§2.5.11καὶ δὴ καὶ τὸν ἑξῆς λόγον ὡς ἐν ἐπιπέδῳ πίνακι τῆς γραφῆς γινομένης ἐκθήσομεν.
そしてまた、それに続く説明を、あたかも平面の地図の上に描画が行われるかのように提示することにしよう。
ἐροῦμεν δὴ τὴν μὲν ἐπελθόντες αὐτοὶ τῆς γῆς καὶ θαλάττης, περὶ ἧς δὲ πιστεύσαντες τοῖς εἰποῦσιν ἢ γράψασιν.
私たちは、地球と海のうち、ある部分については自分たちで訪れたものとして語り、別の部分については語った人々や書いた人々の言葉を信じたものとして語るであろう。
ἐπήλθομεν δὲ ἐπὶ δύσιν μὲν ἀπὸ τῆς Ἀρμενίας μέχρι τῶν κατὰ Σαρδόνα τόπων τῆς Τυρρηνίας, ἐπὶ μεσημβρίαν δὲ ἀπὸ τοῦ Εὐξείνου μέχρι τῶν τῆς Αἰθιοπίας ὅρων·
私たちは、西についてはアルメニアからティレニア地方のサルディニアに面した場所まで、南についてはエウクセイノスからエチオピアの境界までを訪れた。
οὐδὲ τῶν ἄλλων δὲ οὐδὲ εἷς ἂν εὑρεθείη τῶν γεωγραφησάντων πολύ τι ἡμῶν μᾶλλον ἐπεληλυθὼς τῶν λεχθέντων διαστημάτων, ἀλλʼ οἱ πλεονάσαντες περὶ τὰ δυσμικὰ μέρη τῶν πρὸς ταῖς ἀνατολαῖς οὐ τοσοῦτον ἥψαντο, οἱ δὲ περὶ τἀναντία τῶν ἑσπερίων ὑστέρησαν·
そして、地理を著した他の人々のうち誰一人として、我々よりはるかに多く前述の距離を旅した者は見出されないであろう。 すなわち、西の地域でより多くを旅した人々は東の地域にそれほど達しておらず、他方、その逆でより多くを旅した人々は西の地域に及ばなかったのである。
ὁμοίως δʼ ἔχει καὶ περὶ τῶν πρὸς νότον καὶ τὰς ἄρκτους.
南と北の地域についても同様である。
τὸ μέντοι πλέον κἀκεῖνοι καὶ ἡμεῖς ἀκοῇ παραλαβόντες συντίθεμεν καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος καὶ τὴν ἄλλην φύσιν ὁποία καὶ ὁπόση, τὸν αὐτὸν τρόπον ὅνπερ ἡ διάνοια ἐκ τῶν αἰσθητῶν συντίθησι τὰ νοητά·
しかしながら、その大半は、彼らも我々も聞き伝えによって受け入れ、その形状や大きさ、およびその他の性質がどのようなもので、どれほどの規模であるかを組み立てている。 それは、知性が感覚的なものから思考的なものを組み立てるのと同じ方法である。
σχῆμα γὰρ καὶ χρόαν καὶ μέγεθος μήλου καὶ ὀδμὴν καὶ ἁφὴν καὶ χυμὸν ἀπαγγέλλουσιν αἱ αἰσθήσεις, ἐκ δὲ τούτων συντίθησιν ἡ διάνοια τὴν τοῦ μήλου νόησιν·
というのも、リンゴの形、色、大きさ、匂い、触感、味を感覚が告げ、これらから知性がリンゴの概念を組み立てるからである。
καὶ αὐτῶν δὲ τῶν μεγάλων σχημάτων τὰ μέρη μὲν αἴσθησις ὁρᾷ, τὸ δʼ ὅλον ἐκ τῶν ὁραθέντων ἡ διάνοια συντίθησιν.
