Humanitext Reader

ストラボン · 地理誌 §2.5.15-2.5.17

周縁部の輪郭と直交基準線による地理記述

82 / 577 箇所 · ギリシア語

要旨

居住世界の周縁部(リビアやブリタニアなど)の輪郭を説明し、地理記述を体系化するための直交基準線の導入とその実用性を説く。さらに、自然の地勢が地球の形状を決定づけること、および歴史的な人為的施設や都市、国家体制の記憶を保存することの価値を議論する。

§2.5.15Ἐντεῦθεν δὲ πρὸς μὲν τὰ νότια μέρη πλέουσιν ἡ Λιβύη κεῖται·
ここから南方の地域へと船を進める者にとって、リビアが横たわっている。
ταύτης δὲ τὰ δυσμικώτατα μικρῷ τῶν Γαδείρων πρόκειται μᾶλλον, εἶτʼ ἄκραν ποιήσαντα στενὴν ἀναχωρεῖ πρὸς ἕω καὶ νότον, καὶ πλατύνεται κατʼ ὀλίγον ἕως ἂν τοῖς ἑσπερίοις Αἰθίοψι συνάψῃ.
この(リビア)の最西端は、ガデイラよりもわずかに西に突き出ており、次いで狭い岬をなしたのち、東および南へと後退し、西のエチオピア人に接するまで少しずつ広がっていく。
οὗτοι δʼ ὑπόκεινται τῶν περὶ Καρχηδόνα τόπων ὕστατοι, συνάπτοντες τῇ διὰ τῆς Κινναμωμοφόρου γραμμῇ.
この(エチオピア人)は、カルタゴ周辺の地域のさらに南(下)に、もっとも奥に位置しており、シナモンを産する地を通る平行線に接している。
εἰς δὲ τἀναντία πλέουσιν ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου μέχρι τῶν Ἀρτάβρων καλουμένων ὁ πλοῦς ἐστι πρὸς ἄρκτον ἐν δεξιᾷ ἔχουσι τὴν Λυσιτανίαν·
これとは逆に、聖なる岬から、いわゆるアルタブロイの地まで船を進める者にとって、その航路は北に向かっており、右手にルシタニアを見る。
εἶθʼ ὁ λοιπὸς πρὸς ἕω πᾶς ἀμβλεῖαν γωνίαν ποιῶν μέχρι τῶν τῆς Πυρήνης ἄκρων τῶν τελευτώντων εἰς τὸν ὠκεανόν.
それから残りの航路はすべて、鈍角をなして東に向かい、大洋へと尽きているピレネーの端々にまで至る。
τούτοις δὲ τὰ ἑσπέρια τῆς Βρεττανικῆς ἀντίκειται πρὸς ἄρκτον, ὁμοίως δὲ καὶ τοῖς Ἀρτάβροις ἀντίκεινται πρὸς ἄρκτον αἱ Καττιτερίδες καλούμεναι νῆσοι πελάγιαι κατὰ τὸ Βρεττανικόν πως κλίμα ἱδρυμέναι·
これらに対して、ブリタニアの西の部分が北に対向して位置しており、同様にアルタブロイに対しても、カッシテリデスと呼ばれる島々が北に対向して外洋の中に位置しており、これらはおおむねブリタニアと同じ緯度に位置している。
ὥστε δῆλον ἐφʼ ὅσον συνάγεται τὰ ἄκρα τῆς οἰκουμένης κατὰ μῆκος ὑπὸ τοῦ περικεχυμένου πελάγους εἰς στενόν.
それゆえ、居住世界の両端が、周囲を取り囲む外洋によって、長さの方向にいかに狭められているかが明らかである。
§2.5.16τοιούτου δὲ ὄντος τοῦ καθόλου σχήματος, χρήσιμον φαίνεται δύο λαβεῖν εὐθείας, αἳ τέμνουσαι πρὸς ὀρθὰς ἀλλήλας, ἡ μὲν διὰ τοῦ μήκους ἥξει τοῦ μεγίστου παντὸς ἡ δὲ διὰ τοῦ πλάτους, καὶ ἡ μὲν τῶν παραλλήλων ἔσται μία ἡ δὲ τῶν μεσημβρινῶν·
全体の形状がこのようなものであるから、二つの直線を想定することが有益であると思われる。 これらは互いに直交して交わり、一方は最大長全体のすべてを貫き、他方は幅を貫くだろう。 そして、一方は平行線の一つとなり、他方は子午線の一つとなるだろう。
ἔπειτα ταύταις παραλλήλους ἐπινοοῦντας ἐφʼ ἑκάτερα διαιρεῖν κατὰ ταύτας τὴν γῆν καὶ τὴν θάλατταν, ᾗ χρώμενοι τυγχάνομεν.
次いで、これらに平行な線を両側に思い描き、それらによって、我々が今使っているところの陸地と海を分割のである。
καὶ γὰρ τὸ σχῆμα μᾶλλον ἂν καταφανὲς γένοιτο ὁποῖον εἰρήκαμεν, κατὰ τὸ μέγεθος τῶν γραμμῶν ἄλλα καὶ ἄλλα μέτρα ἐχουσῶν τῶν τε τοῦ μήκους καὶ τοῦ πλάτους, καὶ τὰ κλίματα ἀποδηλωθήσεται βέλτιον τά τε ἑωθινὰ καὶ τὰ ἑσπέρια, ὡς δʼ αὕτως τὰ νότια καὶ τὰ βόρεια.
そうすれば、我々が述べた通りの形状がいっそう明白になるだろう。 長さと幅のそれぞれの線が、その大きさに応じて様々な尺度を持つようになるからである。 また、東方および西方の地方、同様に南方および北方の地方もよりよく示されるだろう。
ἐπεὶ δὲ διὰ γνωρίμων τόπων λαμβάνεσθαι δεῖ τὰς εὐθείας ταύτας, αἱ μὲν ἐλήφθησαν ἤδη, λέγω δὲ τὰς μέσας δύο τήν τε τοῦ μήκους καὶ τοῦ πλάτους, τὰς λεχθείσας πρότερον, αἱ δʼ ἄλλαι ῥᾳδίως γνωρίζοιντʼ ἂν διὰ τούτων·
