Humanitext Reader

ストラボン · 地理誌 §2.5.37-2.5.41

回帰線から黒海に至る各平行圏の天文地理的特徴

91 / 577 箇所 · ギリシア語

要旨

回帰線と赤道の間からビュザンティオン以北の黒海地方にかけての各緯度帯(平行圏)における、一日の最長可照時間、影の方向、天体の位置、および基準地点(赤道、アレクサンドリア、ロドスなど)からの距離を順次説明する。

§2.5.37̔́απασι δὲ τοῖς μεταξὺ κειμένοις τοῦ τε τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ κύκλου μεταπίπτουσιν αἱ σκιαὶ ἐφʼ ἑκάτερα, πρός τε ἄρκτους καὶ μεσημβρίαν, τοῖς δʼ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ πρὸς ἄρκτους πίπτουσιν αἱ σκιαὶ κατὰ μεσημβρίαν·
回帰線と赤道円の間に位置するすべての人々にとって、影は両方向、すなわち北と南の両方に交互に傾く。 しかし、スエネ(夏至の回帰線にある)より北の人々にとっては、正午の影は北に向かって落ちる。
καλοῦνται δʼ οἱ μὲν ἀμφίσκιοι οἱ δʼ ἑτερόσκιοι.
そして前者は「両影民」、後者は「片影民」と呼ばれる。
ἔστι δέ τις καὶ ἄλλη διαφορὰ τοῖς ὑπὸ τῷ τροπικῷ, ἣν προείπομεν ἐν τῷ περὶ τῶν ζωνῶν λόγῳ.
また、回帰線の下に住む人々には別の違いもあるが、それについては帯帯に関する議論において我々が既に述べた通りである。
αὐτή τε γάρ ἐστιν δίαμμος καὶ σιλφιοφόρος καὶ ξηρά, τῶν νοτιωτέρων μερῶν εὐύδρων τε καὶ εὐκάρπων ὄντων.
というのも、この地域は砂が多く、シルフィオンを産出し、乾燥しているのに対し、より南の部分は水に恵まれ、実り豊かだからである。
§2.5.38Ἐν δὲ τοῖς διʼ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων, κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον.
アレクサンドリアおよびキュレネを通る線より南に約400スタディオンの場所(そこでは最も長い日は14等時時間である)においては、アルクトゥルスが天頂に達し、南へわずかに傾く。
ἐν δὲ τῇ Ἀλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία.
アレクサンドリアにおいては、グノーモンは秋分の影に対して、5対3の比率を持つ。
Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις, εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά.
また、カルタゴにおいてグノーモンが秋分の影に対して11対7の比率を持つとすれば、彼らはカルタゴより南に1,300スタディオンのところにいる。
διήκει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ διʼ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.
この平行圏は、一方ではキュレネを通り、カルタゴの南900スタディオンのところを通ってマウルシアの中央に至り、他方ではエジプト、コイレ・シリア、奥シリア、バビロニア、スシアス、ペルシス、カルマニア、上部ゲドロシアを通ってインドにまで達している。
§2.5.39Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῇ Φοινίκῃ καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ τετάρτου·
フェニキアのプトレマイス、シドン、ティロスの周辺においては、最も長い日は14時間4分の1である。
βορειότεροι δʼ εἰσὶν οὗτοι Ἀλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις, Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις.
これらはアレクサンドリアより北に約1,600スタディオン、カルタゴより北に約700スタディオンのところにある。
ἐν δὲ τῇ Πελοποννήσῳ καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάνθον τῆς Λυκίας ἢ τὰ μικρῷ νοτιώτερα καὶ ἔτι τὰ Συρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις, ἐνταῦθα ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ ἡμίσους·
ペロポネソス、ロドス島の中央部、ルキアのクサントスあるいはその少し南の地域、さらにシラクサより南に400スタディオンのところにおいては、最も長い日は14時間半である。
ἀπέχουσι δʼ οἱ τόποι οὗτοι Ἀλεξανδρείας μὲν τρισχιλίους ἑξακοσίους τετταράκοντα·
これらの場所はアレクサンドリアから3,640スタディオン離れている。
διήκει δʼ ὁ παράλληλος οὗτος κατʼ Ἐρατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυλῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.
そして、この平行圏はエラトステネスによれば、カリア、ルカオニア、カタオニア、メディア、カスピ海門、コーカサス近辺のインド人の地を通っている。
§2.5.40Ἐν δὲ τοῖς περὶ Ἀλεξάνδρειαν μέρεσι τῆς Τρῳάδος, κατʼ Ἀμφίπολιν καὶ Ἀπολλωνίαν τὴν ἐν Ἠπείρῳ, καὶ τοὺς Ῥώμης μὲν νοτιωτέρους βορειοτέρους δὲ Νεαπόλεως, ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαπέντε ἀπέχει δὲ ὁ παράλληλος οὗτος τοῦ μὲν διʼ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ ὡς ἑπτακισχιλίους σταδίους πρὸς ἄρκτον, τοῦ δʼ ἰσημερινοῦ ὑπὲρ δισμυρίους ὀκτακισχιλίους ὀκτακοσίους, τοῦ δὲ διὰ Ῥόδου τρισχιλίους τετρακοσίους, πρὸς νότον δὲ Βυζαντίου καὶ Νικαίας καὶ τῶν περὶ Μασσαλίαν χιλίους πεντακοσίους, μικρὸν δʼ ἀρκτικώτερός ἐστιν ὁ διὰ Λυσιμαχείας, ὅν φησιν Ἐρατοσθένης διὰ Μυσίας εἶναι καὶ Παφλαγονίας καὶ τῶν περὶ Σινώπην καὶ Ὑρκανίαν καὶ Βάκτρα.
トロアス地方のアレクサンドリア周辺、アンフィポリス、エペイロスのアポロニア、そしてローマよりは南であるがネアポリスよりは北の地域においては、最も長い日は15等時時間である。 そして、この平行圏はエジプトに面したアレクサンドリアの平行圏から北へ約7,000スタディオン、赤道からは28,800スタディオン以上、ロドス島を通る平行圏からは3,400スタディオン離れており、ビュザンティオン、ニカイア、マッサリア周辺の平行圏からは南へ1,500スタディオン離れている。 そして、ルシマケイアを通る平行圏はこれよりわずかに北にあり、エラトステネスはこれがムシア、パフラゴニア、シノペ、ヒュルカニア、バクトラ周辺を通っていると言う。
§2.5.41Ἐν δὲ τοῖς περὶ τὸ Βυζάντιον ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκαπέντε καὶ τετάρτου, ὁ δὲ γνώμων πρὸς τὴν σκιὰν λόγον ἔχει ἐν τῇ θερινῇ τροπῇ ὃν τὰ ἑκατὸν εἴκοσι πρὸς τετταράκοντα δύο λείποντα πέμπτῳ.
ビュザンティオンの周辺においては、最も長い日は15時間4分の1であり、夏至の際、グノーモンと影の比率は120対42から5分の1を引いたものになる。
ἀπέχουσι δʼ οἱ τόποι οὗτοι τοῦ διὰ μέσης τῆς Ῥοδίας περὶ τετρακισχιλίους καὶ ἐνακοσίους, τοῦ δʼ ἰσημερινοῦ ὡς τρισμυρίους τριακοσίους.
これらの場所はロドス島の中央を通る平行圏から約4,900スタディオン、赤道からは約33,000スタディオン離れている。
εἰσπλεύσασι δʼ εἰς τὸν Πόντον καὶ προελθοῦσιν ἐπὶ τὰς ἄρκτους ὅσον χιλίους καὶ τετρακοσίους ἡ μεγίστη ἡμέρα γίνεται ὡρῶν ἰσημερινῶν δεκαπέντε καὶ ἡμίσους ἀπέχουσι δʼ οἱ τόποι οὗτοι ἴσον ἀπό τε τοῦ πόλου καὶ τοῦ ἰσημερινοῦ κύκλου, καὶ ὁ ἀρκτικὸς κύκλος κατὰ κορυφὴν αὐτοῖς ἐστιν, ἐφʼ οὗ κεῖται ὅ τʼ ἐν τῷ τραχήλῳ τῆς Κασσιεπείας καὶ ὁ ἐν τῷ δεξιῷ ἀγκῶνι τοῦ Περσέως μικρῷ βορειότερος ὤν.
ポントス海に入って北へ約1,400スタディオン進んだところでは、最も長い日は15時間半となる。 これらの場所は極と赤道円から等距離にあり、極圏が彼らの天頂に位置し、その極圏の上にはカッシオペイアの首にある星と、それよりわずかに北にあるペルセウスの右肘にある星が位置している。

