Humanitext Reader

ストラボン · 地理誌 §2.5.27-2.5.30

イベリア・ケルティケ・イタリアとイストロス川流域

87 / 577 箇所 · ギリシア語

要旨

イベリア、ケルティケ、イタリアの地理的境界、山脈、隣接する海や島々を概説し、ヨーロッパ東部を二分するイストロス川の流路とその周辺の諸民族について記述している。

§2.5.27κατὰ μέρος δʼ ἐστὶ πρώτη πασῶν ἀπὸ τῆς ἑσπέρας ἡ Ἰβηρία, βύρσῃ βοείᾳ παραπλησία, τῶν ὡς ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων εἰς τὴν συνεχῆ Κελτικήν·
個々の地方については、西から順にすべての中で最初なのはイベリアであり、これは牛の皮に似ており、いわば首に相当する部分が隣接するケルティケへとはみ出している。
ταῦτα δʼ ἐστὶ τὰ πρὸς ἕω, καὶ τούτοις ἐναποτέμνεται τὸ πλευρὸν * ὄρος ἡ καλουμένη Πυρήνη.
そしてこれらは東側の部分であり、これらによってピュレネと呼ばれる山がその側面を区切っている。
* αὕτη δʼ ἐστὶ περίρρυτος τῇ θαλάττῃ τὸ μὲν νότιον τῇ καθʼ ἡμᾶς μέχρι στηλῶν, τὰ δὲ λοιπὰ τῇ Ἀτλαντικῇ μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης.
イベリアは海によって取り囲まれており、南側は我々の海によって柱に至るまで、残りの部分はアトランティス海によってピュレネの北の先端に至るまで取り囲まれている。
μῆκος δὲ τῆς χώρας ταύτης ἐστὶ περὶ ἑξακισχιλίους σταδίους τὸ μέγιστον, πλάτος δὲ πεντακισχιλίους.
この地方の長さは最大で約六千スタディオン、幅は五千スタディオンである。
§2.5.28μετὰ δὲ ταύτην ἐστὶν ἡ Κελτικὴ πρὸς ἕω μέχρι ποταμοῦ Ῥήνου, τὸ μὲν βόρειον πλευρὸν τῷ Βρεττανικῷ κλυζομένη πορθμῷ παντί·
このイベリアの次には、東に向かってライン川に至るまでケルティケがある。
ἀντιπαρήκει γὰρ αὐτῇ παράλληλος ἡ νῆσος αὕτη πᾶσα πάσῃ, μῆκος ὅσον πεντακισχιλίους ἐπέχουσα·
その北の側面はブリタニア海峡全体によって洗われており、というのも、この島全体がそれの全体に並行して対向して伸びており、約五千スタディオンの長さに及んでいるからである。
τὸ δʼ ἑωθινὸν τῷ Ῥήνῳ ποταμῷ περιγραφομένη παράλληλον ἔχοντι τὸ ῥεῦμα τῇ Πυρήνῃ·
そして、東の側面はライン川によって境界づけられており、この川はその流れをピュレネと平行にしている。
τὸ δὲ νότιον τὸ μὲν ταῖς Ἄλπεσι τὸ ἀπὸ τοῦ Ῥήνου, τὸ δʼ αὐτῇ τῇ καθʼ ἡμᾶς θαλάττῃ, καθʼ ὃ χωρίον ὁ καλούμενος Γαλατικὸς κόλπος ἀναχεῖται, καὶ ἐν αὐτῷ Μασσαλία τε καὶ Νάρβων ἵδρυνται πόλεις ἐπιφανέσταται.
南の側面については、ライン川から始まる部分はアルプス山脈によって、他方の部分は我々の海そのものによって画されており、そこではガリア湾と呼ばれる湾が広がっており、その中にマッサリアとナルボンという極めて高名な都市が置かれている。
ἀντίκειται δὲ τῷ κόλπῳ τούτῳ κατʼ ἀποστροφὴν ἕτερος κόλπος ὁμωνύμως αὐτῷ καλούμενος Γαλατικός, βλέπων πρὸς τὰς ἄρκτους καὶ τὴν Βρεττανικήν·
この湾に背を向けるようにして、同じくガリア湾と呼ばれるもう一つの湾が対向しており、それは北とブリタニアの方を向いている。
ἐνταῦθα δὲ καὶ στενώτατον λαμβάνει τὸ πλάτος ἡ Κελτική· συνάγεται γὰρ εἰς ἰσθμὸν ἐλαττόνων μὲν ἢ τρισχιλίων σταδίων, πλειόνων δʼ ἢ δισχιλίων.
そして、この場所でケルティケはその幅が最も狭くなっており、三千スタディオン未満、二千スタディオン以上の地峡に狭まっている。
μεταξὺ δέ ἐστι ῥάχις ὀρεινὴ πρὸς ὀρθὰς τῇ Πυρήνῃ, τὸ καλούμενον Κέμμενον ὄρος·
その中間には、ピュレネに対して直角に交わる山脈があり、それはケンメノン山と呼ばれている。
τελευτᾷ δὲ τοῦτο εἰς μεσαίτατα τὰ Κελτῶν πεδία.
そして、これはケルト人の平原のほぼ中央で終わっている。
τῶν δὲ Ἄλπεων, ἅ ἐστιν ὄρη σφόδρα ὑψηλὰ ποιοῦντα περιφερῆ γραμμήν, τὸ μὲν κυρτὸν ἔστραπται πρὸς τὰ λεχθέντα τῶν Κελτῶν πεδία καὶ τὸ Κέμμενον ὄρος, τὸ δὲ κοῖλον πρὸς τὴν Λιγυστικὴν καὶ τὴν Ἰταλίαν.
