§2.5.1Ἐπεὶ δὲ τοῖς πρὸς ἐκείνους λόγοις συνεχής ἐστιν ἡ ἐγχείρησις τῆς ἡμετέρας ὑποσχέσεως, λαβόντες ἀρχὴν ἑτέραν λέγωμεν, ὅτι δεῖ τὸν χωρογραφεῖν ἐπιχειροῦντα πολλὰ τῶν φυσικῶς τε καὶ μαθηματικῶς λεγομένων ὑποθέσθαι, καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιάν τε καὶ πίστιν τὰ ἑξῆς πραγματεύεσθαι.
既然我们对承诺的履行与针对那些作家的讨论是连续的,就让我们换一个起点并说明:致力于记述区域的人,必须将许多物理学上和数学上所说的内容作为前提,并根据对这些内容的理解与确信来处理接下来的内容。
εἴρηται γάρ, ὅτι οὐδʼ οἰκοδόμος, οὐδʼ ἀρχιτέκτων οἰκίαν ἢ πόλιν ἱδρῦσαι καλῶς οἷός τε γένοιτʼ ἂν ἀπρονοήτως ἔχων κλιμάτων τε τῶν κατὰ τὸν οὐρανὸν καὶ σχημάτων τε καὶ μεγεθῶν καὶ θάλπους καὶ ψύχους καὶ ἄλλων τοιούτων, μή τί γε τὴν ὅλην οἰκουμένην τοποθετῶν.
因为据称,如果对天空中的气候带、形状、大小、炎热、寒冷及其他此类事物不加预见和考虑,即使是木匠或建筑师也无法建好一座房屋或城市,更不用说定位整个居住世界的人了。
αὐτὸ γὰρ τὸ εἰς ἐπίπεδον γράφειν ἐπιφάνειαν μίαν καὶ τὴν αὐτὴν τά τε Ἰβηρικὰ καὶ τὰ Ἰνδικὰ καὶ τὰ μέσα τούτων, καὶ μηδὲν ἧττον δύσεις καὶ ἀνατολὰς ἀφορίζειν καὶ μεσουρανήσεις ὡς ἂν κοινὰς πᾶσι, τῷ μὲν προεπινοήσαντι τὴν τοῦ οὐρανοῦ διάθεσίν τε καὶ κίνησιν καὶ λαβόντι, ὅτι σφαιρικὴ μέν ἐστιν ἡ κατʼ ἀλήθειαν τῆς γῆς ἐπιφάνεια, πλάττεται δὲ νῦν ἐπίπεδος πρὸς τὴν ὄψιν, γεωγραφικὴν ἔχει τὴν παράδοσιν, τῷ δʼ ἄλλως, οὐ γεωγραφικήν.
因为,在同一个单一的平面上同时绘制伊比利亚地区、印度地区以及它们之间的区域,并且同样将日落、日出和南中规定为对所有人共同的,这对于预先理解了天空的配置与运动、并领会了大地的表面在真实中呈球形而当前为了视觉而被绘制成平面的人来说,是具有地理学传授特征的;但对于不这样做的其他人来说,则不具有地理学特征。
οὐ γὰρ ὥσπερ διὰ πεδίων ἰοῦσι μεγάλων, οἷον τῶν Βαβυλωνίων, ἢ διὰ πελάγους παρίσταται τὰ πρόσω πάντα καὶ τὰ κατόπιν καὶ ἐκ πλαγίων ἐπίπεδα, καὶ οὐδεμίαν ἀντέμφασιν παρέχει πρὸς τὰ οὐράνια καὶ τὰς τοῦ ἡλίου κινήσεις καὶ σχέσεις πρὸς ἡμᾶς καὶ τῶν ἄλλων ἄστρων, οὕτω καὶ γεωγραφοῦσιν παρίστασθαι ἀεὶ δεῖ τὰ ὅμοια.