しかし、これらの直線はよく知られた場所を通るように想定されねばならないので、すでに幾つかは想定されている。 すなわち、前に述べた、長さと幅を表す中央の二つの線のことである。 そして他の線は、これらを通じて容易に知ることができるだろう。
τρόπον γάρ τινα στοιχείοις χρώμενοι τούτοις τὰ παράλληλα μέρη στοχαζόμεθα καὶ τὰς ἄλλας σχέσεις τῶν οἰκήσεων τάς τʼ ἐπὶ γῆς καὶ πρὸς τὰ οὐράνια.
というのも、これらを一種の要素として用いることで、我々は平行な地域を推測し、陸上における、また天球に対する、居住地の他の関係を推測するからである。
§2.5.17πλεῖστον δʼ ἡ θάλαττα γεωγραφεῖ καὶ σχηματίζει τὴν γῆν, κόλπους ἀπεργαζομένη καὶ πελάγη καὶ πορθμούς, ὁμοίως δὲ ἰσθμοὺς καὶ χερρονήσους καὶ ἄκρας·
海こそが、湾や外洋や海峡を作り出し、同様に地峡や半島や岬を作り出すことによって、陸地を最もよく描き出し、形づくるものである。
προσλαμβάνουσι δὲ ταύτῃ καὶ οἱ ποταμοὶ καὶ τὰ ὄρη.
川や山もまた、この点で[海に]協力している。
διὰ γὰρ τῶν τοιούτων ἤπειροί τε καὶ ἔθνη καὶ πόλεων θέσεις εὐφυεῖς ἐνενοήθησαν καὶ τἆλλα ποικίλματα, ὅσων μεστός ἐστιν ὁ χωρογραφικὸς πίναξ.
というのも、こうしたものを介して、大陸や、民族や、諸都市の好都合な立地や、地方誌的図面(地図)に満ち満ちているその他の様々な彩りが構想されるからである。
ἐν δὲ τούτοις καὶ τὸ τῶν νήσων πλῆθός ἐστι κατεσπαρμένον ἔν τε τοῖς πελάγεσι καὶ κατὰ τὴν παραλίαν πᾶσαν.
そしてこれらの中に、外洋や沿岸のいたるところに、おびただしい数の島々が散らばっている。
ἄλλων δʼ ἄλλας ἀρετάς τε καὶ κακίας καὶ τὰς ἀπʼ αὐτῶν χρείας ἐπιδεικνυμένων ἢ δυσχρηστίας, τὰς μὲν φύσει τὰς δὲ ἐκ κατασκευῆς, τὰς φύσει δεῖ λέγειν·
地上の様々な特徴がそれぞれに異なる長所や短所を示し、それらから生じる有用性や不便さを示しており、それらがあるものは自然によるものであり、あるものは人為によるものである中で、自然によるものを語らねばならない。
διαμένουσι γάρ, αἱ δʼ ἐπίθετοι δέχονται μεταβολάς.
それらは存続するからである。 これに対して、付加されたもの(人為的なもの)は変化を被る。
καὶ τούτων δὲ τὰς πλείω χρόνον συμμένειν δυναμένας ἐμφανιστέον, μὴ πολὺ μέν, ἄλλως δʼ ἐπιφάνειαν ἐχούσας τινὰ καὶ δόξαν, ἣ πρὸς τὸν ὕστερον χρόνον παραμένουσα τρόπον τινὰ συμφυῆ τοῖς τόποις ποιεῖ καὶ μηκέτι οὖσαν κατασκευήν, ὥστε δῆλον ὅτι δεῖ καὶ τούτων μεμνῆσθαι.
もっとも、人為的なものの中でも、より長く存続しうるものは示すべきであり、それらが長くは続かなくても、何らかの顕著さや名声を持っており、それが後世にまで残ることによって、すでに存在しない構造物を、ある意味でその場所に固有のものとしているならば、こうしたことにも言及せねばならないのは明らかである。
περὶ πολλῶν γάρ ἐστι πόλεων τοῦτʼ εἰπεῖν, ὅπερ εἶπε Δημοσθένης ἐπὶ τῶν περὶ Ὄλυνθον, ἃς οὕτως ἠφανίσθαι φησὶν ὥστε μηδʼ εἰ πώποτε ᾠκίσθησαν γνῶναι ἄν τινα ἐπελθόντα.
実際、多くの都市について、デモステネスがオリントス周辺の都市について語ったのと同じことが言える。 彼はそれらの都市について、そこを訪れた者が、かつて人が住んでいたことすら知り得ないほど完全に消え去っていると述べている。
ἀλλʼ ὅμως καὶ εἰς τούτους τοὺς τόπους καὶ εἰς ἄλλους ἀφικνοῦνται ἄσμενοι, τά γʼ ἴχνη ποθοῦντες ἰδεῖν τῶν οὕτω διωνομασμένων ἔργων, καθάπερ καὶ τοὺς τάφους τῶν ἐνδόξων ἀνδρῶν.
しかしそれにもかかわらず、人々は喜んでこれらの場所や他の場所を訪れる。 そうして高名な業績の痕跡を見ることを切望するが、それは高名な人々の墓を見ることを望むのと同様である。
οὕτω δὲ καὶ νομίμων καὶ πολιτειῶν μεμνήμεθα τῶν μηκέτι οὐσῶν, ἐνταῦθα καὶ τῆς ὠφελείας προκαλουμένης τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐπὶ τῶν πράξεων·
同様に、私たちはもはや存在しない慣習や国家体制についても言及するが、そこでは有用性が、歴史的出来事の場合とまったく同様に[探求へと]私たちを駆り立てるからである。
ἢ γὰρ ζήλου χάριν ἢ ἀποτροπῆς τῶν τοιούτων.
すなわち、そうしたものを模倣するため、あるいは回避するためである。

