§2.5.1Ἐπεὶ δὲ τοῖς πρὸς ἐκείνους λόγοις συνεχής ἐστιν ἡ ἐγχείρησις τῆς ἡμετέρας ὑποσχέσεως, λαβόντες ἀρχὴν ἑτέραν λέγωμεν, ὅτι δεῖ τὸν χωρογραφεῖν ἐπιχειροῦντα πολλὰ τῶν φυσικῶς τε καὶ μαθηματικῶς λεγομένων ὑποθέσθαι, καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιάν τε καὶ πίστιν τὰ ἑξῆς πραγματεύεσθαι.
彼らに対する議論に我々の約束の実行が連続しているからには、別の出発点を得て、次のように語ることにしよう。 すなわち、地域記述を試みる者は、物理学的および数学的に語られている多くの事柄を前提としなければならず、またそれらの事柄に対する理解と確信に基づいて、これに続く事柄を扱わねばならない。
εἴρηται γάρ, ὅτι οὐδʼ οἰκοδόμος, οὐδʼ ἀρχιτέκτων οἰκίαν ἢ πόλιν ἱδρῦσαι καλῶς οἷός τε γένοιτʼ ἂν ἀπρονοήτως ἔχων κλιμάτων τε τῶν κατὰ τὸν οὐρανὸν καὶ σχημάτων τε καὶ μεγεθῶν καὶ θάλπους καὶ ψύχους καὶ ἄλλων τοιούτων, μή τί γε τὴν ὅλην οἰκουμένην τοποθετῶν.
なぜなら、天における気候帯や、形、大きさ、熱、冷気、その他そのような事柄について配慮を欠いているならば、大工も建築家も家や都市を適切に建てることはできないであろうと言われているのだから、ましてや全居住世界を配置する者においてはなおさらである。
αὐτὸ γὰρ τὸ εἰς ἐπίπεδον γράφειν ἐπιφάνειαν μίαν καὶ τὴν αὐτὴν τά τε Ἰβηρικὰ καὶ τὰ Ἰνδικὰ καὶ τὰ μέσα τούτων, καὶ μηδὲν ἧττον δύσεις καὶ ἀνατολὰς ἀφορίζειν καὶ μεσουρανήσεις ὡς ἂν κοινὰς πᾶσι, τῷ μὲν προεπινοήσαντι τὴν τοῦ οὐρανοῦ διάθεσίν τε καὶ κίνησιν καὶ λαβόντι, ὅτι σφαιρικὴ μέν ἐστιν ἡ κατʼ ἀλήθειαν τῆς γῆς ἐπιφάνεια, πλάττεται δὲ νῦν ἐπίπεδος πρὸς τὴν ὄψιν, γεωγραφικὴν ἔχει τὴν παράδοσιν, τῷ δʼ ἄλλως, οὐ γεωγραφικήν.
なぜなら、イベリア地方もインド地方も、そしてそれらの中間領域も、一枚の同一の平面の上に描くということ自体、そしてそれにもかかわらず、日の入りや日の出、南中を、あたかもすべての人に共通であるかのように規定することは、あらかじめ天の配置と運動を理解し、大地の表面は実際には球状であるが、現在は視覚に合わせて平面として描写されているのだと把握している者にとっては、地理学的な伝達となるが、そうでない者にとっては、地理学的ではないからである。
οὐ γὰρ ὥσπερ διὰ πεδίων ἰοῦσι μεγάλων, οἷον τῶν Βαβυλωνίων, ἢ διὰ πελάγους παρίσταται τὰ πρόσω πάντα καὶ τὰ κατόπιν καὶ ἐκ πλαγίων ἐπίπεδα, καὶ οὐδεμίαν ἀντέμφασιν παρέχει πρὸς τὰ οὐράνια καὶ τὰς τοῦ ἡλίου κινήσεις καὶ σχέσεις πρὸς ἡμᾶς καὶ τῶν ἄλλων ἄστρων, οὕτω καὶ γεωγραφοῦσιν παρίστασθαι ἀεὶ δεῖ τὰ ὅμοια.
