Humanitext Reader

斯特拉波 · 地理学 §2.5.27-2.5.30

伊比利亚凯尔特与意大利及伊斯特罗斯河流域

第 87 段,共 577 段 · 希腊语

内容简介

本段概述了伊比利亚、凯尔特区和意大利的地理边界、山脉、周边海洋及岛屿,并描述了将东欧一分为二的伊斯特罗斯河的流向及其周边的各族群。

§2.5.27κατὰ μέρος δʼ ἐστὶ πρώτη πασῶν ἀπὸ τῆς ἑσπέρας ἡ Ἰβηρία, βύρσῃ βοείᾳ παραπλησία, τῶν ὡς ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων εἰς τὴν συνεχῆ Κελτικήν· ταῦτα δʼ ἐστὶ τὰ πρὸς ἕω, καὶ τούτοις ἐναποτέμνεται τὸ πλευρὸν * ὄρος ἡ καλουμένη Πυρήνη.
具体而言,从西面开始,最先出现的是伊比利亚,它类似于一张牛皮,其所谓的颈部重叠延伸到与之相连的凯尔特区;这些是朝东的部分,比勒内山就在这里切断了它的侧边。
* αὕτη δʼ ἐστὶ περίρρυτος τῇ θαλάττῃ τὸ μὲν νότιον τῇ καθʼ ἡμᾶς μέχρι στηλῶν, τὰ δὲ λοιπὰ τῇ Ἀτλαντικῇ μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης.
伊比利亚被海洋环绕,南面是我们这边的海,直到赫拉克勒斯之柱,其余部分则被大西洋环绕,直到比勒内的北端。
μῆκος δὲ τῆς χώρας ταύτης ἐστὶ περὶ ἑξακισχιλίους σταδίους τὸ μέγιστον, πλάτος δὲ πεντακισχιλίους.
这个地方的长度最大约为六千斯塔德,宽度为五千斯塔德。
§2.5.28μετὰ δὲ ταύτην ἐστὶν ἡ Κελτικὴ πρὸς ἕω μέχρι ποταμοῦ Ῥήνου, τὸ μὲν βόρειον πλευρὸν τῷ Βρεττανικῷ κλυζομένη πορθμῷ παντί· ἀντιπαρήκει γὰρ αὐτῇ παράλληλος ἡ νῆσος αὕτη πᾶσα πάσῃ, μῆκος ὅσον πεντακισχιλίους ἐπέχουσα· τὸ δʼ ἑωθινὸν τῷ Ῥήνῳ ποταμῷ περιγραφομένη παράλληλον ἔχοντι τὸ ῥεῦμα τῇ Πυρήνῃ· τὸ δὲ νότιον τὸ μὲν ταῖς Ἄλπεσι τὸ ἀπὸ τοῦ Ῥήνου, τὸ δʼ αὐτῇ τῇ καθʼ ἡμᾶς θαλάττῃ, καθʼ ὃ χωρίον ὁ καλούμενος Γαλατικὸς κόλπος ἀναχεῖται, καὶ ἐν αὐτῷ Μασσαλία τε καὶ Νάρβων ἵδρυνται πόλεις ἐπιφανέσταται.
在此之后是向东延伸至莱茵河的凯尔特区,其北侧完全由不列颠海峡洗刷;因为这整座岛屿整体上与它平行且相对,长度约为五千斯塔德;它的东侧以莱茵河为界,该河的水流与比勒内山平行;而其南侧,一部分是自莱茵河算起的阿尔卑斯山脉,另一部分则是我们这边的海,在此处形成了所谓的加拉提亚湾,该湾内坐落着马萨利亚和纳尔榜这两座最著名的城市。
ἀντίκειται δὲ τῷ κόλπῳ τούτῳ κατʼ ἀποστροφὴν ἕτερος κόλπος ὁμωνύμως αὐτῷ καλούμενος Γαλατικός, βλέπων πρὸς τὰς ἄρκτους καὶ τὴν Βρεττανικήν· ἐνταῦθα δὲ καὶ στενώτατον λαμβάνει τὸ πλάτος ἡ Κελτική· συνάγεται γὰρ εἰς ἰσθμὸν ἐλαττόνων μὲν ἢ τρισχιλίων σταδίων, πλειόνων δʼ ἢ δισχιλίων.
与该湾背对相对的是另一个同样被称为加拉提亚湾的湾,朝向北方和不列颠;在此处,凯尔特区达到了其最窄的宽度,因为它收缩为一个不足三千斯塔德但超过两千斯塔德的地峡。
μεταξὺ δέ ἐστι ῥάχις ὀρεινὴ πρὸς ὀρθὰς τῇ Πυρήνῃ, τὸ καλούμενον Κέμμενον ὄρος· τελευτᾷ δὲ τοῦτο εἰς μεσαίτατα τὰ Κελτῶν πεδία.
在中间是一条与比勒内山成直角的山脊,即所谓的凯姆梅努斯山;它终结于凯尔特人平原的正中央。
τῶν δὲ Ἄλπεων, ἅ ἐστιν ὄρη σφόδρα ὑψηλὰ ποιοῦντα περιφερῆ γραμμήν, τὸ μὲν κυρτὸν ἔστραπται πρὸς τὰ λεχθέντα τῶν Κελτῶν πεδία καὶ τὸ Κέμμενον ὄρος, τὸ δὲ κοῖλον πρὸς τὴν Λιγυστικὴν καὶ τὴν Ἰταλίαν.
