§2.5.3πεντάζωνον μὲν γὰρ ὑποθέσθαι δεῖ τὸν οὐρανόν, πεντάζωνον δὲ καὶ τὴν γῆν, ὁμωνύμους δὲ καὶ τὰς ζώνας τὰς κάτω ταῖς ἄνω·
というのも、天は5つの地帯を持つと仮定せねばならず、地球も5つの地帯を持つと、あるいは下の地帯は上の地帯と同名であると仮定せねばならないからである。
τὰς δʼ αἰτίας εἰρήκαμεν τῆς εἰς τὰς ζώνας διαιρέσεως.
また、地帯への分割の理由についてはすでに述べた。
διορίζοιντο δʼ ἂν αἱ ζῶναι κύκλοις παραλλήλοις τῷ ἰσημερινῷ γραφομένοις ἑκατέρωθεν αὐτοῦ, δυσὶ μὲν τοῖς ἀπολαμβάνουσι τὴν διακεκαυμένην, δυσὶ δὲ τοῖς μετὰ τούτους, οἳ πρὸς μὲν τῇ διακεκαυμένῃ τὰς εὐκράτους δύο ποιοῦσι, πρὸς δὲ ταῖς εὐκράτοις τὰς κατεψυγμένας.
そして地帯は、赤道に平行にその両側に描かれる円、すなわち、熱帯を切り取る2つの円と、これらに続く2つの円によって区分されるであろう。 これら(後者)の円は、熱帯に隣接して2つの温帯を作り、温帯に隣接して寒帯を作る。
ὑποπίπτει δʼ ἑκάστῳ τῶν οὐρανίων κύκλων ὁ ἐπὶ γῆς ὁμώνυμος αὐτῷ, καὶ ἡ ζώνη δὲ ὡσαύτως τῇ ζώνῃ.
そして、天のそれぞれの円の下には地球上の同名の円が位置し、地帯も同様に(天の)地帯の下に位置する。
εὐκράτους μὲν οὖν φασι τὰς οἰκεῖσθαι δυναμένας, ἀοικήτους δὲ τὰς ἄλλας, τὴν μὲν διὰ καῦμα τὰς δὲ διὰ ψῦχος.
さて、彼らは温帯は居住可能であり、他の地帯は居住不可能であると言う。 一方は暑さのため、他方は寒さのために。
τὸν δʼ αὐτὸν τρόπον καὶ περὶ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν, παρʼ οἷς εἰσιν ἀρκτικοί, διορίζουσιν ὁμωνύμως τοῖς ἄνω τοὺς ἐπὶ γῆς ποιοῦντες, καὶ τοὺς ἑκάστοις ὑποπίπτοντας.
これと同じ方法で、回帰線や極圏についても、極圏が存在する人々において、上の円と同名のものを地球上に作り、それぞれの下に位置するものを画定するのである。
τοῦ δʼ ἰσημερινοῦ δίχα τέμνοντος τὸν ὅλον οὐρανόν, καὶ τὴν γῆν ἀνάγκη διαιρεῖσθαι ὑπὸ τοῦ ἐν αὐτῇ ἰσημερινοῦ.
赤道が天全体を二等分するので、地球もまたその上にある赤道によって分割されることが必然である。
καλεῖται δὲ τῶν ἡμισφαιρίων ἑκάτερον τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς τὸ μὲν βόρειον τὸ δὲ νότιον·
そして、天および地球の半球のそれぞれは、一方は北半球、他方は南半球と呼ばれる。
οὕτως δὲ καὶ τῆς διακεκαυμένης ὑπὸ τοῦ αὐτοῦ κύκλου δίχα διαιρουμένης τὸ μὲν ἔσται βόρειον αὐτῆς μέρος τὸ δὲ νότιον·
このように、熱帯も同一の円によって二等分されるので、その一方は北の部分、他方は南の部分となる。
δῆλον δʼ ὅτι καὶ τῶν εὐκράτων ζωνῶν ἡ μὲν ἔσται βόρειος ἡ δὲ νότιος ὁμωνύμως τῷ ἡμισφαιρίῳ ἐν ᾧ ἐστι.
明らかに、温帯についても、一方は北温帯、他方は南温帯となり、それが位置する半球と同名になる。
καλεῖται δὲ βόρειον μὲν ἡμισφαίριον τὸ τὴν εὔκρατον ἐκείνην περιέχον, ἐν ᾗ ἀπὸ τῆς ἀνατολῆς βλέποντι ἐπὶ τὴν δύσιν ἐν δεξιᾷ μέν ἐστιν ὁ πόλος, ἐν ἀριστερᾷ δʼ ὁ ἰσημερινός, ἢ ἐν ᾧ πρὸς μεσημβρίαν βλέπουσιν ἐν δεξιᾷ μέν ἐστι δύσις ἐν ἀριστερᾷ δʼ ἀνατολή, νότιον δὲ τὸ ἐναντίως ἔχον·
北半球と呼ばれるのは、あの温帯を含む半球であり、そこでは東から西を眺める者にとって、右手に極があり、左手に赤道がある。 あるいは、そこでは南を向いて眺める者にとって、右手に西があり、左手に東がある。 他方、南半球はこれと反対の状態にあるものである。
ὥστε δῆλον ὅτι ἡμεῖς ἐσμεν ἐν θατέρῳ τῶν ἡμισφαιρίων, καὶ τῷ βορείῳ γε, ἐν ἀμφοτέροις δʼ οὐχ οἷόν τε·
したがって、我々が二つの半球の一方、それも北半球にいることは明らかであり、両方にいることは不可能である。
μέσσῳ γὰρ μεγάλοι ποταμοί, ὠκεανὸς μὲν πρῶτα,
ἔπειτα ἡ διακεκαυμένη.