語釈・文法注

  1. 2.5.15πλέουσιν — 現在分詞 `πλέω` の男性複数与格形。ここでは「〜へ船を進める者にとって」という判断または関係の与格(dativus iudicantis)として機能している。
  2. 2.5.15ποιήσαντα — 中性複数・対格のアオリスト分詞。先行する中性複数形 `τὰ δυσμικώτατα`(リビアの最西端の地域)と文法的に一致している。しかし、続く動詞 `ἀναχωρεῖ`(後退する)は3人称単数形であり、その主語は女性単数の `ἡ Λιβύη`(リビア)に戻っているか、あるいは `τὰ δυσμικώτατα` を集合的な中性複数主語として単数動詞で受けている。
  3. 2.5.16ἐπινοοῦντας — 現在分詞 `ἐπινοέω` の男性複数対格形。不定詞 `διαιρεῖν` の意味上の主語(「[人々が]〜を思い描きながら[分割すること]」)として機能している。文脈上、一般的な地理学者や観察者を指す。
  4. 2.5.17ἐπιδεικνυμένων — 現在分詞 `ἐπιδείκνυμι` の中性(または男性)複数属格形。 `ἄλλων δʼ ἄλλας ἀρετάς τε καὶ κακίας... ἐπιδεικνυμένων` の形で属格独立格を構成し、「他が他の長所や短所を示す中で」という付帯状況ないし譲歩・理由を表している。

この箇所を引用する

ストラボン, 地理誌 §2.5.15-2.5.17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.15-2.5.17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。