之间的人身上);而单影民是指那些影子总是要么像我们一样落向北方,要么像居住在另一个温带地区的人一样落向南方的人;这发生在所有极圈小于回归线的人身上。
ὅταν δὲ τὸν αὐτὸν ἢ μείζονα, ἀρχὴ τῶν περισκίων ἐστὶ μέχρι τῶν οἰκούντων ὑπὸ τῷ πόλῳ.
而当极圈与回归线相同或更大时,便是周影民的开始,直到居住在极点之下的人为止。
τοῦ γὰρ ἡλίου καθʼ ὅλην τὴν τοῦ κόσμου περιστροφὴν ὑπὲρ γῆς φερομένου, δῆλον ὅτι καὶ ἡ σκιὰ κύκλῳ περιενεχθήσεται περὶ τὸν γνώμονα· καθʼ ὃ δὴ καὶ περισκίους αὐτοὺς ἐκάλεσεν, οὐδὲν ὄντας πρὸς τὴν γεωγραφίαν· οὐ γάρ ἐστιν οἰκήσιμα ταῦτα τὰ μέρη διὰ ψῦχος, ὥσπερ ἐν τοῖς πρὸς Πυθέαν λόγοις εἰρήκαμεν.
因为随着太阳在天球的整个旋转过程中都在地面之上运行,显然影子也将在日晷指针周围作圆周运动;他正是根据这一点将他们称为周影民,尽管他们与地理学毫无关系;因为正如我们在针对皮特阿斯的讨论中所说,这些地方由于寒冷是无法居住的。
ὥστʼ οὐδὲ τοῦ μεγέθους τῆς ἀοικήτου ταύτης φροντιστέον ἐκ τοῦ λαβεῖν, ὅτι οἱ ἔχοντες ἀρκτικὸν τὸν τροπικὸν ὑποπεπτώκασι τῷ γραφομένῳ κύκλῳ ὑπὸ τοῦ πόλου τοῦ ζωδιακοῦ κατὰ τὴν τοῦ κόσμου περιστροφήν, ὑποκειμένου τοῦ μεταξὺ διαστήματος τοῦ τε ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ τεττάρων ἑξηκοστῶν τοῦ μεγίστου κύκλου.
因此,我们甚至不必通过假定那些以回归线为极圈的人在天球旋转中落入黄道极所描绘的圆圈之下来考虑这片无法居住区域的大小,假定赤道与回归线之间的距离为最大圆的六十分之四。