非常に高く、円弧の線を描く山々であるアルプス山脈のうち、凸状の部分は、既に述べたケルト人の平野とケンメノン山の方を向いており、凹状の部分はリグリアとイタリアの方を向いている。
ἔθνη δὲ κατέχει πολλὰ τὸ ὄρος τοῦτο Κελτικὰ πλὴν τῶν Λιγύων·
この山脈は、リグリア人を除けば、多くのケルト系諸民族が領有している。
οὗτοι δʼ ἑτεροεθνεῖς μέν εἰσι, παραπλήσιοι δὲ τοῖς βίοις·
彼らは異なる民族であるが、生活様式は似ている。
νέμονται δὲ μέρος τῶν Ἄλπεων τὸ συνάπτον τοῖς Ἀπεννίνοις ὄρεσι, μέρος δὲ καὶ τῶν Ἀπεννίνων ὀρῶν κατέχουσι.
そして、アルプスのうちアペニン山脈に接続する部分に居住し、またアペニン山脈の一部をも領有している。
ταῦτα δʼ ἐστὶν ὀρεινὴ ῥάχις διὰ τοῦ μήκους ὅλου τῆς Ἰταλίας διαπεφυκυῖα ἀπὸ τῶν ἄρκτων ἐπὶ μεσημβρίαν, τελευτῶσα δʼ ἐπὶ τὸν Σικελικὸν πορθμόν.
そしてこれらは、イタリアの全域を縦断して北から南へと伸びる山脈であり、シケリア海峡で終わっている。
§2.5.29τῆς δʼ Ἰταλίας ἐστὶ τὰ μὲν πρῶτα μέρη τὰ ὑποπίπτοντα ταῖς Ἄλπεσι πεδία μέχρι τοῦ μυχοῦ τοῦ Ἀδρίου καὶ τῶν πλησίον τόπων, τὰ δʼ ἑξῆς ἄκρα στενὴ καὶ μακρὰ χερρονησιάζουσα, διʼ ἧς, ὡς εἶπον, ἐπὶ μῆκος τέταται τὸ Ἀπέννινον ὄρος ὅσον ἑπτακισχιλίων, πλάτος δʼ ἀνώμαλον.
イタリアのうち、最初の部分はアルプス山脈のふもとに広がる平原であり、アドリア海の最奥部およびその周辺の地域に至るまで及んでいる。 それに続く部分は幅が狭く長い、半島を形成する先端部であり、それを通じて、私が言ったように、アペニン山脈が約七千スタディオンの長さにわたって伸びており、その半島の幅は不均一である。
ποιεῖ δὲ τὴν Ἰταλίαν χερρόνησον τό τε Τυρρηνικὸν πέλαγος ἀρξάμενον ἀπὸ τοῦ Λιγυστικοῦ καὶ τὸ Αὐσόνιον καὶ ὁ Ἀδρίας.
そして、リグリア海から始まるティレニア海と、アウソニア海、およびアドリア海が、イタリアを半島にしている。
§2.5.30μετὰ δὲ τὴν Ἰταλίαν καὶ τὴν Κελτικὴν τὰ πρὸς ἕω λοιπά ἐστι τῆς Εὐρώπης, ἃ δίχα τέμνεται τῷ Ἴστρῳ ποταμῷ.
イタリアとケルティケの次には、ヨーロッパの残りの東の部分があり、それはイストロス川によって二つに切り分けられている。
φέρεται δʼ οὗτος ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾷ λιπὼν τήν τε Γερμανίαν ὅλην ἀρξαμένην ἀπὸ τοῦ Ῥήνου καὶ τὸ Γετικὸν πᾶν καὶ τὸ τῶν Τυρεγετῶν καὶ Βασταρνῶν καὶ Σαυροματῶν μέχρι Τανάιδος ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης, ἐν δεξιᾷ δὲ τήν τε Θρᾴκην ἅπασαν καὶ τὴν Ἰλλυρίδα, λοιπὴν δὲ καὶ τελευταίαν τὴν Ἑλλάδα.
この川は西から東へと流れてエウクセイノス・ポントスに注いでおり、ライン川から始まるゲルマニアの全体と、ゲタイ人の土地全体、およびタナイス川とマイオティス湖に至るまでのテュレゲタイ人、バスタルナイ人、サウロマタイ人の地を左側に残し、右側にはトラキア全体とイルリア、そして最後にして残りの部分であるギリシアを残している。
πρόκεινται δὲ νῆσοι τῆς Εὐρώπης ἃς ἔφαμεν, ἔξω μὲν στηλῶν Γάδειρά τε καὶ Καττιτερίδες καὶ Βρεττανικαί, ἐντὸς δὲ στηλῶν αἵ τε Γυμνήσιαι καὶ ἄλλα νησίδια Φοινίκων καὶ τὰ τῶν Μασσαλιωτῶν καὶ Λιγύων καὶ αἱ πρὸ τῆς Ἰταλίας μέχρι τῶν Αἰόλου νήσων καὶ τῆς Σικελίας, ὅσαι τε περὶ τὴν Ἠπειρῶτιν καὶ Ἑλλάδα καὶ μέχρι Μακεδονίας καὶ τῆς Θρᾳκίας χερρονήσου.
そして、前に述べたヨーロッパの島々が、その前方に横たわっている。 すなわち、柱の外側にはガデイラ、カッシテリデス、ブリタニア諸島があり、柱の内側にはギュムネシアイ諸島とフェニキア人のその他の小島、マッサリア人やリグリア人の島々、そしてアイオロスの諸島やシケリアに至るまでのイタリア前方の島々、さらにエペイロスやギリシアの周辺からマケドニアやトラキアの半島の周辺に至るまでのすべての島々が前方に横たわっている。