在阿尔卑斯山脉(这是一些形成圆弧线的极高山脉)中,凸出的部分朝向上述凯尔特人平原和凯姆梅努斯山,凹入的部分朝向利古里亚和意大利。
ἔθνη δὲ κατέχει πολλὰ τὸ ὄρος τοῦτο Κελτικὰ πλὴν τῶν Λιγύων· οὗτοι δʼ ἑτεροεθνεῖς μέν εἰσι, παραπλήσιοι δὲ τοῖς βίοις· νέμονται δὲ μέρος τῶν Ἄλπεων τὸ συνάπτον τοῖς Ἀπεννίνοις ὄρεσι, μέρος δὲ καὶ τῶν Ἀπεννίνων ὀρῶν κατέχουσι.
除利古里亚人外,这片山脉由许多凯尔特族群占领;利古里亚人虽属不同族群,但生活方式相似;他们居住在阿尔卑斯山中与亚平宁山脉接壤的一部分,并占领了亚平宁山脉的一部分。
ταῦτα δʼ ἐστὶν ὀρεινὴ ῥάχις διὰ τοῦ μήκους ὅλου τῆς Ἰταλίας διαπεφυκυῖα ἀπὸ τῶν ἄρκτων ἐπὶ μεσημβρίαν, τελευτῶσα δʼ ἐπὶ τὸν Σικελικὸν πορθμόν.
亚平宁山脉是一条纵贯意大利全境、从北向南延伸的山脊,终结于西西里海峡。
§2.5.29τῆς δʼ Ἰταλίας ἐστὶ τὰ μὲν πρῶτα μέρη τὰ ὑποπίπτοντα ταῖς Ἄλπεσι πεδία μέχρι τοῦ μυχοῦ τοῦ Ἀδρίου καὶ τῶν πλησίον τόπων, τὰ δʼ ἑξῆς ἄκρα στενὴ καὶ μακρὰ χερρονησιάζουσα, διʼ ἧς, ὡς εἶπον, ἐπὶ μῆκος τέταται τὸ Ἀπέννινον ὄρος ὅσον ἑπτακισχιλίων, πλάτος δʼ ἀνώμαλον.
至于意大利,最先的部分是阿尔卑斯山下的平原,一直延伸到亚得里亚海的最深处及邻近地区;接下来的部分是狭长呈半岛状的尖端,正如我所说,亚平宁山脉贯穿其间,长度约七千斯塔德,而宽度不均。
ποιεῖ δὲ τὴν Ἰταλίαν χερρόνησον τό τε Τυρρηνικὸν πέλαγος ἀρξάμενον ἀπὸ τοῦ Λιγυστικοῦ καὶ τὸ Αὐσόνιον καὶ ὁ Ἀδρίας.
从利古里亚海开始的第勒尼安海、奥索尼亚海和亚得里亚海,共同使意大利成为一个半岛。
§2.5.30μετὰ δὲ τὴν Ἰταλίαν καὶ τὴν Κελτικὴν τὰ πρὸς ἕω λοιπά ἐστι τῆς Εὐρώπης, ἃ δίχα τέμνεται τῷ Ἴστρῳ ποταμῷ.
在意大利和凯尔特区之后,是欧洲其余朝东的部分,它们被伊斯特罗斯河一分为二。
φέρεται δʼ οὗτος ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἐν ἀριστερᾷ λιπὼν τήν τε Γερμανίαν ὅλην ἀρξαμένην ἀπὸ τοῦ Ῥήνου καὶ τὸ Γετικὸν πᾶν καὶ τὸ τῶν Τυρεγετῶν καὶ Βασταρνῶν καὶ Σαυροματῶν μέχρι Τανάιδος ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης, ἐν δεξιᾷ δὲ τήν τε Θρᾴκην ἅπασαν καὶ τὴν Ἰλλυρίδα, λοιπὴν δὲ καὶ τελευταίαν τὴν Ἑλλάδα.
这条河从西流向东并注入欧克辛海,左侧留下了从莱茵河开始的整个日耳曼尼亚、整个盖塔人领地,以及泰雷盖塔人、巴斯塔奈人和萨夫罗马泰人的领地,直到塔奈斯河和马奥蒂斯湖;右侧留下了整个色雷斯和伊利里斯,以及最后剩下的部分希腊。
πρόκεινται δὲ νῆσοι τῆς Εὐρώπης ἃς ἔφαμεν, ἔξω μὲν στηλῶν Γάδειρά τε καὶ Καττιτερίδες καὶ Βρεττανικαί, ἐντὸς δὲ στηλῶν αἵ τε Γυμνήσιαι καὶ ἄλλα νησίδια Φοινίκων καὶ τὰ τῶν Μασσαλιωτῶν καὶ Λιγύων καὶ αἱ πρὸ τῆς Ἰταλίας μέχρι τῶν Αἰόλου νήσων καὶ τῆς Σικελίας, ὅσαι τε περὶ τὴν Ἠπειρῶτιν καὶ Ἑλλάδα καὶ μέχρι Μακεδονίας καὶ τῆς Θρᾳκίας χερρονήσου.
我们之前提到的欧洲岛屿横亘在其前方:赫拉克勒斯之柱外有加德拉、卡西特里德斯和不列颠诸岛;柱内有吉姆内西亚群岛以及腓尼基人的其他小岛,还有马萨利亚人和利古里亚人的岛屿,以及意大利前方的岛屿,直到埃奥卢斯群岛和西西里,还有伊庇鲁斯、希腊周边直到马其顿和色雷斯半岛周边的所有岛屿。