因为,并不像那些穿过巴比伦尼亚人那样的广阔平原,或穿过海洋的人那样——对他们而言,前方、后方以及侧面的一切都呈现为平面,且与天体、太阳的运动以及与我们和其他星体的关系不呈现任何不协调——致力于地理学的人也必须总是让类似的情况呈现。
ὁ μὲν γὰρ πελαγίζων ἢ ὁδεύων διὰ χώρας πεδιάδος κοιναῖς τισι φαντασίαις ἄγεται, καθʼ ἃς καὶ ὁ ἀπαίδευτος καὶ ὁ πολιτικὸς ἐνεργεῖ ταὐτά, ἄπειρος ὢν τῶν οὐρανίων καὶ τὰς πρὸς ταῦτα ἀντεμφάσεις ἀγνοῶν.
因为,在海上航行或在平坦地区旅行的人,是被某些通俗的印象所引导的,依照这些印象,无论是无知者还是实际事务者都会做出相同的行动,因为他们没有天体方面的经验,也不了解与这些事物的不协调。
ἀνατέλλοντα μὲν γὰρ ὁρᾷ ἥλιον καὶ δύνοντα καὶ μεσουρανοῦντα, τίνα δὲ τρόπον, οὐκ ἐπισκοπεῖ· οὐδὲ γὰρ χρήσιμον αὐτῷ πρὸς τὸ προκείμενον, ὥσπερ οὐδὲ τὸ παράλληλον ἑστάναι τῷ παρεστῶτι ἢ μή· τάχα δʼ ἐπισκοποῖ μὲν ἄν τι, δόξει δʼ ἐν τοῖς μαθηματικῶς λεγομένοις, καθάπερ οἱ ἐπιχώριοι· ἔχει γὰρ ὁ τόπος τοιαῦτα διαπτώματα.
因为他虽然看见太阳升起、落下和南中,但以何种方式进行,他并不考察;因为这确实对他的眼前目的没有用处,就像他与身边站立的人是否平行站立没有用处一样;或者他也许会考察某些事情,但他会在数学上所说的事情上产生误判,就像当地居民那样;因为每个地方都伴随着此类误判。
ὁ δὲ γεωγραφικὸς οὐκ ἐπιχωρίῳ γεωγραφεῖ, οὐδὲ πολιτικῷ τοιούτῳ, ὅστις μηδὲν ἐφρόντισε τῶν λεγομένων ἰδίως μαθημάτων· οὐδὲ γὰρ θεριστῇ καὶ σκαπανεῖ, ἀλλὰ τῷ πεισθῆναι δυναμένῳ τὴν γῆν ἔχειν οὕτω τὴν ὅλην, ὡς οἱ μαθηματικοί φασι, καὶ τὰ ἄλλα τὰ πρὸς τὴν ὑπόθεσιν τὴν τοιαύτην.
但地理学家既不为当地居民写地理,也不为这种对特称的数学学科毫不关心的实际事务者写地理;确实也不为收割工和掘土工写,而是为那些能够确信地球整体正如数学家所说的那样,以及与此类假设相关的其他一切事物的人而写。
κελεύει τε τοῖς προσιοῦσιν ἐκεῖνα προενθυμηθεῖσι τὰ ἑξῆς ἐφορᾶν·
他命令那些接触地理学的人在预先思考了那些事物之后,再考察接下来的内容;因为他将根据这些前提来讲述后续的内容,以便读者如果以数学的方式来听,就能更稳妥地利用所传授的内容。
ἐκείνοις γὰρ τὰ ἀκόλουθα ἐρεῖν, ὥστε μᾶλλον ποιήσασθαι τῶν παραδιδομένων ἀσφαλῆ τὴν χρῆσιν τοὺς ἐντυγχάνοντας, ἂν ἀκούωσι μαθηματικῶς, τοῖς δʼ ἄλλως ἔχουσιν οὔ φησι γεωγραφεῖν.
