§3.1.1Ἀποδεδωκόσι δʼ ἡμῖν τὸν πρῶτον τύπον τῆς γεωγραφίας οἰκεῖός ἐστιν ὁ ἐφεξῆς λόγος περὶ τῶν καθʼ ἕκαστα·
我々に地理学の最初の概略を提示し終えた今、これに続く個々の地方に関する記述は順序としてふさわしいものである。
καὶ γὰρ ὑπεσχόμεθα οὕτως καὶ δοκεῖ μέχρι νῦν ὀρθῶς ἡ πραγματεία μεμερίσθαι.
というのも、我々はそのように約束したし、また現在のところ、本論考は正しく分割されていると思われるからである。
ἀρκτέον δὲ πάλιν ἀπὸ τῆς Εὐρώπης καὶ τῶν μερῶν αὐτῆς τούτων ἀφʼ ὧνπερ καὶ πρότερον κατὰ τὰς αὐτὰς αἰτίας.
そして、再びヨーロッパから、そして以前と同じ理由に基づいて、まさに以前と同じその諸地方から始めなければならない。
§3.1.2πρῶτον δὲ μέρος αὐτῆς ἐστι τὸ ἑσπέριον, ὡς ἔφαμεν, ἡ Ἰβηρία.
その最初の部分は、我々が言ったように、西の部分、すなわちイベリアである。
ταύτης δὴ τὸ μὲν πλέον οἰκεῖται φαύλως·
実際、この地方の大部分は劣悪に居住されている。
ὄρη γὰρ καὶ δρυμοὺς καὶ πεδία λεπτὴν ἔχοντα γῆν οὐδὲ ταύτην ὁμαλῶς εὔυδρον οἰκοῦσι τὴν πολλήν·
というのも、彼らは山々や森林、そして痩せた土壌を持つ平野の大部分に住んでおり、しかもその土壌さえも一様に水に恵まれているわけではないからである。
ἡ δὲ πρόσβορρος ψυχρά τέ ἐστι τελέως πρὸς τῇ τραχύτητι καὶ παρωκεανῖτις, προσειληφυῖα τὸ ἄμικτον κἀνεπίπλεκτον τοῖς ἄλλοις, ὥσθʼ ὑπερβάλλει τῇ μοχθηρίᾳ τῆς οἰκήσεως.
一方、北の部分は険しさに加えて完全に寒冷であり、大洋に面しており、他者との交流のなさや孤立という特徴をさらに持っているため、居住環境の劣悪さにおいて極限に達している。
ταῦτα μὲν δὴ τὰ μέρη τοιαῦτα, ἡ δὲ νότιος πᾶσα εὐδαίμων σχεδόν τι καὶ διαφερόντως ἡ ἔξω στηλῶν·
さて、これらの地方はそのような状態であるが、南の部分はほぼ全体が豊かであり、とりわけ(ヘラクレスの)柱の外側がそうである。
ἔσται δὲ δῆλον ἐν τοῖς καθʼ ἕκαστα ὑπογράψασιν ἡμῖν πρότερον τό τε σχῆμα καὶ τὸ μέγεθος.
このことは、我々が個別的に記述するに先立ち、まずその形と大きさを大まかに描くことによって明らかになるであろう。
§3.1.3ἔοικε γὰρ βύρσῃ τεταμένῃ κατὰ μῆκος μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τὰ πρόσθια ἐχούσῃ μέρη πρὸς τῇ ἕῳ, κατὰ πλάτος δʼ ἀπὸ τῶν ἄρκτων πρὸς νότον.
すなわち、それは引き伸ばされた牛皮に似ており、長さにおいては西から東へと伸びてその前部を東に持ち、幅においては北から南へと伸びている。
ἔχει δὲ σταδίων ἑξακισχιλίων ὁμοῦ τὸ μῆκος, πλάτος δὲ πεντακισχιλίων τὸ μέγιστον, ἔστι δʼ ὅπου πολὺ ἔλαττον τῶν τρισχιλίων καὶ μάλιστα πρὸς τῇ Πυρήνῃ τῇ ποιούσῃ τὴν ἑῴαν πλευράν·
そして、長さはほぼ6,000スタディオン、幅は最大で5,000スタディオンであるが、ところによっては3,000スタディオンをはるかに下回り、特に東の辺を形成するピュレネーの近くではそうである。
ὄρος γὰρ διηνεκὲς ἀπὸ νότου πρὸς βορρᾶν τεταμένον ὁρίζει τὴν Κελτικὴν ἀπὸ τῆς Ἰβηρίας.
なぜなら、南から北へと伸びる一続きの山脈が、ケルティケをイベリアから隔てているからである。
οὔσης δὲ καὶ τῆς Κελτικῆς ἀνωμάλου τὸ πλάτος καὶ τῆς Ἰβηρίας, τὸ στενώτατον τοῦ πλάτους ἑκατέρας ἀπὸ τῆς ἡμετέρας θαλάττης ἐπὶ τὸν ὠκεανόν ἐστι τὸ τῇ Πυρήνῃ πλησιάζον μάλιστα ἐφʼ ἑκάτερον αὐτῆς τὸ μέρος καὶ ποιοῦν κόλπους τοὺς μὲν ἐπὶ τῷ ὠκεανῷ τοὺς δὲ ἐπὶ τῇ καθʼ ἡμᾶς θαλάττῃ·
ケルティケもイベリアも幅が不均一であるため、我々の海から大洋に至るそれぞれの幅の最も狭い部分は、ピュレネーに最も接近する両側の部分であり、一方は大洋に、他方は我々の海に湾を形成している。
μείζους δὲ τοὺς Κελτικούς, οὓς δὴ καὶ Γαλατικοὺς καλοῦσι, στενώτερον τὸν ἰσθμὸν ποιοῦντας παρὰ τὸν Ἰβηρικόν.
