§2.5.14ἔστι δή τι χλαμυδοειδὲς σχῆμα τῆς γῆς τῆς οἰκουμένης, οὗ τὸ μὲν πλάτος ὑπογράφει τὸ μέγιστον ἡ διὰ τοῦ Νείλου γραμμή, λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τοῦ διὰ τῆς Κινναμωμοφόρου παραλλήλου καὶ τῆς τῶν Αἰγυπτίων τῶν φυγάδων νήσου μέχρι τοῦ διὰ τῆς Ἰέρνης παραλλήλου, τὸ δὲ μῆκος ἡ ταύτῃ πρὸς ὀρθὰς ἀπὸ τῆς ἑσπέρας διὰ στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου, παρὰ τὸν Ταῦρον ἰοῦσα τὸν διεζωκότα τὴν Ἀσίαν καὶ καταστρέφοντα ἐπὶ τὴν ἑῴαν θάλατταν μεταξὺ Ἰνδῶν καὶ τῶν ὑπὲρ τῆς Βακτριανῆς Σκυθῶν.
まことに、居住世界の地球の形はある種の外套(クラミュス)のような形をしており、その最大幅は、シナモンを産する地とエジプト人の亡命者の島を通る平行線から始まり、イエルネを通る平行線に至る、ナイル川を通る線が描き出しており、最大長は、これに直交し、西の柱とシチリア海峡からロドス島とイッソス湾を通り、アジアを横断してインド人とバクトリアの北のスキタイ人との間で東の海へと没するタウロス山脈に沿って進む線が描き出している。
δεῖ δὴ νοῆσαι παραλληλόγραμμόν τι, ἐν ᾧ τὸ χλαμυδοειδὲς σχῆμα ἐγγέγραπται οὕτως ὥστε τὸ μῆκος τῷ μήκει ὁμολογεῖν καὶ ἴσον εἶναι τὸ μέγιστον καὶ τὸ πλάτος τῷ πλάτει.
それゆえ、その中にクラミュス形の形状が以下のように内接する平行四辺形を想定しなければならない。 すなわち、その最大長が平行四辺形の長さに合致して等しく、幅が幅に合致して等しいようにである。
τὸ μὲν δὴ χλαμυδοειδὲς σχῆμα οἰκουμένη ἐστί·
さて、このクラミュス形の形状こそが居住世界である。
τὸ δὲ πλάτος ὁρίζεσθαι ἔφαμεν αὐτῆς ταῖς ἐσχάταις παραλλήλοις πλευραῖς, ταῖς διοριζούσαις τὸ οἰκήσιμον αὐτῆς καὶ τὸ ἀοίκητον ἐφʼ ἑκάτερα.
そして、その幅は、その両側における居住可能地域と居住不可能地域を境界づける極限の平行の辺によって画定されると我々は述べた。
αὗται δʼ ἦσαν πρὸς ἄρκτοις μὲν ἡ διὰ τῆς Ἰέρνης, πρὸς δὲ τῇ διακεκαυμένῃ ἡ διὰ τῆς Κινναμωμοφόρου·
そしてこれらは、北においてはイエルネを通る線、熱帯においてはシナモンを産する地を通る線であった。
αὗται δὴ προσεκβαλλόμεναι ἐπί τε τὰς ἀνατολὰς καὶ ἐπὶ τὰς δύσεις μέχρι τῶν ἀνταιρόντων μερῶν τῆς οἰκουμένης ποιήσουσί τι παραλληλόγραμμον πρὸς τὰς ἐπιζευγνυούσας διὰ τῶν ἄκρων αὐτάς.
これらを東および西へと、居住世界の対向する両端の地域まで延長すれば、それらの端を通じてそれらを結ぶ線と合わせて、ある平行四辺形を形成することになる。
ὅτι μὲν οὖν ἐν τούτῳ ἐστὶν ἡ οἰκουμένη, φανερὸν ἐκ τοῦ μήτε τὸ πλάτος αὐτῆς τὸ μέγιστον ἔξω πίπτειν αὐτοῦ μήτε τὸ μῆκος·
それゆえ、居住世界がこの中にあることは、その最大幅も最大長もこの外に出ないことから明らかである。
ὅτι δʼ αὐτῆς χλαμυδοειδὲς τὸ σχῆμά ἐστιν, ἐκ τοῦ τὰ ἄκρα μυουρίζειν τὰ τοῦ μήκους ἑκατέρωθεν, κλυζόμενα ὑπὸ τῆς θαλάττης, καὶ ἀφαιρεῖν τοῦ πλάτους·
また、その形状がクラミュス形であることは、長さをなす両端が海に洗われつつ両側で徐々に細くなり、幅を減少させていることから明らかである。
τοῦτο δὲ δῆλον ἐκ τῶν περιπλευσάντων τά τε ἑῷα μέρη καὶ τὰ δυσμικὰ ἑκατέρωθεν.