词汇与语法注释

  1. 2.5.27τῶν ὡς ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων — 本句在将伊比利亚的形状比作牛皮(βύρση βοεία)的语境中,使用了属格绝对(genitive absolute)结构。虚词组合 `ὡς ἂν` 引入了比喻性表达(“可以说”、“言之所谓的”),在此描述了“相当于颈部的部分”如何重叠或延伸到与之相邻的凯尔特区(高卢)。
  2. 2.5.27καὶ τούτοις ἐναποτέμνεται τὸ πλευρὸν ὄρος ἡ καλουμένη Πυρήνη. — 动词 `ἐναποτέμνεται`(源自 ἐναποτέμνω)既可解释为中动语态,也可解释为被动语态。作为地理描述,将其视为中动语态更为自然,意为“被称为比勒内山的山脉将[伊比利亚的]侧面切出作为自己的边界”。与格指示代词 `τούτοις`(中性复数)指代前文的 `ταῦτα`(东部的、相当于颈部的部分),表明通过这些部分,伊比利亚的东侧边界得以确立。
  3. 2.5.28πᾶσα πάσῃ — 形容词 `πᾶς` 的主格阴性 `πᾶσα`(修饰主语 `ἡ νῆσος`,即不列颠岛)与与格阴性 `πάσῃ`(与前文的 `αὐτῇ`,即凯尔特区一致)并置。这是古典希腊语中一种惯用且强烈的强调结构,用以突出这两个地理特征在整个延伸范围内完全相对且平行。
  4. 2.5.28τὸ δὲ νότιον τὸ μὲν ταῖς Ἄλπεσι τὸ ἀπὸ τοῦ Ῥήνου, τὸ δʼ αὐτῇ τῇ καθʼ ἡμᾶς θαλάττῃ — 这是一个高度省略的对比结构。句首的 `τὸ δὲ νότιον`(“而南侧”)作为大主语,其具体内容通过 `τὸ μὲν... τὸ δʼ...`(“一方面……,另一方面……”)进行对比。在动词部分,需要补充前文的分词 `περιγραφομένη`(“被……界定”)来理解。
  5. 2.5.30ἐν ἀριστερᾷ λιπὼν ... ἐν δεξιᾷ δὲ ... — 现代分词 `λιπὼν`(“留下”、“把……留在”,与主语 `οὗτος` 即这条河一致)引导的宾语极其冗长。`ἐν ἀριστερᾷ`(“在左侧”)的宾语从 `τήν τε Γερμανίαν...` 一直延伸到 `τῆς Μαιώτιδος λίμνης`,而 `ἐν δεξιᾷ δὲ`(“而在右侧”)的宾语从 `τήν τε Θρᾴκην ἅπασαν...` 一直延伸到 `τὴν Ἑλλάδα`。这些宾语构成了伊斯特罗斯河(多瑙河)流向夹在中间的北侧(左)与南侧(右)区域的对比。

引用这一段

斯特拉波, 地理学 §2.5.27-2.5.30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.27-2.5.30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。