Humanitext Reader

斯特拉波 · 地理学 §2.3.6-2.3.8

波塞多尼乌斯的地质变动说与大陆划分批判

第 69 段,共 577 段 · 希腊语

内容简介

斯特拉波赞同波塞多尼乌斯关于地壳变动、亚特兰蒂斯传说的观点以及否定辛布里人因洪水迁徙的主张,但批评了他在大陆划分上的逻辑矛盾以及对荷马诗句的任意改写,并指出他过于追求因果探究的亚里士多德主义倾向。

§2.3.6τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν καὶ μεταβολὰς τὰς ἐκ τῶν σεισμῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων, ὅσα διηριθμησάμεθα καὶ ἡμεῖς, ὀρθῶς κεῖται παρʼ αὐτῷ·
而关于土地有时会隆起和发生沉降,以及由地震和其他类似现象(如我们自己所列举的那些)所引起的变化,在他的著作中得到了正确的阐述。
πρὸς ὃ καὶ τὸ τοῦ Πλάτωνος εὖ παρατίθησιν, ὅτι ἐνδέχεται καὶ μὴ πλάσμα εἶναι τὸ περὶ τῆς νήσου τῆς Ἀτλαντίδος, περὶ ἧς ἐκεῖνος ἱστορῆσαι Σόλωνά φησι πεπυσμένον παρὰ τῶν Αἰγυπτίων ἱερέων, ὡς ὑπάρχουσά ποτε ἀφανισθείη, τὸ μέγεθος οὐκ ἐλάττων ἠπείρου· καὶ τοῦτο οἴεται βέλτιον εἶναι λέγειν ἢ διότι ὁ πλάσας αὐτὴν ἠφάνισεν, ὡς ὁ ποιητὴς τὸ τῶν Ἀχαιῶν τεῖχος.
针对这一点,他也很好地引用了柏拉图的话,即关于亚特兰蒂斯岛的故事可能并非虚构。 柏拉图说梭伦从埃及祭司那里听说,该岛曾经存在过但后来消失了,其面积不亚于一块大陆;波塞多尼乌斯认为,这样说比说那个虚构它的人让它消失(正如诗人对待阿开亚人的城墙那样)更为妥当。
εἰκάζει δὲ καὶ τὴν τῶν Κίμβρων καὶ τῶν συγγενῶν ἐξανάστασιν ἐκ τῆς οἰκείας γενέσθαι, οὐ κατὰ θαλάττης ἔφοδον ἀθρόαν συμβᾶσαν.
他也推测,辛布里人及其同族从故土的迁徙,并非因为发生了大洋的突然侵袭而引起的。
ὑπονοεῖ δὲ τὸ τῆς οἰκουμένης μῆκος ἑπτά που μυριάδων σταδίων ὑπάρχον ἥμισυ εἶναι τοῦ ὅλον κύκλου καθʼ ὃν εἴληπται, ὥστε (φησίν) ἀπὸ τῆς δύσεως εὔρῳ πλέων ἐν τοσαύταις μυριάσιν ἔλθοι ἂν εἰς Ἰνδούς.
他并推测,居住世界的长度(约为七万斯塔迪翁)是其所在整个圆周的一半,因此(他说),如果乘着东风从西方航行这么多万斯塔迪翁,就能到达印度。
§2.3.7Ἐπιχειρήσας δὲ αἰτιᾶσθαι τοὺς οὕτω τὰς ἠπείρους διορίσαντας, ἀλλὰ μὴ παραλλήλοις τισὶ τῷ ἰσημερινῷ, διʼ ὧν ἔμελλον ἐξαλλάξεις δείκνυσθαι ζῴων τε καὶ φυτῶν καὶ ἀέρων, τῶν μὲν τῇ κατεψυγμένῃ συναπτόντων τῶν δὲ τῇ διακεκαυμένῃ, ὥστε οἱονεὶ ζώνας εἶναι τὰς ἠπείρους, ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται, ἐπαινῶν πάλιν τὴν οὖσαν διαίρεσιν, θετικὴν ποιούμενος τὴν ζήτησιν πρὸς οὐδὲν χρησίμως.
他试图指责那些以这种方式划分大陆的人,认为应该用一些与赤道平行的线来划分,通过这些平行线可以显示出动物、植物和气候的变异——有些与寒带接壤,有些与热带接壤,从而使大陆好似地带一般。 然而,他又推翻了自己的观点,变得像是要求撤回起诉,再次赞美现行的划分,使这一探究变成纯粹的假定,毫无用处。
αἱ γὰρ τοιαῦται διατάξεις οὐκ ἐκ προνοίας γίνονται, καθάπερ οὐδὲ αἱ κατὰ τὰ ἔθνη διαφοραί, οὐδʼ αἱ διάλεκτοι, ἀλλὰ κατὰ περίπτωσιν καὶ συντυχίαν· καὶ τέχναι δὲ καὶ δυνάμεις καὶ ἐπιτηδεύσεις ἀρξάντων τινῶν κρατοῦσιν αἱ πλείους ἐν ὁποιῳοῦν κλίματι.
因为这样的布置并非出于预见,正如各民族之间的差异以及语言一样,而是偶然和巧合造成的;而大多数技术、能力和习俗,一旦由某些人开创,就会在任何气候下流行开来。
ἔστι δέ τι καὶ παρὰ τὰ κλίματα, ὥστε τὰ μὲν φύσει ἐστὶν ἐπιχώριά τισι τὰ δʼ ἔθει καὶ ἀσκήσει.
也有独立于气候之外的因素,因此有些东西天生就是某些地方固有的,而另一些则是通过习惯和训练形成的。
οὐ γὰρ φύσει Ἀθηναῖοι μὲν φιλόλογοι, Λακεδαιμόνιοι δʼ οὒ καὶ οἱ ἔτι ἐγγυτέρω Θηβαῖοι, ἀλλὰ μᾶλλον ἔθει· οὕτως οὐδὲ Βαβυλώνιοι φιλόσοφοι φύσει καὶ Αἰγύπτιοι, ἀλλʼ ἀσκήσει καὶ ἔθει· καὶ ἵππων δὲ καὶ βοῶν ἀρετὰς καὶ ἄλλων ζῴων οὐ τόποι μόνον, ἀλλὰ καὶ ἀσκήσεις ποιοῦσιν.
