§2.5.11καὶ δὴ καὶ τὸν ἑξῆς λόγον ὡς ἐν ἐπιπέδῳ πίνακι τῆς γραφῆς γινομένης ἐκθήσομεν.
而且,我们也将把接下来的论述,当作是在平面地图上进行绘制来进行阐述。
ἐροῦμεν δὴ τὴν μὲν ἐπελθόντες αὐτοὶ τῆς γῆς καὶ θαλάττης, περὶ ἧς δὲ πιστεύσαντες τοῖς εἰποῦσιν ἢ γράψασιν.
我们将讲述陆地和海洋中的一部分,是由于我们自己亲自游历过,而另一部分则是由于我们相信了那些口述或著书立说的人。
ἐπήλθομεν δὲ ἐπὶ δύσιν μὲν ἀπὸ τῆς Ἀρμενίας μέχρι τῶν κατὰ Σαρδόνα τόπων τῆς Τυρρηνίας, ἐπὶ μεσημβρίαν δὲ ἀπὸ τοῦ Εὐξείνου μέχρι τῶν τῆς Αἰθιοπίας ὅρων· οὐδὲ τῶν ἄλλων δὲ οὐδὲ εἷς ἂν εὑρεθείη τῶν γεωγραφησάντων πολύ τι ἡμῶν μᾶλλον ἐπεληλυθὼς τῶν λεχθέντων διαστημάτων, ἀλλʼ οἱ πλεονάσαντες περὶ τὰ δυσμικὰ μέρη τῶν πρὸς ταῖς ἀνατολαῖς οὐ τοσοῦτον ἥψαντο, οἱ δὲ περὶ τἀναντία τῶν ἑσπερίων ὑστέρησαν· ὁμοίως δʼ ἔχει καὶ περὶ τῶν πρὸς νότον καὶ τὰς ἄρκτους.
在西边,我们走过了从亚美尼亚直到靠近撒丁岛的第勒尼安地区;在南边,则从黑海直到埃塞俄比亚的边界;而在其他撰写地理学著作的人当中,也找不到任何一个人比我们多走过上述距离中的很大一部分,那些在西方部分走得更远的人,对东方部分就没有接触那么多,而那些在相反方向走得更远的人,则在西方部分落后了;关于向南和向北的地区也是如此。
τὸ μέντοι πλέον κἀκεῖνοι καὶ ἡμεῖς ἀκοῇ παραλαβόντες συντίθεμεν καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος καὶ τὴν ἄλλην φύσιν ὁποία καὶ ὁπόση, τὸν αὐτὸν τρόπον ὅνπερ ἡ διάνοια ἐκ τῶν αἰσθητῶν συντίθησι τὰ νοητά·
然而,无论是他们还是我们,大部分都是通过传闻获得,并建构起其形状、大小以及其他具有何种特征和多大规模的自然属性,正如心智从感觉事物中建构起理智事物一样。
σχῆμα γὰρ καὶ χρόαν καὶ μέγεθος μήλου καὶ ὀδμὴν καὶ ἁφὴν καὶ χυμὸν ἀπαγγέλλουσιν αἱ αἰσθήσεις, ἐκ δὲ τούτων συντίθησιν ἡ διάνοια τὴν τοῦ μήλου νόησιν·
因为感觉报告了苹果的形状、颜色、大小、气味、触觉和味道,而心智从这些感觉中建构起对苹果的理智认知。
καὶ αὐτῶν δὲ τῶν μεγάλων σχημάτων τὰ μέρη μὲν αἴσθησις ὁρᾷ, τὸ δʼ ὅλον ἐκ τῶν ὁραθέντων ἡ διάνοια συντίθησιν.
而且,对于巨大的形状本身,感觉看到的只是部分,而心智则从所看到的部分中建构起整体。
οὕτω δὲ καὶ οἱ φιλομαθεῖς ἄνδρες ὥσπερ αἰσθητηρίοις πιστεύσαντες τοῖς ἰδοῦσι καὶ πλανηθεῖσιν οὓς ἔτυχε τόπους ἄλλοις κατʼ ἄλλα μέρη τῆς γῆς, συντιθέασιν εἰς ἓν διάγραμμα τὴν τῆς ὅλης οἰκουμένης ὄψιν· ἐπεὶ καὶ οἱ στρατηγοὶ πάντα μὲν αὐτοὶ πράττουσιν, οὐ πανταχοῦ δὲ πάρεισιν, ἀλλὰ πλεῖστα κατορθοῦσι διʼ ἑτέρων, ἀγγέλοις πιστεύοντες καὶ πρὸς τὴν ἀκοὴν διαπέμποντες οἰκείως τὰ προστάγματα.
同样,求知心切的人们信赖那些在地球各处偶然目睹和游历过这些地方的人,就像信赖自己的感官一样,将整个居住世界的全貌组合成一张图表;因为将领们虽然亲自指挥一切,却不可能无处不在,而是通过他人来完成大部分事务,他们信任使者,并根据听到的报告相应地传达指令。
ὁ δʼ ἀξιῶν μόνους εἰδέναι τοὺς ἰδόντας ἀναιρεῖ τὸ τῆς ἀκοῆς κριτήριον, ἥτις πρὸς ἐπιστήμην ὀφθαλμοῦ πολὺ κρείττων ἐστί.