また、巨大な形状そのものについても、部分を感覚が見、全体を、見られたものから知性が組み立てるのである。
οὕτω δὲ καὶ οἱ φιλομαθεῖς ἄνδρες ὥσπερ αἰσθητηρίοις πιστεύσαντες τοῖς ἰδοῦσι καὶ πλανηθεῖσιν οὓς ἔτυχε τόπους ἄλλοις κατʼ ἄλλα μέρη τῆς γῆς, συντιθέασιν εἰς ἓν διάγραμμα τὴν τῆς ὅλης οἰκουμένης ὄψιν·
同様に、知識を愛する人々も、自らの感覚器官に対するように、地球のさまざまな場所でたまたま出会った土地を目にし、放浪した人々を信じて、居住世界全体の姿を一つの図へと組み立てる。
ἐπεὶ καὶ οἱ στρατηγοὶ πάντα μὲν αὐτοὶ πράττουσιν, οὐ πανταχοῦ δὲ πάρεισιν, ἀλλὰ πλεῖστα κατορθοῦσι διʼ ἑτέρων, ἀγγέλοις πιστεύοντες καὶ πρὸς τὴν ἀκοὴν διαπέμποντες οἰκείως τὰ προστάγματα.
なぜなら、将軍たちもすべてのことを自分で行うが、どこにでも居合わせるわけではなく、大部分を他者を通じて成し遂げ、使者を信頼し、聞き及んだことに従って適切に命令を伝達するからである。
ὁ δʼ ἀξιῶν μόνους εἰδέναι τοὺς ἰδόντας ἀναιρεῖ τὸ τῆς ἀκοῆς κριτήριον, ἥτις πρὸς ἐπιστήμην ὀφθαλμοῦ πολὺ κρείττων ἐστί.
しかし、目撃した者だけが知っていると主張する者は、聞き伝えという基準を否定している。 この聞き伝えという基準は、知識の獲得にとって、目よりもはるかに優れているのである。
§2.5.12μάλιστα δʼ οἱ νῦν ἄμεινον ἔχοιεν ἄν τι λέγειν περὶ τῶν κατὰ Βρεττανοὺς καὶ Γερμανοὺς καὶ τοὺς περὶ τὸν Ἴστρον τούς τε ἐντὸς καὶ τοὺς ἐκτὸς Γέτας τε καὶ Τυρεγέτας καὶ Βαστάρνας, ἔτι δὲ τοὺς περὶ τὸν Καύκασον, οἷον Ἀλβανοὺς καὶ Ἴβηρας.
特に現代の人々は、ブリタニア人やゲルマニア人、そしてイストロス川の周辺にいる人々、すなわち川のこちら側とあちら側のゲタイ人、ティレゲタイ人、バスタルナイ人、さらにはカウカソス周辺の人々、例えばアルバニア人やイベリア人について、何かしらより良いことを語ることができるであろう。
ἀπήγγελται δʼ ἡμῖν καὶ ὑπὸ τῶν τὰ Παρθικὰ συγγραψάντων, τῶν περὶ Ἀπολλόδωρον τὸν Ἀρτεμιτηνόν, ἃ πολλῶν ἐκεῖνοι μᾶλλον ἀφώρισαν, τὰ περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανήν·
また、パルティアに関する歴史を著した人々、例えばアルテミタのアポロドロスの一行によって、彼らが他の多くの人々よりも詳しく確定したところの、ヒュルカニアやバクトリアに関する事柄が我々に報告されている。
τῶν τε Ῥωμαίων καὶ εἰς τὴν εὐδαίμονα Ἀραβίαν ἐμβαλόντων μετὰ στρατιᾶς νεωστί, ἧς ἡγεῖτο ἀνὴρ φίλος ἡμῖν καὶ ἑταῖρος Αἴλιος Γάλλος, καὶ τῶν ἐκ τῆς Ἀλεξανδρείας ἐμπόρων στόλοις ἤδη πλεόντων διὰ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου μέχρι τῆς Ἰνδικῆς, πολὺ μᾶλλον καὶ ταῦτα ἔγνωσται τοῖς νῦν ἢ τοῖς πρὸ ἡμῶν.