語釈・文法注

  1. 2.5.37τοῖς δʼ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ — 「スエネから〔すなわち〕夏至の回帰線から〔北に住む〕人々にとって」という、場所の起点を示す前置詞句を伴う名詞句であり、冠詞 τοῖς に係る分詞(οἰκοῦσιν 等)が省略されている。与格は判断・影響の与格である。
  2. 2.5.38Καρχηδόνος δὲ νοτιώτεροί εἰσι — 比較級 νοτιώτεροι(より南の)に伴う比較の属格 Καρχηδόνος(カルタゴよりも)が用いられている。主語は明示されていないが、前文の「アレクサンドリアとキュレネの南400スタディオンの地域に住む人々」を指す。
  3. 2.5.41τετταράκοντα δύο λείποντα πέμπτῳ — 分詞 λείποντα と与格 πέμπτῳ(「5分の1〔の分〕を欠いている」)を組み合わせて、「42から5分の1を引いたもの(41と5分の4)」を表す慣用的・数学的な数表現である。
  4. 2.5.41εἰσπλεύσασι δʼ εἰς τὸν Πόντον — 与格分詞 εἰσπλεύσασι および προελθοῦσιν は、「もし〜がポントス海に入って…北へ進むならば、彼らにとっては」という、条件や主観的な視点を示す関係・関与の与格である。

この箇所を引用する

ストラボン, 地理誌 §2.5.37-2.5.41. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.37-2.5.41

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。