語釈・文法注

  1. 2.5.27τῶν ὡς ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων — イベリアの形状を牛の皮(βύρση βοεία)に喩えた文脈において、独立分詞(属格絶対格)構文が用いられている。`ὡς ἂν` は比喩的な表現(いわば、言ってみれば)を導入しており、ここでは「首にあたる部分」がガリア地方に重なる、あるいははみ出している様子を表している。
  2. 2.5.27καὶ τούτοις ἐναποτέμνεται τὸ πλευρὸν ὄρος ἡ καλουμένη Πυρήνη. — 動詞 `ἐναποτέμνεται`(ἐναποτέμνω)は中動態または受動態のいずれとも解釈可能である。主語である「ピュレネと呼ばれる山」が「その(イベリアの)側面を自らの境界として切り取っている」(中動態)と取るのが地理的記述として自然である。指示代名詞の与格 `τούτοις`(複数中性)は、前文の `ταῦτα`(東側の、首に相当する部分)を指し、この部分によってイベリアの東の側面が画されていることを示す。
  3. 2.5.28πᾶσα πάσῃ — 形容詞 `πᾶς` の主格女性 `πᾶσα`(主語 `ἡ νῆσος`「島、すなわちブリタニア」に一致)と与格女性 `πάσῃ`(前出の `αὐτῇ`「それ、すなわちケルティケ」に一致)が並置され、二つの地勢が全体にわたって完全に対向・並行していることを強調する古典ギリシア語の慣用的・強調的表現である。
  4. 2.5.28τὸ δὲ νότιον τὸ μὲν ταῖς Ἄλπεσι τὸ ἀπὸ τοῦ Ῥήνου, τὸ δʼ αὐτῇ τῇ καθʼ ἡμᾶς θαλάττῃ — 非常に高度に省略された対比構造である。文頭の `τὸ δὲ νότιον`(「南の側面は」)を大主語とし、その内訳を `τὸ μὲν... τὸ δʼ...`(「一方は...、他方は...」)で対比させている。動詞部分には、前文の動詞 `περιγραφομένη`(「境界づけられている」)を補って理解する必要がある。
  5. 2.5.30ἐν ἀριστερᾷ λιπὼν ... ἐν δεξιᾷ δὲ ... — 現在分詞 `λιπὼν`(「残して、残しながら」、主語 `οὗτος`「この川」に一致)が導く目的語(被修飾語)が非常に長大である。`ἐν ἀριστερᾷ`(「左側に」)の目的語は `τήν τε Γερμανίαν...` から `τῆς Μαιώτιδος λίμνης` までであり、`ἐν δεξιᾷ δὲ`(「右側には」)の目的語は `τήν τε Θρᾴκην ἅπασαν...` から `τὴν Ἑλλάδα` までである。これらがイストロス川(ドナウ川)の流路を挟んだ北側(左)と南側(右)の地域の対比として機能している。

この箇所を引用する

ストラボン, 地理誌 §2.5.27-2.5.30. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.27-2.5.30

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。