Humanitext Reader

ストラボン · 地理誌 §2.3.6-2.3.8

ポセイドニオスの地殻変動論と大陸区分への批判

69 / 577 箇所 · ギリシア語

要旨

ポセイドニオスによる地殻変動説やアトランティス伝説の支持、キンブリ人の移動に関する氾濫説の否定を評価しつつ、彼の大陸区分論における論理の矛盾やホメロス解釈への強引な修正案を批判し、原因論を追究する彼のアリストテレス的傾向を指摘する。

§2.3.6τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν καὶ μεταβολὰς τὰς ἐκ τῶν σεισμῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων, ὅσα διηριθμησάμεθα καὶ ἡμεῖς, ὀρθῶς κεῖται παρʼ αὐτῷ·
土地が時に隆起したり沈下したりすること、および地震やその他我々も数え上げたような同様の現象から生じる変化については、彼のもとで正しく措定されている。
πρὸς ὃ καὶ τὸ τοῦ Πλάτωνος εὖ παρατίθησιν, ὅτι ἐνδέχεται καὶ μὴ πλάσμα εἶναι τὸ περὶ τῆς νήσου τῆς Ἀτλαντίδος, περὶ ἧς ἐκεῖνος ἱστορῆσαι Σόλωνά φησι πεπυσμένον παρὰ τῶν Αἰγυπτίων ἱερέων, ὡς ὑπάρχουσά ποτε ἀφανισθείη, τὸ μέγεθος οὐκ ἐλάττων ἠπείρου·
これに対して彼はプラトンの記述もうまく引用している。 すなわち、アトランティス島に関する話は虚構ではない可能性があるということ。 それについてプラトンは、ソロンがエジプトの神官たちから聞いて、かつて存在したが消失したと語っているとし、その大きさは大陸に劣らないという。
καὶ τοῦτο οἴεται βέλτιον εἶναι λέγειν ἢ διότι ὁ πλάσας αὐτὴν ἠφάνισεν, ὡς ὁ ποιητὴς τὸ τῶν Ἀχαιῶν τεῖχος.
そして彼は、これを言う方が、それを創作した者が消失させた(詩人がアカイア人の防壁をそうしたように)と言うよりも良いと考えている。
εἰκάζει δὲ καὶ τὴν τῶν Κίμβρων καὶ τῶν συγγενῶν ἐξανάστασιν ἐκ τῆς οἰκείας γενέσθαι, οὐ κατὰ θαλάττης ἔφοδον ἀθρόαν συμβᾶσαν.
また彼は、キンブリ人とその同族が故郷から移動したことは、海の突然の浸入が起こったためではなく、生じたのだと推測している。
ὑπονοεῖ δὲ τὸ τῆς οἰκουμένης μῆκος ἑπτά που μυριάδων σταδίων ὑπάρχον ἥμισυ εἶναι τοῦ ὅλον κύκλου καθʼ ὃν εἴληπται, ὥστε (φησίν) ἀπὸ τῆς δύσεως εὔρῳ πλέων ἐν τοσαύταις μυριάσιν ἔλθοι ἂν εἰς Ἰνδούς.
また彼は居住世界の長さ(およそ7万スタディオン)が、それが位置する円周全体の半分であると想定しており、したがって(彼が言うには)、西から東風に乗ってこれだけの万スタディオンを航海すれば、インドに到達することになると言う。
§2.3.7Ἐπιχειρήσας δὲ αἰτιᾶσθαι τοὺς οὕτω τὰς ἠπείρους διορίσαντας, ἀλλὰ μὴ παραλλήλοις τισὶ τῷ ἰσημερινῷ, διʼ ὧν ἔμελλον ἐξαλλάξεις δείκνυσθαι ζῴων τε καὶ φυτῶν καὶ ἀέρων, τῶν μὲν τῇ κατεψυγμένῃ συναπτόντων τῶν δὲ τῇ διακεκαυμένῃ, ὥστε οἱονεὶ ζώνας εἶναι τὰς ἠπείρους, ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται, ἐπαινῶν πάλιν τὴν οὖσαν διαίρεσιν, θετικὴν ποιούμενος τὴν ζήτησιν πρὸς οὐδὲν χρησίμως.
彼は、大陸をそのように境界区分した人々を非難しようと試み、むしろ赤道に平行な線によって区分すべきであり、それによって動物や植物や気候の変異が示されるはずであり、一部は寒帯に、一部は熱帯に接し、その結果大陸があたかも地帯(ゾーン)のようになるべきだと主張した。 しかし、彼は再び自説を覆し、裁判の取り消しのようになり、現行の区分を再び称賛し、その探究を仮定的なものにしてしまい、何ら有益な結果をもたらさなかった。
αἱ γὰρ τοιαῦται διατάξεις οὐκ ἐκ προνοίας γίνονται, καθάπερ οὐδὲ αἱ κατὰ τὰ ἔθνη διαφοραί, οὐδʼ αἱ διάλεκτοι, ἀλλὰ κατὰ περίπτωσιν καὶ συντυχίαν·
なぜなら、そのような配置は意図的な計画によってなされるものではなく、民族による違いや言語の違いと同様に、偶然と巡り合わせによって生じるからである。
καὶ τέχναι δὲ καὶ δυνάμεις καὶ ἐπιτηδεύσεις ἀρξάντων τινῶν κρατοῦσιν αἱ πλείους ἐν ὁποιῳοῦν κλίματι.
技術や能力、習慣の多くも、指導的な人々が始めたことによって、どのような気候(土地)においても普及する。
ἔστι δέ τι καὶ παρὰ τὰ κλίματα, ὥστε τὰ μὲν φύσει ἐστὶν ἐπιχώριά τισι τὰ δʼ ἔθει καὶ ἀσκήσει.
気候とは異なる要因もあり、あるものは自然その地域に固有のものであり、あるものは習慣や訓練によるものである。
οὐ γὰρ φύσει Ἀθηναῖοι μὲν φιλόλογοι, Λακεδαιμόνιοι δʼ οὒ καὶ οἱ ἔτι ἐγγυτέρω Θηβαῖοι, ἀλλὰ μᾶλλον ἔθει·
アテナイ人が学問を好み、ラケダイモン人やそれよりもさらに近くにいるテーバイ人がそうでないのは、生まれつきではなく、むしろ習慣によるものである。
οὕτως οὐδὲ Βαβυλώνιοι φιλόσοφοι φύσει καὶ Αἰγύπτιοι, ἀλλʼ ἀσκήσει καὶ ἔθει·
同様に、バビロニア人やエジプト人が哲学者であるのも、生まれつきではなく、訓練と習慣による。
