§2.5.34λοιπὸν εἰπεῖν περὶ τῶν κλιμάτων, ὅπερ καὶ αὐτὸ ἔχει καθολικὴν ὑποτύπωσιν, ὁρμηθεῖσιν ἐκ τῶν γραμμῶν ἐκείνων, ἃ στοιχεῖα ἐκαλέσαμεν, λέγω δὲ τῆς τε τὸ μῆκος ἀφοριζούσης τὸ μέγιστον καὶ τῆς τὸ πλάτος, μάλιστα δὲ τῆς τὸ πλάτος.
残るは緯度帯について語ることであるが、それ自体も、我々が基本線と呼んだあの線(複数)、すなわち、最大経度を画定する線と、緯度を画定する線、とりわけ緯度を画定する線を出発点とするならば、概括的な素描となるものである。
τοῖς μὲν οὖν ἀστρονομικοῖς ἐπὶ πλέον τοῦτο ποιητέον, καθάπερ Ἵππαρχος ἐποίησεν.
したがって、天文学者にとっては、これはより詳細に行われるべきことであり、それはちょうどヒッパルコスが行った通りである。
ἀνέγραψε γάρ, ὡς αὐτός φησι, τὰς γινομένας ἐν τοῖς οὐρανίοις διαφορὰς καθʼ ἕκαστον τῆς γῆς τόπον τῶν ἐν τῷ καθʼ ἡμᾶς τεταρτημορίῳ τεταγμένων, λέγω δὲ τῶν ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι τοῦ βορείου πόλου.
というのも、彼自身が言うように、彼は我々の四分の一球に配置されている地球上の各場所、すなわち赤道から北極に至るまでの場所について、天界に生じる差異を記録したからである。
τοῖς δὲ γεωγραφοῦσιν οὔτε τῶν ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης φροντιστέον, οὔτʼ ἐν αὐτοῖς τῆς οἰκουμένης μέρεσι τὰς τοιαύτας καὶ τοσαύτας διαφορὰς παραδεκτέον τῷ πολιτικῷ·
しかし地理学を記述する者にとっては、我々の居住世界の外側にある事柄に配慮する必要はなく、また居住世界自体の内部においても、そのような非常に多くの差異を政治家のために受け入れるべきではない。
περισκελεῖς γάρ εἰσιν.
なぜなら、それらは細かすぎて融通が利かないからである。
ἀλλʼ ἀρκεῖ τὰς σημειώδεις καὶ ἁπλουστέρας ἐκθέσθαι τῶν ὑπʼ αὐτοῦ λεχθεισῶν, ὑποθεμένοις, ὥσπερ ἐκεῖνος, εἶναι τὸ μέγεθος τῆς γῆς σταδίων εἴκοσι πέντε μυριάδων καὶ δισχιλίων, ὡς καὶ Ἐρατοσθένης ἀποδίδωσιν·
むしろ、彼が述べたことのうち、顕著でより単純なものを提示するだけで十分であり、彼と同じように、地球の大きさが、エラトステネスも提示しているように25万2千スタディオンであると仮定すればよい。
οὐ μεγάλη γὰρ παρὰ τοῦτʼ ἔσται διαφορὰ πρὸς τὰ φαινόμενα ἐν τοῖς μεταξὺ τῶν οἰκήσεων διαστήμασιν.
というのも、これによって、諸居住地の間の距離における天体現象に対して、大きな差異は生じないからである。
εἰ δή τις εἰς τριακόσια ἑξήκοντα τμήματα τέμοι τὸν μέγιστον τῆς γῆς κύκλον, ἔσται ἑπτακοσίων σταδίων ἕκαστον τῶν τμημάτων·
もし誰かが地球の大円を360の部分に分割するなら、それぞれの部分は700スタディオンになる。
τούτῳ δὴ χρῆται μέτρῳ πρὸς τὰ διαστήματα ἐν τῷ λεχθέντι διὰ Μερόης μεσημβρινῷ λαμβάνεσθαι μέλλοντα.