而对于那些持相反态度的人,他说自己不为他们写地理。
§2.5.2τὸν μὲν δὴ γεωγραφοῦντα πιστεῦσαι δεῖ περὶ τῶν ἐχόντων αὐτῷ τάξιν ἀρχῆς τοῖς ἀναμετρήσασι τὴν ὅλην γῆν γεωμέτραις, τούτους δὲ τοῖς ἀστρονομικοῖς, ἐκείνους δὲ τοῖς φυσικοῖς.
因此,致力于地理学的人,在对于那些对自己具有原理地位的事物上,必须相信测量了整个大地的几何学家,而几何学家必须相信天文学家,天文学家必须相信物理学家。
ἡ δὲ φυσικὴ ἀρετή τις· τὰς δʼ ἀρετὰς ἀνυποθέτους φασὶν ἐξ αὑτῶν ἠρτημένας, καὶ ἐν αὑταῖς ἐχούσας τάς τε ἀρχὰς καὶ τὰς περὶ τούτων πίστεις.
物理学是一种卓越;而他们说,诸卓越是无假设的、依系于自身、并在自身中包含着原理和关于这些原理的确信。
τὰ μὲν οὖν παρὰ τῶν φυσικῶν δεικνύμενα τοιαῦτά ἐστι· σφαιροειδὴς μὲν ὁ κόσμος καὶ ὁ οὐρανός, ἡ ῥοπὴ δʼ ἐπὶ τὸ μέσον τῶν βαρέων· περὶ τοῦτό τε συνεστῶσα ἡ γῆ σφαιροειδῶς ὁμόκεντρος τῷ μὲν οὐρανῷ μένει καὶ αὐτὴ καὶ ὁ διʼ αὐτῆς ἄξων καὶ τοῦ οὐρανοῦ μέσου τεταμένος, ὁ δʼ οὐρανὸς περιφέρεται περί τε αὐτὴν καὶ περὶ τὸν ἄξονα ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν, σὺν αὐτῷ δὲ οἱ ἀπλανεῖς ἀστέρες ὁμοταχεῖς τῷ πόλῳ.
那么,由物理学家所证明的事物是这样的:宇宙和天空是球形的,重物的倾向指向中心;围绕这一中心凝结呈球形的地球,其自身以及贯穿自身和天空中心的轴都与天空同心并保持静止,而天空围绕地球和轴从东向西旋转,与天空一起,恒星以与极相同的速度旋转。
οἱ μὲν οὖν ἀπλανεῖς ἀστέρες κατὰ παραλλήλων φέρονται κύκλων· παράλληλοι δʼ εἰσὶ γνωριμώτατοι ὅ τε ἰσημερινὸς καὶ οἱ τροπικοὶ δύο καὶ οἱ ἀρκτικοί· οἱ δὲ πλάνητες ἀστέρες καὶ ἥλιος καὶ σελήνη κατὰ λοξῶν τινων τῶν τεταγμένων ἐν τῷ ζωδιακῷ.
那么,恒星是沿着平行圆运行的;最著名的平行圆是赤道、两条回归线和北极圈;而行星、太阳和月亮则是沿着某些倾斜的圆运行的,即那些配置在黄道带中的圆。
τούτοις δὲ πιστεύσαντες ἢ πᾶσιν ἢ τισὶν οἱ ἀστρονομικοὶ τὰ ἑξῆς πραγματεύονται, κινήσεις καὶ περιόδους καὶ ἐκλείψεις καὶ μεγέθη καὶ ἀποστάσεις καὶ ἄλλα μυρία· ὡς δʼ αὕτως οἱ τὴν γῆν ὅλην ἀναμετροῦντες γεωμέτραι προστίθενται ταῖς τῶν φυσικῶν καὶ τῶν ἀστρονομικῶν δόξαις, ταῖς δὲ τῶν γεωμετρῶν πάλιν οἱ γεωγράφοι.
天文学家们相信这些事物的所有或部分,并处理接下来的内容:运动、周期、食、大小、距离及其他无数事物;同样地,测量整个大地的几何学家将物理学家和天文学家的意见作为自己的前提,而地理学家又再次将几何学家的意见作为自己的前提。