καὶ ἵππων δὲ καὶ βοῶν ἀρετὰς καὶ ἄλλων ζῴων οὐ τόποι μόνον, ἀλλὰ καὶ ἀσκήσεις ποιοῦσιν.
馬や牛、その他の動物の優秀さも、土地だけでなく訓練が作り出す。
ὁ δὲ συγχεῖ ταῦτα·
しかし、彼はこれらを混同している。
ἐπαινῶν δὲ τὴν τοιαύτην διαίρεσιν τῶν ἠπείρων, οἵα νῦν ἐστι, παραδείγματι χρῆται τῷ τοὺς Ἰνδοὺς τῶν Αἰθιόπων διαφέρειν τῶν ἐν τῇ Λιβύῃ·
彼は、現行の大陸区分を称賛するにあたり、インド人がリビアのエチオピア人と異なっているという例を用いている。
εὐερνεστέρους γὰρ εἶναι καὶ ἧττον ἕψεσθαι τῇ ξηρασίᾳ τοῦ περιέχοντος·
すなわち、インド人の方が体格が良く、周囲の乾燥によって受ける影響が少ない。
διὸ καὶ Ὅμηρον πάντας λέγοντα Αἰθίοπας δίχα διελεῖν οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος, Κράτητα δʼ εἰσάγοντα τὴν ἑτέραν οἰκουμένην, ἣν οὐκ οἶδεν Ὅμηρος, δουλεύειν ὑποθέσει·
それゆえ、ホメロスがすべてをエチオピア人と呼びつつ、二つに分けたこと、「一方は沈みゆくヒュペリオンの、他方は昇りゆく太陽の」を引用し、クラテスがもう一つの居住世界(ホメロスが知らなかったもの)を導入したことは、独断的な仮定に従属しているとする。
καὶ ἔδει (φησί) μεταγράφειν οὕτως ἠμὲν ἀπερχομένου Ὑπερίονος, οἷον ἀπὸ τοῦ μεσημβρινοῦ περικλίνοντος.
そして、以下のように書き改めるべきだと(彼は)言う。 「あるいは去りゆくヒュペリオンの」つまり、子午線から傾いていくという意味として。
§2.3.8πρῶτον μὲν οὖν οἱ πρὸς Αἰγύπτῳ Αἰθίοπες καὶ αὐτοὶ δίχα διαιροῦνται·
まず第一に、エジプトの近くにいるエチオピア人自身も二つに区分される。
οἱ μὲν γὰρ ἐν τῇ Ἀσίᾳ εἰσὶν οἱ δʼ ἐν τῇ Λιβύῃ, οὐδὲν διαφέροντες ἀλλήλων.
一方はアジアに、他方はリビアにおり、互いに何の違いもない。
ἔπειθʼ Ὅμηρος οὐ διὰ τοῦτο διαιρεῖ τοὺς Αἰθίοπας, ὅτι τοὺς Ἰνδοὺς ᾔδει τοιούτους τινὰς τοῖς σώμασιν (οὐδὲ γὰρ ἀρχὴν εἰδέναι τοὺς Ἰνδοὺς εἰκὸς Ὅμηρον, ὅπου γε οὐδʼ ὁ Εὐεργέτης κατὰ τὸν Εὐδόξειον μῦθον ᾔδει τὰ κατὰ τὴν Ἰνδικήν, οὐδὲ τὸν πλοῦν τὸν ἐπʼ αὐτήν), ἀλλὰ μᾶλλον κατὰ τὴν λεχθεῖσαν ὑφʼ ἡμῶν πρότερον διαίρεσιν.
第二に、ホメロスは、インド人が身体においてそのような特徴を持つことを知っていたからエチオピア人を区分したのではない(そもそもホメロスがインド人を知っていたはずがない。 エウドクソスの話によれば、エウエルゲテス王でさえインドに関する事柄も、そこへの航路も知らなかったのだから)。 むしろ、我々が以前に述べた区分に従って区分したのである。
ἐκεῖ δὲ καὶ περὶ τῆς γραφῆς τῆς Κρατητείου διῃτήσαμεν ὅτι οὐδὲν διαφέρει οὕτως ἢ ἐκείνως γράφειν·
そこ(以前の箇所)で、クラテスのテキストの異読についても、このように書いてもあのように書いても違いはないと判定した。
ὁ δὲ τοῦτο μὲν διαφέρειν φησί, κρεῖττον δʼ οὕτως εἶναι μεταθεῖναι ἠμὲν ἀπερχομένου.
しかし彼(ポセイドニオス)は、これには違いがあり、次のように変更する方がより良いと言う。
τί οὖν διαφέρει τοῦτο τοῦ ἠμὲν δυσομένου;
「あるいは去りゆく」では、これが「あるいは沈みゆく」と何が違うというのか。
πᾶν γὰρ τὸ τμῆμα τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ δύσιν δύσις καλεῖται, καθάπερ καὶ τὸ τοῦ ὁρίζοντος ἡμικύκλιον·
なぜなら、子午線から西にいたる区間の全体が「西方」と呼ばれるのであり、地平線の半円がそう呼ばれるのと同様だからである。
ὅπερ καὶ Ἄρατος ἐπισημαίνεται ἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν. εἰ δʼ ἐπὶ τῆς Κρατητείου γραφῆς οὕτω βέλτιον, φήσει τις καὶ ἐπὶ τῆς Ἀρισταρχείου δεῖν.
このことはアラトスも指摘している。 「まさに極限の入りと昇りが互いに交わるところ」もしクラテスの異読においてこのようにする方が良いと言うなら、アリスタルコスの異読においてもそうすべきだと誰かが言うだろう。
τοσαῦτα καὶ πρὸς Ποσειδώνιον·
ポセイドニオスに対する議論はこれくらいにしよう。
πολλὰ γὰρ καὶ ἐν τοῖς καθʼ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά·
なぜなら、個別的な事柄においても、地理学的なものについては、多くが適切な判定を受けているからである。
ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις ἢ οὐδὲ φροντιστέον·
より自然学的な事柄については、別の場所で検討するか、あるいは気に留める必要もない。
πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρʼ αὐτῷ καὶ τὸ Ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν.
彼の著作には、原因論的な要素やアリストテレス主義的な要素が多く含まれているが、我々の学派の人々は、原因が隠されていることを理由に、それを避ける傾向があるからである。