彼は、前述のメロエを通る子午線上において測定されるべき距離に対して、この尺度を用いるのである。
ἐκεῖνος μὲν δὴ ἄρχεται ἀπὸ τῶν ἐν τῷ ἰσημερινῷ οἰκούντων, καὶ λοιπὸν ἀεὶ διʼ ἑπτακοσίων σταδίων τὰς ἐφεξῆς οἰκήσεις ἐπιὼν κατὰ τὸν λεχθέντα μεσημβρινὸν πειρᾶται λέγειν τὰ παρʼ ἑκάστοις φαινόμενα·
彼自身は確かに赤道に住む人々から始めて、その後は常に700スタディオンの間隔で、前述の子午線に沿って順次居住地を巡りながら、それぞれの場所における天体現象を述べようと試みているが、我々はそこから始めるべきではない。
ἡμῖν δʼ οὐκ ἐντεῦθεν ἀρκτέον. καὶ γὰρ εἰ οἰκήσιμα ταῦτά ἐστιν, ὥσπερ οἴονταί τινες, ἰδία γέ τις οἰκουμένη αὕτη ἐστί, διὰ μέσης τῆς ἀοικήτου διὰ καῦμα στενὴ τεταμένη, οὐκ οὖσα μέρος τῆς καθʼ ἡμᾶς οἰκουμένης·
なぜなら、たとえ一部の人々が考えるようにこれらの場所が居住可能であるとしても、それは酷暑のために居住不可能な地域の真ん中を細長く伸びている、それ自体で独立した一種の居住世界であって、我々の居住世界の一部ではないからである。
ὁ δὲ γεωγράφος ἐπισκοπεῖ ταύτην μόνην τὴν καθʼ ἡμᾶς οἰκουμένην.
そして、地理学者はこの我々の居住世界のみを考察の対象とする。
αὕτη δʼ ἀφορίζεται πέρασι νοτίῳ μὲν τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, βορείῳ δὲ τῷ διὰ Ἰέρνης·
そして、この居住世界は、南はシナモン産出地を通る平行圏、北はイエルネを通る平行圏を境界として画定されている。
οὔτε δὲ τὰς τοσαύτας οἰκήσεις ἐπιτέον ὅσας ὑπαγορεύει τὸ λεχθὲν μεταξὺ διάστημα, οὔτε πάντα τὰ φαινόμενα θετέον, μεμνημένοις τοῦ γεωγραφικοῦ σχήματος.
我々は、その間にある前述の距離が指し示すほどの多くの居住地をいちいち巡るべきではないし、地理学の体裁を念頭に置いて、すべての天体現象を記述すべきでもない。
ἀρκτέον δʼ, ὥσπερ Ἵππαρχος, ἀπὸ τῶν νοτίων μερῶν.
しかし、ヒッパルコスと同じように、南の部分から始めるべきである。
§2.5.35φησὶ δὴ τοῖς οἰκοῦσιν ἐπὶ τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, ὃς ἀπέχει τῆς Μερόης τρισχιλίους σταδίους πρὸς νότον, τούτου δʼ ὁ ἰσημερινὸς ὀκτακισχιλίους καὶ ὀκτακοσίους, εἶναι τὴν οἴκησιν ἐγγυτάτω μέσην τοῦ τε ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ τοῦ κατὰ Συήνην·
彼が言うには、シナモン産出地を通る平行圏(これはメロエから南へ3,000スタディオン離れており、ここから赤道は8,800スタディオン離れている)に住む人々にとって、彼らの居住地は赤道とスエネを通る夏至の回帰線とのほぼ中間に位置している。
ἀπέχειν γὰρ τὴν Συήνην πεντακισχιλίους τῆς Μερόης·
なぜなら、スエネはメロエから5,000スタディオン離れているからである。
παρὰ δὲ τούτοις πρώτοις τὴν μικρὰν ἄρκτον ὅλην ἐν τῷ ἀρκτικῷ περιέχεσθαι καὶ ἀεὶ φαίνεσθαι·
そして、彼らのところにおいて初めて、小熊座全体が極圏に含まれて常に現れる。
τὸν γὰρ ἐπʼ ἄκρας τῆς οὐρᾶς λαμπρὸν ἀστέρα, νοτιώτατον ὄντα, ἐπʼ αὐτοῦ ἱδρῦσθαι τοῦ ἀρκτικοῦ κύκλου ὥστʼ ἐφάπτεσθαι τοῦ ὁρίζοντος.