因为雅典人爱好学问,而拉刻代蒙人并非如此,甚至更近的底比斯人也不是,这并非由于天性,而是由于习惯;同样,巴比伦人和埃及人也并非天生就是哲学家,而是由于训练和习惯;马、牛及其他动物的优良品质不仅由地方决定,也由训练产生。
ὁ δὲ συγχεῖ ταῦτα·
但他混淆了这些。
ἐπαινῶν δὲ τὴν τοιαύτην διαίρεσιν τῶν ἠπείρων, οἵα νῦν ἐστι, παραδείγματι χρῆται τῷ τοὺς Ἰνδοὺς τῶν Αἰθιόπων διαφέρειν τῶν ἐν τῇ Λιβύῃ· εὐερνεστέρους γὰρ εἶναι καὶ ἧττον ἕψεσθαι τῇ ξηρασίᾳ τοῦ περιέχοντος· διὸ καὶ Ὅμηρον πάντας λέγοντα Αἰθίοπας δίχα διελεῖν οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος, Κράτητα δʼ εἰσάγοντα τὴν ἑτέραν οἰκουμένην, ἣν οὐκ οἶδεν Ὅμηρος, δουλεύειν ὑποθέσει· καὶ ἔδει (φησί) μεταγράφειν οὕτως ἠμὲν ἀπερχομένου Ὑπερίονος, οἷον ἀπὸ τοῦ μεσημβρινοῦ περικλίνοντος.
在赞美现行的大陆划分时,他用印度人与利比亚的埃塞俄比亚人有所不同作为例子:即印度人体格更健壮,且较少受到周围空气干燥的炙烤;因此,他说荷马虽然称他们为埃塞俄比亚人,却将其一分为二: ‘有的在许珀里翁西落之处,有的在它升起之处,’ 而克拉特斯引入了荷马所不知道的另一个居住世界,这屈从于一种假说;他说应当这样改写: ‘或在许珀里翁离去之时,’ 意思是说,从子午线向西倾斜。
§2.3.8πρῶτον μὲν οὖν οἱ πρὸς Αἰγύπτῳ Αἰθίοπες καὶ αὐτοὶ δίχα διαιροῦνται· οἱ μὲν γὰρ ἐν τῇ Ἀσίᾳ εἰσὶν οἱ δʼ ἐν τῇ Λιβύῃ, οὐδὲν διαφέροντες ἀλλήλων.
首先,靠近埃及的埃塞俄比亚人自身也被一分为二:因为一些在亚洲,另一些在利比亚,彼此之间没有任何区别。
ἔπειθʼ Ὅμηρος οὐ διὰ τοῦτο διαιρεῖ τοὺς Αἰθίοπας, ὅτι τοὺς Ἰνδοὺς ᾔδει τοιούτους τινὰς τοῖς σώμασιν (οὐδὲ γὰρ ἀρχὴν εἰδέναι τοὺς Ἰνδοὺς εἰκὸς Ὅμηρον, ὅπου γε οὐδʼ ὁ Εὐεργέτης κατὰ τὸν Εὐδόξειον μῦθον ᾔδει τὰ κατὰ τὴν Ἰνδικήν, οὐδὲ τὸν πλοῦν τὸν ἐπʼ αὐτήν), ἀλλὰ μᾶλλον κατὰ τὴν λεχθεῖσαν ὑφʼ ἡμῶν πρότερον διαίρεσιν.
其次,荷马并不是因为知道印度人在身体上是这样的,才划分埃塞俄比亚人的(因为荷马甚至根本不可能知道印度人,毕竟根据欧多克索斯的故事,连尤埃尔盖特斯也不知道关于印度的事,更不用说去那里的航行了),而是根据我们之前所述的划分。
ἐκεῖ δὲ καὶ περὶ τῆς γραφῆς τῆς Κρατητείου διῃτήσαμεν ὅτι οὐδὲν διαφέρει οὕτως ἢ ἐκείνως γράφειν· ὁ δὲ τοῦτο μὲν διαφέρειν φησί, κρεῖττον δʼ οὕτως εἶναι μεταθεῖναι ἠμὲν ἀπερχομένου.
而在那里,我们也针对克拉特斯的文本异读做出了裁决,认为这样写或那样写没有任何区别;但他却说这确有区别,并且最好这样改写: ‘或在离去之时。
τί οὖν διαφέρει τοῦτο τοῦ ἠμὲν δυσομένου;
’ 那么,这与 ‘或在西落之时’ 又有什么区别呢?
πᾶν γὰρ τὸ τμῆμα τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ δύσιν δύσις καλεῖται, καθάπερ καὶ τὸ τοῦ ὁρίζοντος ἡμικύκλιον· ὅπερ καὶ Ἄρατος ἐπισημαίνεται ἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.
因为从子午线到西方的整个区域都被称为‘西落(西方)’,就像地平线的半圆一样;阿拉托斯也指出了这一点: ‘在最极端的西落与东升彼此交汇的地方。
εἰ δʼ ἐπὶ τῆς Κρατητείου γραφῆς οὕτω βέλτιον, φήσει τις καὶ ἐπὶ τῆς Ἀρισταρχείου δεῖν.
’ 如果对于克拉特斯的异读这样更好,有人就会说在阿里斯塔科斯的异读中也必须如此。
τοσαῦτα καὶ πρὸς Ποσειδώνιον· πολλὰ γὰρ καὶ ἐν τοῖς καθʼ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά· ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις ἢ οὐδὲ φροντιστέον·
关于波塞多尼乌斯就说这么多;因为在具体细节中,凡是属于地理学的内容,许多都得到了妥当的判定;至于更偏向物理学的内容,则须在其他地方予以考察,甚至无需理会。
πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρʼ αὐτῷ καὶ τὸ Ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν.
因为他的著作中含有大量的病因学和亚里士多德主义元素,而我们的学派由于原因的隐蔽性而回避了这些。