そして、ローマ人が最近になって、我々の友人であり仲間であるアエリウス・ガッルスが率いる軍隊とともに幸福なアラビアに侵入したことや、アレクサンドリアの商人たちが今や船団を組んでナイル川やアラビア湾を通ってインドまで航行していることから、これらの地域も、現代の人々には我々以前の人々よりもはるかに多く知られるようになっている。
ὅτε γοῦν Γάλλος ἐπῆρχε τῆς Αἰγύπτου, συνόντες αὐτῷ καὶ συναναβάντες μέχρι Συήνης καὶ τῶν Αἰθιοπικῶν ὅρων ἱστοροῦμεν, ὅτι καὶ ἑκατὸν καὶ εἴκοσι νῆες πλέοιεν ἐκ Μυὸς ὅρμου πρὸς τὴν Ἰνδικήν, πρότερον ἐπὶ τῶν Πτολεμαϊκῶν βασιλέων ὀλίγων παντάπασι θαρρούντων πλεῖν καὶ τὸν Ἰνδικὸν ἐμπορεύεσθαι φόρτον.
ともかく、ガッルスがエジプトを統治していた時、我々は彼と行動をともにし、シュエネおよびエチオピアの境界までともに遡って、ミュオス・ホルモスからインドへと120隻もの船が航行していることを確かめた。 かつてプトレマイオス朝の王たちの時代には、あえて航行してインドの貨物を取引しようとする者は、まったくごくわずかしかいなかったのである。
§2.5.13τὰ μὲν οὖν πρῶτα καὶ κυριώτατα καὶ πρὸς ἐπιστήμην καὶ πρὸς τὰς χρείας τὰς πολιτικὰς ταῦτα, σχῆμα καὶ μέγεθος εἰπεῖν ὡς ἁπλούστατα ἐγχειρεῖν τὸ πῖπτον εἰς τὸν γεωγραφικὸν πίνακα, συμπαραδηλοῦντα καὶ τὸ ποῖόν τι καὶ πόστον μέρος τῆς ὅλης γῆς ἐστι·
それゆえ、知識にとっても政治的な実用にとっても、最初にして最も重要な事柄はこれらである。 すなわち、地理学の地図のなかに収まるものの形状と大きさを、可能な限り単純に示すことを試み、同時にそれが地球全体のどのような、またどれほどの部分であるかを明らかにすることである。
τοῦτο μὲν γὰρ οἰκεῖον τῷ γεωγράφῳ, τὸ δὲ καὶ περὶ ὅλης ἀκριβολογεῖσθαι τῆς γῆς καὶ περὶ τοῦ σπονδύλου παντὸς ἧς λέγομεν ζώνης ἄλλης τινὸς ἐπιστήμης ἐστίν, οἷον εἰ περιοικεῖται καὶ κατὰ θάτερον τεταρτημόριον ὁ σπόνδυλος·
なぜなら、これは地理学者にとってふさわしい務めであるが、地球全体について、あるいは我々が居住する地帯にあたる球分全体について厳密に議論すること、例えば、球分の他方の四分の一にも人が住んでいるかどうかを論じることは、別の学術分野に属するからである。
καὶ γὰρ εἰ οὕτως ἔχει, οὐχ ὑπὸ τούτων γε οἰκεῖται τῶν παρʼ ἡμῖν, ἀλλʼ ἐκείνην ἄλλην οἰκουμένην θετέον, ὅπερ ἐστὶ πιθανόν.
というのも、もしそのようになっていたとしても、我々の土地の人々によって居住されているわけではなく、あちらは別の居住世界と見なさねばならないからであり、その可能性は高い。
ἡμῖν δὲ τὰ ἐν αὐτῇ ταύτῃ λεκτέον.
しかし我々は、まさにこの居住世界の中にある事柄について語らねばならない。