なぜなら、尾の端にある輝く星が、最南端にあるが、極圏そのものの上に位置して地平線に接するからである。
τῷ δὲ λεχθέντι μεσημβρινῷ παράλληλός πως παράκειται ἕωθεν ὁ Ἀράβιος κόλπος·
また、前述の子午線には、東側からアラビア湾がほぼ平行に隣接している。
τούτου δʼ ἔκβασις εἰς τὸ ἔξω πέλαγος ἡ Κινναμωμοφόρος ἐστίν, ἐφʼ ἧς ἡ τῶν ἐλεφάντων γέγονε θήρα τὸ παλαιόν.
そしてこの湾の外海への出口がシナモン産出地であり、そこでは古代に象の狩猟が行われていた。
ἐκπίπτει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν ἐπὶ τοὺς νοτιωτέρους μικρὸν τῆς Ταπροβάνης ἢ ἐπὶ τοὺς ἐσχάτους οἰκοῦντας, τῇ δʼ ἐπὶ τὰ νοτιώτατα τῆς Λιβύης.
この平行圏は、一方ではタプロバネの少し南にいる人々、あるいは最も端に住む人々のところへ至り、他方ではリビアの最も南の部分へと至る。
§2.5.36τοῖς δὲ κατὰ Μερόην καὶ Πτολεμαΐδα τὴν ἐν τῇ Τρωγλοδυτικῇ ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα·
メロエ、およびトログロデュティケにあるプトレマイスに住む人々にとって、最も長い日は13等時時間である。
ἔστι δʼ αὕτη ἡ οἴκησις μέση πως τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διʼ Ἀλεξανδρείας παρὰ χιλίους καὶ ὀκτακοσίους τοὺς πλεονάζοντας πρὸς τῷ ἰσημερινῷ·
この居住地は、赤道側の部分が1,800スタディオン多くなっている点を除けば、赤道とアレクサンドリアを通る平行圏のほぼ中間に位置している。
διήκει δʼ ὁ διὰ Μερόης παράλληλος τῇ μὲν διʼ ἀγνωρίστων μερῶν, τῇ δὲ διὰ τῶν ἄκρων τῆς Ἰνδικῆς.
そして、メロエを通る平行圏は、一方では未知の地域を通り、他方ではインドの端を通っている。
ἐν δὲ Συήνῃ καὶ Βερενίκῃ τῇ ἐν τῷ Ἀραβίῳ κόλπῳ καὶ τῇ Τρωγλοδυτικῇ κατὰ θερινὰς τροπὰς ὁ ἥλιος κατὰ κορυφῆς γίνεται, ἡ δὲ μακροτάτη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα καὶ ἡμιωρίου, ἐν δὲ τῷ ἀρκτικῷ φαίνεται καὶ ἡ μεγάλη ἄρκτος ὅλη σχεδόν τι πλὴν τῶν σκελῶν καὶ τοῦ ἄκρου τῆς οὐρᾶς καὶ ἑνὸς τῶν ἐν τῷ πλινθίῳ ἀστέρων.
また、スエネ、およびアラビア湾とトログロデュティケにあるベレニケにおいては、夏至の時に太陽が天頂に達し、最も長い日は13時間半(等時時間)であり、極圏には大熊座も、脚、尾の端、および方形をなす星のうちの一つを除いて、ほぼ全体が現れる。
ὁ δὲ διὰ Συήνης παράλληλος τῇ μὲν διὰ τῆς τῶν Ἰχθυοφάγων τῶν κατὰ τὴν Γεδρωσίαν καὶ τῆς Ἰνδικῆς διήκει, τῇ δὲ διὰ τῶν νοτιωτέρων Κυρήνης πεντακισχιλίοις σταδίοις παρὰ μικρόν.
そして、スエネを通る平行圏は、一方ではゲドロシアに沿った魚食民の国とインドを通り、他方ではキュレネの南約5,000スタディオンのところを通っている。