語釈・文法注

  1. §2.3.6τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν — 冠詞 τὸ を伴う対格不定詞句が文の主語となっており、ὀρθῶς κεῖται παρʼ αὐτῷ(彼のもとで正しく措定されている)に係っている。「土地が時に隆起したり沈下したりすること」という事象全体を名詞化している。
  2. §2.3.6οὐ κατὰ θαλάττης ἔφοδον ἀθρόαν συμβᾶσαν — 対格分詞 συμβᾶσαν は先行する対格名詞 ἐξανάστασιν(移動、立ち退き)を修飾する形容詞的用法、または「生じた結果として」の付帯状況を表す。海の突然の氾濫が移動の直接原因であることを否定する文脈。
  3. §2.3.7ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται — ἀναλύσει δίκης は「裁判の取消(訴えの撤回、和解)」を意味する法廷用語の比喩。自ら提起した従来の区分に対する非難を、結局は取り下げて言い訳をする立場に追い込まれる様子を表現している。
  4. §2.3.7δουλεύειν ὑποθέσει — 「仮定に従属している、支配されている」の意。クラテスが独自の宇宙論的仮説(もう一つの居住世界)に囚われるあまり、ホメロスのテキストを強引に解釈せざるを得なくなったことを批判的に述べる与格支配の表現。

この箇所を引用する

ストラボン, 地理誌 §2.3.6-2.3.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.3.6-2.3.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。