なぜなら、バビロニア平野のような広大な平野を、あるいは海を通って進む者たちにとって、前方、後方、側方のすべてのものが平面として現れ、天体や太陽の運動、我々および他の星々に対する関係との間にいかなる不一致も示さないのと同じように、地理学を行う者たちにとっても、常に同様のことが現れるべきだというわけではないからである。
ὁ μὲν γὰρ πελαγίζων ἢ ὁδεύων διὰ χώρας πεδιάδος κοιναῖς τισι φαντασίαις ἄγεται, καθʼ ἃς καὶ ὁ ἀπαίδευτος καὶ ὁ πολιτικὸς ἐνεργεῖ ταὐτά, ἄπειρος ὢν τῶν οὐρανίων καὶ τὰς πρὸς ταῦτα ἀντεμφάσεις ἀγνοῶν.
というのも、海を航行する者や平坦な地方を旅する者は、いくつかの共通の印象によって導かれるが、それらの印象に従って、無学な者も実務に携わる者も同じように行動するのであり、彼らは天体についての知識がなく、これらに対する不一致を知らないからである。
ἀνατέλλοντα μὲν γὰρ ὁρᾷ ἥλιον καὶ δύνοντα καὶ μεσουρανοῦντα, τίνα δὲ τρόπον, οὐκ ἐπισκοπεῖ·
なぜなら、彼は太陽が昇り、沈み、南中するのを見るが、それがどのような方法でなされているのかは省みないからである。
οὐδὲ γὰρ χρήσιμον αὐτῷ πρὸς τὸ προκείμενον, ὥσπερ οὐδὲ τὸ παράλληλον ἑστάναι τῷ παρεστῶτι ἢ μή·
というのも、それは彼の目の前の目的にとって有用ではないからであり、それはあたかも、隣に立っている人と平行に立っているかどうかということが、どうでもよいのと同じである。
τάχα δʼ ἐπισκοποῖ μὲν ἄν τι, δόξει δʼ ἐν τοῖς μαθηματικῶς λεγομένοις, καθάπερ οἱ ἐπιχώριοι·
あるいは、彼もいくらかは省みるかもしれないが、数学的に語られる事柄においては、現地の人々がそうであるように、思い違いをするであろう。
ἔχει γὰρ ὁ τόπος τοιαῦτα διαπτώματα.
なぜなら、それぞれの場所にはその種の間違いが伴うからである。
ὁ δὲ γεωγραφικὸς οὐκ ἐπιχωρίῳ γεωγραφεῖ, οὐδὲ πολιτικῷ τοιούτῳ, ὅστις μηδὲν ἐφρόντισε τῶν λεγομένων ἰδίως μαθημάτων·
しかし、地理学者は現地の人(その土地だけに詳しい素人)のために地理を書くのでもなく、数学的な諸学問にまったく関心を払わなかったような、そのような実務家のために書くのでもない。
οὐδὲ γὰρ θεριστῇ καὶ σκαπανεῖ, ἀλλὰ τῷ πεισθῆναι δυναμένῳ τὴν γῆν ἔχειν οὕτω τὴν ὅλην, ὡς οἱ μαθηματικοί φασι, καὶ τὰ ἄλλα τὰ πρὸς τὴν ὑπόθεσιν τὴν τοιαύτην.
また、刈り入れ人や掘り起こし人のために書くのでもなく、地球全体が、数学者たちが言うような状態にあり、その他そのような前提に関連する他のすべての事柄があると信じうる人のために書くのである。
κελεύει τε τοῖς προσιοῦσιν ἐκεῖνα προενθυμηθεῖσι τὰ ἑξῆς ἐφορᾶν·
そして、彼は地理学に近づく人々に対して、あらかじめそれらの事柄を心に留めた上で、それに続く事柄を考察するように求める。
ἐκείνοις γὰρ τὰ ἀκόλουθα ἐρεῖν, ὥστε μᾶλλον ποιήσασθαι τῶν παραδιδομένων ἀσφαλῆ τὴν χρῆσιν τοὺς ἐντυγχάνοντας, ἂν ἀκούωσι μαθηματικῶς, τοῖς δʼ ἄλλως ἔχουσιν οὔ φησι γεωγραφεῖν.
なぜなら、彼はそれらの前提に従って、それに続くことを語るからであり、その結果、読者たちは、もし彼らが数学的な態度で聴くならば、伝えられる事柄をより確実に利用できるようになるであろう。 しかし、そうではない人々に対しては、自分は地理学を書いてはいない、と彼は言うのである。
§2.5.2τὸν μὲν δὴ γεωγραφοῦντα πιστεῦσαι δεῖ περὶ τῶν ἐχόντων αὐτῷ τάξιν ἀρχῆς τοῖς ἀναμετρήσασι τὴν ὅλην γῆν γεωμέτραις, τούτους δὲ τοῖς ἀστρονομικοῖς, ἐκείνους δὲ τοῖς φυσικοῖς.