そしてこのことは、東の地域と西の地域を両側から周航した人々から明らかである。
τῆς τε γὰρ Ἰνδικῆς νοτιωτέραν πολὺ τὴν Ταπροβάνην καλουμένην νῆσον ἀποφαίνουσιν, οἰκουμένην ἔτι καὶ ἀνταίρουσαν τῇ τῶν Αἰγυπτίων νήσῳ καὶ τῇ τὸ κιννάμωμον φερούσῃ γῇ·
すなわち、人々はインドのはるか南方にタプロバネと呼ばれる島を示しており、そこには依然として人が住んでおり、エジプト人の島やシナモンを産する地に対向している。
τὴν γὰρ κρᾶσιν τῶν ἀέρων παραπλησίαν εἶναι·
その気候が極めて似ているからである。
τῆς τε μετὰ τοὺς Ἰνδοὺς Σκυθίας τῆς ὑστάτης ἀρκτικώτερά ἐστι τὰ κατὰ τὸ στόμα τῆς Ὑρκανίας θαλάττης καὶ ἔτι μᾶλλον τὰ κατὰ τὴν Ἰέρνην.
また、インド人の先の最果てのスキティアよりも、ヒュルカニア海の口のあたりはさらに北であり、イエルネのあたりはそれよりもさらに北である。
ὁμοίως δὲ καὶ περὶ τῆς ἔξω στηλῶν λέγεται·
同様のことが、柱の外の地域についても言われている。
δυσμικώτατον μὲν γὰρ σημεῖον τῆς οἰκουμένης τὸ τῶν Ἰβήρων ἀκρωτήριον ὃ καλοῦσιν ἱερόν·
すなわち、居住世界の最西端の地点は、人々が「聖なる岬」と呼ぶイベリア人の岬である。
κεῖται δὲ κατὰ τὴν γραμμήν πως τὴν διὰ Γαδείρων τε καὶ στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῆς Ῥοδίας.
これは、ガデイラ、柱、シチリア海峡、およびロドス島を通る線とおおむね並んでいる。
συμφωνεῖν γὰρ καὶ τὰ ὡροσκοπεῖα καὶ τοὺς ἀνέμους φασὶ τοὺς ἑκατέρωσε φοροὺς καὶ τὰ μήκη τῶν μεγίστων ἡμερῶν τε καὶ νυκτῶν·
というのも、日時計の影も、両側に吹く風も、昼夜の最大長も一致すると人々は言っているからである。
ἔστι γὰρ τετταρεσκαίδεκα ὡρῶν ἰσημερινῶν τε καὶ νυκτῶν.
すなわち、それらは十四分点時なのである。
ἔν τε τῇ παραλίᾳ τῇ κατὰ Γάδειρα καὶ * Ἴβηράς ποτε ὁρᾶσθαι.
そしてガデイラとイベリア人の沿岸において、かつて星が見られたと。
Ποσειδώνιος δʼ ἔκ τινος ὑψηλῆς οἰκίας ἐν πόλει διεχούσῃ τῶν τόπων τούτων ὅσον τετρακοσίους σταδίους φησὶν ἰδεῖν ἀστέρα, ὃν τεκμαίρεσθαι τὸν Κάνωβον αὐτὸν ἐκ τοῦ τε μικρὸν ἐκ τῆς Ἰβηρίας προελθόντας ἐπὶ τὴν μεσημβρίαν ὁμολογεῖν ἀφορᾶν αὐτὸν καὶ ἐκ τῆς ἱστορίας τῆς ἐν Κνίδῳ·
ポセイドニオスは、これらの場所からおよそ四百スタディオン離れた都市のある高い家から、一つの星を見たと述べており、彼はそれを以下のことからカノープス自身であると推測している。 すなわち、イベリアから南へ少し進んだ人々がそれを見上げることに同意していること、そしてクニドスにおける記録からである。
τὴν γὰρ Εὐδόξου σκοπὴν οὐ πολὺ τῶν οἰκήσεων ὑψηλοτέραν εἶναι, λέγεσθαι δʼ ὅτι ἐντεῦθεν ἐκεῖνος ἀφεώρα τὸν Κάνωβον ἀστέρα, εἶναι δʼ ἐπὶ τοῦ Ῥοδιακοῦ κλίματος τὴν Κνίδον, ἐφʼ οὗ καὶ τὰ Γάδειρα καὶ ἡ ταύτῃ παραλία.
というのも、エウドクソスの観測所は住居からそれほど高くはないが、そこから彼がカノープス星を見上げていたと言われており、クニドスはロドスと同じ緯度にあり、ガデイラやその沿岸もまたその緯度にあるからである。