そして、ケルトの湾(人々はこれをガラティア湾とも呼ぶ)の方がより大きく、イベリアの地峡に比べて地峡をより狭くしている。
καὶ δὴ τὸ μὲν ἑῷον πλευρὸν τῆς Ἰβηρίας ἡ Πυρήνη ποιεῖ, τὸ δὲ νότιον ἥ τε καθʼ ἡμᾶς θάλαττα ἀπὸ τῆς Πυρήνης μέχρι στηλῶν καὶ ἡ ἐκτὸς τὸ ἑξῆς μέχρι τοῦ ἱεροῦ καλουμένου ἀκρωτηρίου·
そして実際、イベリアの東の辺はピュレネーが形成し、南の辺はピュレネーから柱にいたる我々の海と、それに続いて聖なる岬と呼ばれる岬にいたる外海が形成する。
τρίτον ἐστὶ τὸ ἑσπέριον πλευρὸν παράλληλόν πως τῇ Πυρήνῃ, τὸ ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου μέχρι τῆς πρὸς Ἀρτάβροις ἄκρας ἣν καλοῦσι Νέριον·
第三の辺は西の辺であり、ピュレネーとおおむね平行で、聖なる岬から、アルタブリア地方のネリオンと呼ばれる岬にいたる。
τέταρτον δὲ τὸ ἐνθένδε μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης.
第四の辺は、そこからピュレネーの北の端にいたる辺である。
§3.1.4Ἀναλαβόντες δὲ λέγωμεν τὰ καθʼ ἕκαστα ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου ἀρξάμενοι.
では、再び叙述を取り上げて、聖なる岬から始めて個別的な事柄を語ることにしよう。
τοῦτο δέ ἐστι τὸ δυτικώτατον οὐ τῆς Εὐρώπης μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης σημεῖον.
この岬は、ヨーロッパだけでなく、全居住世界の最西端の地点である。
περατοῦται μὲν γὰρ ὑπὸ τῶν δυεῖν ἠπείρων ἡ οἰκουμένη πρὸς δύσιν, τοῖς τε τῆς Εὐρώπης ἄκροις καὶ τοῖς πρώτοις τῆς Λιβύης, ὧν τὰ μὲν Ἴβηρες ἔχουσι τὰ δὲ Μαυρούσιοι.
なぜなら、居住世界は西においては、ヨーロッパの端とリビュアの最初の一帯という二つの大陸によって限られており、それらのうち前者はイベリア人が、後者はマウルシア人が領有しているからである。
προὔχει δὲ τὰ Ἰβηρικὰ ὅσον χιλίοις καὶ πεντακοσίοις σταδίοις κατὰ τὸ λεχθὲν ἀκρωτήριον.
そして、イベリアの側は、前述の岬のところで約1,500スタディオン突き出ている。
καὶ δὴ καὶ τὴν προσεχῆ τούτῳ χώραν τῇ Λατίνῃ φωνῇ καλοῦσι Κούνεον, σφῆνα σημαίνειν βουλόμενοι.
さらに実際、これに隣接する地域をラテン語で「クネウス」と呼ぶが、これは「楔」を意味しようとするものである。
αὐτὸ δὲ τὸ ἄκρον καὶ προπεπτωκὸς εἰς τὴν θάλατταν Ἀρτεμίδωρος εἰκάζει πλοίῳ, γενόμενος, φησίν, ἐν τῷ τόπῳ, προσλαμβάνειν δὲ τῷ σχήματι νησίδια τρία, τὸ μὲν ἐμβόλου τάξιν ἔχον τὰ δὲ ἐπωτίδων, ὑφόρμους ἔχοντα μετρίους.
アルテミドロスは、自身がその場所に行ったと語っているが、海へと突き出ているこの岬それ自体を船に例えており、その形状は3つの小島が加わることで完成され、一方は船首の配置をとり、他方は耳(錨台)の配置をとって、適度な係留地を提供している、としている。
Ἡρακλέους δʼ οὔθʼ ἱερὸν ἐνταῦθα δείκνυσθαι (ψεύσασθαι δὲ τοῦτο Ἔφορον) οὔτε βωμόν, οὐδʼ ἄλλου τῶν θεῶν, ἀλλὰ λίθους συγκεῖσθαι τρεῖς ἢ τέτταρας κατὰ πολλοὺς τόπους, οὓς ὑπὸ τῶν ἀφικνουμένων στρέφεσθαι κατά τι πάτριον καὶ μεταφέρεσθαι σπονδοποιησαμένων·
また、ヘラクレスの神殿も祭壇も、あるいは他のどの神のそれもここには示されておらず(エフォロスがこれを偽ったと彼は言う)、ただ、多くの場所に3つまたは4つの石が積まれており、訪れた人々が、ある伝統的な習わしに従って、神酒を注いで捧げたのちに、これらを回転させたり移動させたりするのだという。
θύειν δʼ οὐκ εἶναι νόμιμον, οὐδὲ νύκτωρ ἐπιβαίνειν τοῦ τόπου, θεοὺς φασκόντων κατέχειν αὐτὸν ἐν τῷ τότε χρόνῳ, ἀλλὰ τοὺς ἐπὶ θέαν ἥκοντας ἐν κώμῃ πλησίον νυκτερεύειν, εἶτʼ ἐπιβάλλειν ἡμέρας ὕδωρ ἐπιφερομένους διὰ τὴν ἀνυδρίαν.
しかし、犠牲を捧げることは慣習ではなく、夜間にこの場所に立ち入ることも許されない。 人々はその時間を神々がそこを占有していると主張するからである。 かわりに、見物に来た人々は近くの村で夜を明かし、その後、水がないために水を携えて日中に立ち入るのである。