なぜなら、中間には大いなる川、まずはオーケアノス、次に熱帯があるからである。
οὔτε δὲ ὠκεανὸς ἐν μέσῳ τῆς καθʼ ἡμᾶς οἰκουμένης ἐστὶ τέμνων ὅλην, οὔτʼ οὖν διακεκαυμένον χωρίον·
そして、我々の居住世界の中間にそれを貫いて二分するオーケアノスはなく、熱帯の領域もない。
οὐδὲ δὴ μέρος αὐτῆς εὑρίσκεται τοῖς κλίμασιν ὑπεναντίως ἔχον τοῖς λεχθεῖσιν ἐν τῇ βορείῳ εὐκράτῳ.
また、その(居住世界の)いかなる部分も、北温帯について述べられた気候条件と相反する気候を持つとは見出されない。
§2.5.4λαβὼν οὖν ταῦθʼ ὁ γεωμέτρης, προσχρησάμενος τοῖς ὑπὸ τοῦ ἀστρονομικοῦ δεικνυμένοις, ἐν οἷς οἵ τε παράλληλοι τῷ ἰσημερινῷ εὑρίσκονται οἱ καθʼ ἑκάστην τὴν οἴκησιν καὶ οἱ πρὸς ὀρθὰς τέμνοντες τούτους, γραφόμενοι δὲ διὰ τῶν πόλων, καταμετρεῖ τὴν μὲν οἰκήσιμον ἐμβατεύων, τὴν δʼ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων.
したがって、幾何学者はこれらの事柄を受け入れ、天文学者によって証明された事柄(その中には、それぞれの居住地における赤道に平行な円や、これらを直角に交差し、極を通って描かれる円が見出される)をさらに利用して、実際に足を踏み入れることによって居住可能な部分を測定し、その他の部分を距離の比率から計算する。
οὕτω δʼ ἂν εὑρίσκοι πόσον ἂν εἴη τὸ ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι πόλου, ὅπερ ἐστὶ τεταρτημόριον τοῦ μεγίστου κύκλου τῆς γῆς·
このようにして、彼は赤道から極までの距離がどれほどであるかを見出すであろう。 これは地球の大円の4分の1に当たる。
ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον αὐτοῦ, τοῦτο δʼ ἐστὶν ἡ περίμετρος τῆς γῆς.
そして、これを得れば、その4倍も得ることになり、これが地球の周囲である。
ὥσπερ οὖν ὁ μὲν τὴν γῆν ἀναμετρῶν παρὰ τοῦ ἀστρονομοῦντος ἔλαβε τὰς ἀρχάς, ὁ δὲ ἀστρονόμος παρὰ τοῦ φυσικοῦ, τὸν αὐτὸν τρόπον χρὴ καὶ τὸν γεωγράφον παρὰ τοῦ ἀναμεμετρηκότος ὅλην τὴν γῆν ὁρμηθέντα, πιστεύσαντα τούτῳ καὶ οἷς ἐπίστευσεν οὗτος, πρῶτον μὲν ἐκθέσθαι τὴν οἰκουμένην καθʼ ἡμᾶς πόση τις καὶ ποία τὸ σχῆμα καὶ τὴν φύσιν οἵα ἐστὶ καὶ πῶς ἔχουσα πρὸς τὴν ὅλην γῆν (ἴδιον γὰρ τοῦ γεωγράφου τοῦτο), ἔπειτα περὶ τῶν καθʼ ἕκαστα τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν ποιήσασθαι τὸν προσήκοντα λόγον, παρασημαινόμενον ὅσα μὴ ἱκανῶς εἴρηται τοῖς πρὸ ἡμῶν τοῖς μάλιστα πεπιστευμένοις ἀρίστοις γεγονέναι περὶ ταῦτα.
それゆえ、地球を測定する者が天文学者から原理を受け取り、天文学者が物理学者から受け取ったのと同様に、地理学者もまた、地球全体を測定した者から出発し、彼を、それから彼が信じた人々を信頼して、まず、我々の居住世界がどれほどの大きさであり、どのような形状を持ち、その性質はどのようであり、地球全体に対してどのような位置にあるかを示すべきであり(なぜなら、これは地理学者に固有の仕事だからである)、次に、陸上および海上の個々の事柄について適切な説明を行い、この分野で最も信頼され、最も優れた人々であったとされる我々に先立つ人々によって十分に語られていない事柄を指摘すべきである。