したがって、地理学を記述する者は、自分にとって原理の地位を持つ事柄について、大地全体を測定した幾何学者たちを信じなければならず、幾何学者たちは天文学者たちを、天文学者たちは物理学者たちを信じなければならない。
ἡ δὲ φυσικὴ ἀρετή τις· τὰς δʼ ἀρετὰς ἀνυποθέτους φασὶν ἐξ αὑτῶν ἠρτημένας, καὶ ἐν αὑταῖς ἐχούσας τάς τε ἀρχὰς καὶ τὰς περὶ τούτων πίστεις.
物理学は一種の卓越性(徳)であり、卓越性は仮定を必要とせず、自ら自身に依存しており、それ自体のうちに出発点とそれらに関する確信を保持していると言われている。
τὰ μὲν οὖν παρὰ τῶν φυσικῶν δεικνύμενα τοιαῦτά ἐστι·
さて、物理学者たちによって証明されている事柄は次の通りである。
σφαιροειδὴς μὲν ὁ κόσμος καὶ ὁ οὐρανός, ἡ ῥοπὴ δʼ ἐπὶ τὸ μέσον τῶν βαρέων·
すなわち、宇宙および天は球体であり、重いものの傾向は中心へと向かう。
περὶ τοῦτό τε συνεστῶσα ἡ γῆ σφαιροειδῶς ὁμόκεντρος τῷ μὲν οὐρανῷ μένει καὶ αὐτὴ καὶ ὁ διʼ αὐτῆς ἄξων καὶ τοῦ οὐρανοῦ μέσου τεταμένος, ὁ δʼ οὐρανὸς περιφέρεται περί τε αὐτὴν καὶ περὶ τὸν ἄξονα ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν, σὺν αὐτῷ δὲ οἱ ἀπλανεῖς ἀστέρες ὁμοταχεῖς τῷ πόλῳ.
そして、この中心の周りに球状に凝集している地球は、天と同心であり、それ自体も静止しており、また大地の中心および天の中心を貫いて延びている軸も静止しているが、天は地球の周り、および軸の周りを東から西へと回転しており、天とともに恒星たちも極と同じ速度で回転している。
οἱ μὲν οὖν ἀπλανεῖς ἀστέρες κατὰ παραλλήλων φέρονται κύκλων·
さて、恒星たちは平行な円に沿って運動している。
παράλληλοι δʼ εἰσὶ γνωριμώτατοι ὅ τε ἰσημερινὸς καὶ οἱ τροπικοὶ δύο καὶ οἱ ἀρκτικοί·
そして、最もよく知られている平行円は、赤道、二つの回帰線、および北極圏である。
οἱ δὲ πλάνητες ἀστέρες καὶ ἥλιος καὶ σελήνη κατὰ λοξῶν τινων τῶν τεταγμένων ἐν τῷ ζωδιακῷ.
他方、惑星や太陽、月は、黄道帯の中に配置された傾いた円に沿って運動している。
τούτοις δὲ πιστεύσαντες ἢ πᾶσιν ἢ τισὶν οἱ ἀστρονομικοὶ τὰ ἑξῆς πραγματεύονται, κινήσεις καὶ περιόδους καὶ ἐκλείψεις καὶ μεγέθη καὶ ἀποστάσεις καὶ ἄλλα μυρία·
天文学者たちは、これらのすべて、あるいはいくつかを信頼して、これに続く事柄、すなわち運動、周期、食、大きさ、距離、その他無数の事柄を扱う。
ὡς δʼ αὕτως οἱ τὴν γῆν ὅλην ἀναμετροῦντες γεωμέτραι προστίθενται ταῖς τῶν φυσικῶν καὶ τῶν ἀστρονομικῶν δόξαις, ταῖς δὲ τῶν γεωμετρῶν πάλιν οἱ γεωγράφοι.
これと同様にして、大地全体を測定する幾何学者たちは、物理学者や天文学者たちの見解を前提として受け入れ、地理学者たちは再び、幾何学者たちの見解を前提として受け入れるのである。