§2.5.37̔́απασι δὲ τοῖς μεταξὺ κειμένοις τοῦ τε τροπικοῦ καὶ τοῦ ἰσημερινοῦ κύκλου μεταπίπτουσιν αἱ σκιαὶ ἐφʼ ἑκάτερα, πρός τε ἄρκτους καὶ μεσημβρίαν, τοῖς δʼ ἀπὸ Συήνης ἐκ τοῦ θερινοῦ τροπικοῦ πρὸς ἄρκτους πίπτουσιν αἱ σκιαὶ κατὰ μεσημβρίαν· καλοῦνται δʼ οἱ μὲν ἀμφίσκιοι οἱ δʼ ἑτερόσκιοι.
对于所有位于回归线和赤道圆之间的人来说,影子会向两边(即向北和向南)交替移动;而对于从塞涅(夏至回归线)往北的人来说,正午的影子落向北方;前者被称为“双影民”,后者被称为“单影民”。
ἔστι δέ τις καὶ ἄλλη διαφορὰ τοῖς ὑπὸ τῷ τροπικῷ, ἣν προείπομεν ἐν τῷ περὶ τῶν ζωνῶν λόγῳ.
对于那些在回归线之下的人来说,还有另外一种差异,这在我们关于气候带的讨论中已经提及。
αὐτή τε γάρ ἐστιν δίαμμος καὶ σιλφιοφόρος καὶ ξηρά, τῶν νοτιωτέρων μερῶν εὐύδρων τε καὶ εὐκάρπων ὄντων.
因为这一地区多沙、产硅草且干燥,而更偏南的地区则水源充足且土地肥沃。
§2.5.38Ἐν δὲ τοῖς διʼ Ἀλεξανδρείας καὶ Κυρήνης νοτιωτέροις ὅσον τετρακοσίοις σταδίοις, ὅπου ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκατεττάρων, κατὰ κορυφὴν γίνεται ὁ ἀρκτοῦρος μικρὸν ἐκκλίνων πρὸς νότον.
在通过亚历山大里亚和昔兰尼的平行圈以南大约400斯塔德的地方,那里最长的一天是14个赤道时,大角星正好位于头顶,稍稍向南偏。
ἐν δὲ τῇ Ἀλεξανδρείᾳ ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ πέντε πρὸς τρία.
在亚历山大里亚,日晷指针与昼夜平分时投影的比例为5比3。
Καρχηδόνος δὲ νοτιώτεροί εἰσι χιλίοις καὶ τριακοσίοις σταδίοις, εἴπερ ἐν Καρχηδόνι ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ ἕνδεκα πρὸς τὰ ἑπτά.
如果说在迦太基,日晷指针与平分影的比例为11比7,那么这些地方比迦太基偏南1,300斯塔德。
διήκει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν διὰ Κυρήνης καὶ τῶν νοτιωτέρων Καρχηδόνος ἐνακοσίοις σταδίοις μέχρι Μαυρουσίας μέσης, τῇ δὲ διʼ Αἰγύπτου καὶ Κοίλης Συρίας καὶ τῆς ἄνω Συρίας καὶ Βαβυλωνίας καὶ Σουσιάδος Περσίδος Καρμανίας Γεδρωσίας τῆς ἄνω μέχρι τῆς Ἰνδικῆς.
这个平行圈一方面穿过昔兰尼,并穿过迦太基以南900斯塔德的地方,直到毛鲁西亚的中部;另一方面穿过埃及、柯里叙利亚、上叙利亚、巴比伦尼亚、苏西亚纳、波斯、卡尔马尼亚、上格德罗西亚,直到印度。
§2.5.39Ἐν δὲ τοῖς περὶ Πτολεμαΐδα τὴν ἐν τῇ Φοινίκῃ καὶ Σιδῶνα καὶ Τύρον ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ τετάρτου· βορειότεροι δʼ εἰσὶν οὗτοι Ἀλεξανδρείας μὲν ὡς χιλίοις ἑξακοσίοις σταδίοις, Καρχηδόνος δὲ ὡς ἑπτακοσίοις.
在腓尼基的普托莱迈斯、西顿和推罗附近,最长的一天是14又四分之一赤道时;这些地方比亚历山大里亚偏北约1,600斯塔德,比迦太基偏北约700斯塔德。
ἐν δὲ τῇ Πελοποννήσῳ καὶ περὶ τὰ μέσα τῆς Ῥοδίας καὶ περὶ Ξάνθον τῆς Λυκίας ἢ τὰ μικρῷ νοτιώτερα καὶ ἔτι τὰ Συρακοσίων νοτιώτερα τετρακοσίοις σταδίοις, ἐνταῦθα ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκατεττάρων καὶ ἡμίσους· ἀπέχουσι δʼ οἱ τόποι οὗτοι Ἀλεξανδρείας μὲν τρισχιλίους ἑξακοσίους τετταράκοντα·
在伯罗奔尼撒、罗得岛中部、吕基亚的克桑托斯或稍偏南的地方,以及叙拉古以南400斯塔德的地方,最长的一天是14个半赤道时;这些地方距离亚历山大里亚3,640斯塔德。
διήκει δʼ ὁ παράλληλος οὗτος κατʼ Ἐρατοσθένη διὰ Καρίας Λυκαονίας Καταονίας Μηδίας Κασπίων πυλῶν Ἰνδῶν τῶν κατὰ Καύκασον.