词汇与语法注释

  1. §2.3.6τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν — 带有冠词 τὸ 的宾格不定式短语用作句子的主语,取决于 ὀρθῶς κεῖται παρʼ αὐτῷ(在他的著作中得到了正确的阐述),将“土地有时会隆起和发生沉降”这一事件整体名词化。
  2. §2.3.6οὐ κατὰ θαλάττης ἔφοδον ἀθρόαν συμβᾶσαν — 宾格分词 συμβᾶσαν 作定语修饰前面的宾格名词 ἐξανάστασιν(迁徙/流离失所),或表示伴随状况。它否定了大洋的突然侵袭是此次迁徙的直接原因。
  3. §2.3.7ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται — 短语 ἐν ἀναλύσει δίκης(处于诉讼的撤销之中)是法律术语的比喻,意为撤回起诉或驳回案件。它描述了波塞多尼乌斯在试图指责传统划分之后,最终不得不收回自己的批评并为自己辩解的尴尬处境。
  4. §2.3.7δουλεύειν ὑποθέσει — 意为“屈从于一种假说”。这是一个支配与格的表达,批判性地描述了克拉特斯因受制于他自己的宇宙论假说(另一个居住世界),不得不对荷马的文本做出任意强加的解释。

引用这一段

斯特拉波, 地理学 §2.3.6-2.3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.3.6-2.3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。