而那些主张只有亲眼看见的人才拥有知识的人,否定了听闻这一判准,而听闻对于获得知识而言,比眼睛要优越得多。
§2.5.12μάλιστα δʼ οἱ νῦν ἄμεινον ἔχοιεν ἄν τι λέγειν περὶ τῶν κατὰ Βρεττανοὺς καὶ Γερμανοὺς καὶ τοὺς περὶ τὸν Ἴστρον τούς τε ἐντὸς καὶ τοὺς ἐκτὸς Γέτας τε καὶ Τυρεγέτας καὶ Βαστάρνας, ἔτι δὲ τοὺς περὶ τὸν Καύκασον, οἷον Ἀλβανοὺς καὶ Ἴβηρας.
尤其是当今时代的人,可能能对不列颠人、日耳曼人、以及伊斯特河沿岸的人们——包括河内侧和外侧的盖塔人、蒂雷盖塔人和巴斯塔奈人,还有高加索地区的人们(例如阿尔巴尼亚人和伊比利亚人)——发表更好的见解。
ἀπήγγελται δʼ ἡμῖν καὶ ὑπὸ τῶν τὰ Παρθικὰ συγγραψάντων, τῶν περὶ Ἀπολλόδωρον τὸν Ἀρτεμιτηνόν, ἃ πολλῶν ἐκεῖνοι μᾶλλον ἀφώρισαν, τὰ περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανήν·
那些撰写安息历史的人,如阿尔特米塔的阿波罗多罗及其学派,也向我们报告了有关希尔卡尼亚和巴克特里亚的情况,这些细节他们比许多其他人确定得更为精确。
τῶν τε Ῥωμαίων καὶ εἰς τὴν εὐδαίμονα Ἀραβίαν ἐμβαλόντων μετὰ στρατιᾶς νεωστί, ἧς ἡγεῖτο ἀνὴρ φίλος ἡμῖν καὶ ἑταῖρος Αἴλιος Γάλλος, καὶ τῶν ἐκ τῆς Ἀλεξανδρείας ἐμπόρων στόλοις ἤδη πλεόντων διὰ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου μέχρι τῆς Ἰνδικῆς, πολὺ μᾶλλον καὶ ταῦτα ἔγνωσται τοῖς νῦν ἢ τοῖς πρὸ ἡμῶν.
由于罗马人最近派遣军队侵入了幸福的阿拉伯,这支军队由我们的朋友和同伴埃利乌斯·加卢斯率领,而且亚历山大港的商人现在已经率领船队穿过尼罗河和阿拉伯湾航行至印度,这些地区对当今时代的人来说,比起我们之前的人,已经了解得清楚得多了。
ὅτε γοῦν Γάλλος ἐπῆρχε τῆς Αἰγύπτου, συνόντες αὐτῷ καὶ συναναβάντες μέχρι Συήνης καὶ τῶν Αἰθιοπικῶν ὅρων ἱστοροῦμεν, ὅτι καὶ ἑκατὸν καὶ εἴκοσι νῆες πλέοιεν ἐκ Μυὸς ὅρμου πρὸς τὴν Ἰνδικήν, πρότερον ἐπὶ τῶν Πτολεμαϊκῶν βασιλέων ὀλίγων παντάπασι θαρρούντων πλεῖν καὶ τὸν Ἰνδικὸν ἐμπορεύεσθαι φόρτον.
总之,当加卢斯治理埃及的时候,我们与他同行,并与他一同上溯到塞涅和埃塞俄比亚边界,我们得知,当时有多达一百二十艘船从缪斯·霍尔莫斯港启航前往印度,而以前在托勒密王朝诸王统治下,敢于航行并进行印度货物贸易的人极其稀少。
§2.5.13τὰ μὲν οὖν πρῶτα καὶ κυριώτατα καὶ πρὸς ἐπιστήμην καὶ πρὸς τὰς χρείας τὰς πολιτικὰς ταῦτα, σχῆμα καὶ μέγεθος εἰπεῖν ὡς ἁπλούστατα ἐγχειρεῖν τὸ πῖπτον εἰς τὸν γεωγραφικὸν πίνακα, συμπαραδηλοῦντα καὶ τὸ ποῖόν τι καὶ πόστον μέρος τῆς ὅλης γῆς ἐστι·
因此,无论是为了知识还是为了政治实用,首要且最重要的事情是这些:即尝试尽可能简单地说明落入地理学地图中的事物的形状和大小,并同时表明它是整个地球的哪一种以及多大的一部分。
τοῦτο μὲν γὰρ οἰκεῖον τῷ γεωγράφῳ, τὸ δὲ καὶ περὶ ὅλης ἀκριβολογεῖσθαι τῆς γῆς καὶ περὶ τοῦ σπονδύλου παντὸς ἧς λέγομεν ζώνης ἄλλης τινὸς ἐπιστήμης ἐστίν, οἷον εἰ περιοικεῖται καὶ κατὰ θάτερον τεταρτημόριον ὁ σπόνδυλος· καὶ γὰρ εἰ οὕτως ἔχει, οὐχ ὑπὸ τούτων γε οἰκεῖται τῶν παρʼ ἡμῖν, ἀλλʼ ἐκείνην ἄλλην οἰκουμένην θετέον, ὅπερ ἐστὶ πιθανόν.
因为这属于地理学家的本分,而对整个地球以及我们所说的地带的整个环体(球段)进行精确讨论,例如该环体的另一个四分之一象限是否也有人居住,则属于另一种科学;因为即使事实如此,那里至少也不是由我们这里的居民所居住的,而是必须设想为另一个居住世界,而这是很有可能的。
ἡμῖν δὲ τὰ ἐν αὐτῇ ταύτῃ λεκτέον.
而我们则必须讲述这同一个居住世界中的事物。