而根据埃拉托斯特尼,这一平行圈穿过卡里亚、吕考尼亚、卡塔奥尼亚、米底亚、里海门,以及高加索山脉附近的印度人之地。
§2.5.40Ἐν δὲ τοῖς περὶ Ἀλεξάνδρειαν μέρεσι τῆς Τρῳάδος, κατʼ Ἀμφίπολιν καὶ Ἀπολλωνίαν τὴν ἐν Ἠπείρῳ, καὶ τοὺς Ῥώμης μὲν νοτιωτέρους βορειοτέρους δὲ Νεαπόλεως, ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν δεκαπέντε ἀπέχει δὲ ὁ παράλληλος οὗτος τοῦ μὲν διʼ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ ὡς ἑπτακισχιλίους σταδίους πρὸς ἄρκτον, τοῦ δʼ ἰσημερινοῦ ὑπὲρ δισμυρίους ὀκτακισχιλίους ὀκτακοσίους, τοῦ δὲ διὰ Ῥόδου τρισχιλίους τετρακοσίους, πρὸς νότον δὲ Βυζαντίου καὶ Νικαίας καὶ τῶν περὶ Μασσαλίαν χιλίους πεντακοσίους, μικρὸν δʼ ἀρκτικώτερός ἐστιν ὁ διὰ Λυσιμαχείας, ὅν φησιν Ἐρατοσθένης διὰ Μυσίας εἶναι καὶ Παφλαγονίας καὶ τῶν περὶ Σινώπην καὶ Ὑρκανίαν καὶ Βάκτρα.
在特罗阿德的亚历山大里亚附近、安菲波利斯、伊庇鲁斯的阿波罗尼亚,以及比罗马偏南但比内亚波利斯偏北的地区,最长的一天是15个赤道时;这一平行圈向北距离埃及附近的亚历山大里亚的平行圈约7,000斯塔德,距离赤道28,800斯塔德以上,距离通过罗得岛的平行圈3,400斯塔德,向南距离拜占庭、尼西亚和马赛附近的平行圈1,500斯塔德;而通过利西马基亚的平行圈比这稍偏北,埃拉托斯特尼说这一平行圈穿过米西亚、帕弗拉戈尼亚、西诺皮、希尔卡尼亚和巴克特里亚附近。
§2.5.41Ἐν δὲ τοῖς περὶ τὸ Βυζάντιον ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δεκαπέντε καὶ τετάρτου, ὁ δὲ γνώμων πρὸς τὴν σκιὰν λόγον ἔχει ἐν τῇ θερινῇ τροπῇ ὃν τὰ ἑκατὸν εἴκοσι πρὸς τετταράκοντα δύο λείποντα πέμπτῳ.
在拜占庭附近,最长的一天是15又四分之一赤道时,在夏至时,日晷指针与投影的比例为120比42减去五分之一。
ἀπέχουσι δʼ οἱ τόποι οὗτοι τοῦ διὰ μέσης τῆς Ῥοδίας περὶ τετρακισχιλίους καὶ ἐνακοσίους, τοῦ δʼ ἰσημερινοῦ ὡς τρισμυρίους τριακοσίους.
这些地方距离通过罗得岛中部的平行圈约4,900斯塔德,距离赤道约33,000斯塔德。
εἰσπλεύσασι δʼ εἰς τὸν Πόντον καὶ προελθοῦσιν ἐπὶ τὰς ἄρκτους ὅσον χιλίους καὶ τετρακοσίους ἡ μεγίστη ἡμέρα γίνεται ὡρῶν ἰσημερινῶν δεκαπέντε καὶ ἡμίσους ἀπέχουσι δʼ οἱ τόποι οὗτοι ἴσον ἀπό τε τοῦ πόλου καὶ τοῦ ἰσημερινοῦ κύκλου, καὶ ὁ ἀρκτικὸς κύκλος κατὰ κορυφὴν αὐτοῖς ἐστιν, ἐφʼ οὗ κεῖται ὅ τʼ ἐν τῷ τραχήλῳ τῆς Κασσιεπείας καὶ ὁ ἐν τῷ δεξιῷ ἀγκῶνι τοῦ Περσέως μικρῷ βορειότερος ὤν.
而对于驶入蓬托斯海并向北航行大约1,400斯塔德的人来说,最长的一天变为15个半赤道时;这些地方距离极点和赤道圆等距,极圈正处于他们的头顶,其上坐落着仙后座颈部的星,以及稍偏北的珀耳修斯右肘的星。