§2.4.1πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δʼ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας, καὶ Πυθέαν, ὑφʼ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου, προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθʼ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτʼ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικός, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα·
ポリュビオスはヨーロッパの地方誌を記述するにあたり、古代の人々については不問に付すと言い、それらの人々を論駁しているディカイアルコス、および最も新しく地理学を論じたエラトステネスを検討し、さらに多くの人々を欺いたピュテアスをも検討の対象にすべきだと言う。 ピュテアスはブリタニア全体を徒歩で旅したと主張し、その島の周囲を4万スタディオン以上と見積もり、さらに、もはやそれ自体としては地も海も空気も存在せず、それらが混ざり合って海の肺に似た一種の混合物となっており、その中で地と海とすべての宇宙が宙に浮いており、それが万物の絆のようになっていて、行くことも航海することもできないというトウレやそれらの地方に関する事柄を書き足した。
τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς.
そして、海の肺に似たものについては自分自身で見たが、その他のことは伝聞で語っていると言う。
ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος.
これらがピュテアスの話であり、さらに彼は、そこから戻ると、ガデイラからタナイスに至るヨーロッパの大洋沿いの地域をすべて旅したとも言っている。
§2.4.2φησὶ δʼ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο;
そこで、ポリュビオスは、これ自体が信じがたいことだと言う。 すなわち、一介の私的な人物であり、貧しい者である彼にとって、これほど長大な距離が航行可能かつ通行可能になり得たのだろうか。
τὸν δʼ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν·
またエラトステネスは、これらを信じるべきかどうか疑ったものの、ブリタニアに関する事柄、およびガデイラやイベリアの周辺に関する事柄については信じてしまった。
πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ.
ポリュビオスは、ピュテアスよりもメッセニア人を信じる方がはるかによいと言う。
ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαΐαν λέγει πλεῦσαι, ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδʼ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι.
なぜなら、メッセニア人はパンカイアという一国だけに航海したと言っているのに対し、ピュテアスは世界の果てに至るまでヨーロッパの北半分全体を偵察したと言っており、そんなことはヘルメスが言ったとしても誰も信じないだろうから。
Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος.
エラトステネスはエウヘメロスをほら吹きと呼びながら、ピュテアスを信じており、しかもそれはディカイアルコスさえ信じなかったことである。
τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθʼ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται.
ディカイアルコスさえ信じなかったという理由は滑稽である。 まるで、ディカイアルコス自身に対してあれほど多くの論駁を提示しているというのに、彼を基準として用いるのが当然であるかのようだから。
Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια.
エラトステネスの、ヨーロッパの西方および北方についての無知は、すでに述べられた。
ἀλλʼ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους·
しかし、彼とディカイアルコスには、それらの地域を見ていないのだから同情の余地がある。
Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη;
しかし、ポリュビオスとポセイドニオスに対して、誰が同情し得ようか。
ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλʼ οὐδʼ ἐν οἷς ἐκείνους ἐλέγχει καθαρεύων.
実に、ポリュビオス自身が、これらの地域における距離や、その他多くの事柄について人々がなしている見解を「俗説的」と呼んでいるにもかかわらず、彼らを論駁している箇所のどこにおいても自ら潔白というわけではない。
τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δʼ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν· τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν εἴτʼ εὖ λαμβάνονται εἴτε μή, τοὺς δʼ ἑπτακισχιλίους οὐδετέρως, οὔτε τὴν παραλίαν ἐκμετροῦντι οὔτε τὴν διὰ μέσου τοῦ πελάγους.
たとえば、ディカイアルコスがペロポネソスから柱までを1万スタディオンとし、それよりも多くをアドリア海の最奥部までに与え、さらに柱までについては海峡までを3千スタディオンとしたので、海峡から柱までの残りが7千スタディオンになるのに対し、ポリュビオスは、3千スタディオンについてはうまく見積もられているにせよそうでないにせよ不問に付すと言い、7千スタディオンについては、沿岸を測定するにしても、沖合を通る直線によるにしても、どちらにしても認められないと言う。
τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστʼ ἀμβλείᾳ γωνίᾳ, βεβηκυίᾳ ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν στηλῶν, κορυφὴν δʼ ἐχούσῃ Νάρβωνα, ὥστε συνίστασθαι τρίγωνον βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν λεχθεῖσαν, ὧν ἡ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς χιλίοις, ἡ δὲ λοιπὴ μικρῷ ἐλαττόνων ἢ ὀκτακισχιλίων·
すなわち、沿岸線は海峡と柱に底辺の端を置き、ナルボンを頂点とする、著しく鈍角な角に最も似ており、その結果、沖合を通る直線を底辺とし、上述の角をなす辺を両辺とする三角形が形成されるからである。 これらの辺のうち、海峡からナルボンまでは1万1千2百スタディオン以上であり、残りの辺は8千スタディオンよりわずかに少ない。
καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων, κατὰ τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν.
また、ヨーロッパからリビアまでの最大の距離は、ティレニア海においては3千スタディオン以下であると合意されており、サルドニア海においてはより狭まっているとされる。
ἀλλʼ ἔστω, φησί, καὶ ἐκεῖνο τρισχιλίων, προειλήφθω δʼ ἐπὶ τούτοις δισχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Νάρβωνα, ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τοῦ ἀμβλυγωνίου·
しかし、それも3千スタディオンであるとし、これらに加えて、ナルボン付近の湾の深さ(それは鈍角三角形の頂点から底辺への垂線にあたる)を2千スタディオンとしてあらかじめ取っておこう。
δῆλον οὖν, φησίν, ἐκ τῆς παιδικῆς μετρήσεως, ὅτι ἡ σύμπασα παραλία ἡ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ στήλας ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ πελάγους εὐθείας πεντακοσίοις σταδίοις.
そうすると、子供でもできる計算から明らかなように、海峡から柱までの沿岸全体は、沖合を通る直線よりもおよそ5百スタディオン長いだけであるとポリュビオスは言う。
προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελοποννήσου ἐπὶ τὸν πορθμὸν τρισχιλίων, οἱ σύμπαντες ἔσονται στάδιοι, αὐτοὶ οἱ ἐπʼ εὐθείας, πλείους ἢ διπλάσιοι ὧν Δικαίαρχος εἶπε·
これに、ペロポネソスから海峡までの3千スタディオンを加えると、直線上の距離であっても、ディカイアルコスが言った距離の2倍以上になる。
πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατικὸν δεήσει, φησί, τιθέναι κατʼ ἐκεῖνον.
そして、彼が言うには、アドリア海最奥部までの距離は、これに従えば、それよりも多くを見積もらなければならなくなるだろう。