Humanitext Reader

ストラボン · 地理誌 §2.3.4

クジコスのエウドクソスの航海とアフリカ周航の試み

67 / 577 箇所 · ギリシア語

要旨

ポセイドニオスが伝える、クジコスのエウドクソスによるインド航海と、難破船の船首飾りを契機としたアフリカ周航への挑戦の歴史を記述している。

§2.3.4μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην, Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν· Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγῳ ποιεῖν ἀφιγμένον παρὰ Γέλωνι μάγον τινὰ περιπλεῦσαι φάσκοντα.
リビアを周航したと言われる人々について言及したうえで、ポセイドニオスは、ヘロドトスはダレイオスによって派遣されたある人々がその周航を完遂したと考えていると言い、また、ポントスのヘラクレイデスは対話篇の中で、ゲロンのもとに到着したある魔術師が周航したと主張しているように描いていると言う。
ἀμάρτυρα δὲ ταῦτʼ εἶναι φήσας καὶ Εὔδοξόν τινα Κυζικηνὸν θεωρὸν καὶ σπονδοφόρον τοῦ τῶν Κορείων ἀγῶνος ἐλθεῖν εἰς Αἴγυπτον ἱστορεῖ κατὰ τὸν δεύτερον Εὐεργέτην·
しかし、これらには証拠がないと述べたうえで、彼は、クジコスのエウドクソスという者が、コレイア祭の使節かつ休戦告知者として、エウエルゲテス2世の時代にエジプトに来たという歴史を語っている。
συσταθῆναι δὲ καὶ τῷ βασιλεῖ καὶ τοῖς περὶ αὐτόν καὶ μάλιστα κατὰ τοὺς ἀνάπλους τοῦ Νείλου, θαυμαστικὸν ὄντα τῶν τοπικῶν ἰδιωμάτων ἅμα καὶ οὐκ ἀπαίδευτον.
そして、エウドクソスは王とその側近たちに紹介されたが、とりわけナイル川の遡行の際にそうであり、彼は地元の特異な事柄に驚嘆しやすく、同時に教養も持ち合わせていた。
τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα ὡς τὸν βασιλέα ὑπὸ τῶν φυλάκων τοῦ Ἀραβίου μυχοῦ, λεγόντων εὑρεῖν ἡμιθανῆ καταχθέντα μόνον ἐν νηί, τίς δʼ εἴη καὶ πόθεν ἀγνοεῖν μὴ συνιέντας τὴν διάλεκτον·
ちょうど、あるインド人がアラビア湾の奥の守備兵たちによって王のもとへと連れてこられたが、守備兵たちが言うには、船の中に一人、漂着して半死半生になっていたのを見つけたが、彼の言葉を理解できなかったので彼が何者でどこから来たのか分からなかった。
τὸν δὲ παραδοῦναι τοῖς διδάξουσιν ἑλληνίζειν.
そこで王は、ギリシア語を教える者たちに彼を引き渡した。
ἐκμαθόντα δὲ διηγήσασθαι διότι ἐκ τῆς Ἰνδικῆς πλέων περιπέσοι πλάνῃ καὶ σωθείη δεῦρο τοὺς σύμπλους ἀποβαλὼν λιμῷ·
そして、そのインド人はギリシア語を習得すると、インドから航海しているときに道に迷い、同行者たちを飢えで失いながらも、ここに無事救い出されたのだと語った。
ὑποληφθέντα δὲ ὑποσχέσθαι τὸν εἰς Ἰνδοὺς πλοῦν ἡγήσασθαι τοῖς ὑπὸ τοῦ βασιλέως προχειρισθεῖσι·
そして彼は信用され、王によって選ばれた者たちにインドへの航路を案内することを約束した。
τούτων δὲ γενέσθαι τὸν Εὔδοξον.
そして、これら選ばれた者たちの一人がエウドクソスであった。
πλεύσαντα δὴ μετὰ δώρων ἐπανελθεῖν ἀντιφορτισάμενον ἀρώματα καὶ λίθους πολυτελεῖς, ὧν τοὺς μὲν καταφέρουσιν οἱ ποταμοὶ μετὰ τῶν ψήφων, τοὺς δʼ ὀρυκτοὺς εὑρίσκουσι πεπηγότας ἐξ ὑγροῦ, καθάπερ τὰ κρυστάλλινα παρʼ ἡμῖν·
こうして彼は船出し、贈り物を携え、香料や高価な宝石類を代わりに積んで帰還した。 それらの宝石のうち、あるものは川が砂利とともに運んできたものであり、他のものは、我々のところの水晶のように、液体から凝固した鉱物として発見されるものである。
διαψευσθῆναι δὲ τῶν ἐλπίδων·
しかし、エウドクソスは期待を裏切られた。
ἀφελέσθαι γὰρ αὐτὸν ἅπαντα τὸν φόρτον τὸν Εὐεργέτην.
エウエルゲテスが彼の積荷をすべて取り上げたからである。
τελευτήσαντος δʼ ἐκείνου τὸν βίον, Κλεοπάτραν τὴν γυναῖκα διαδέξασθαι τὴν ἀρχήν·
王が世を去ると、妻のクレオパトラが統治を引き継いだ。
πάλιν οὖν καὶ ὑπὸ ταύτης πεμφθῆναι τὸν Εὔδοξον μετὰ μείζονος παρασκευῆς.
それゆえ、再び彼女によっても、エウドクソスはより大きな準備を整えて派遣された。
ἐπανιόντα δʼ ἀνέμοις παρενεχθῆναι ὑπὲρ τὴν Αἰθιοπίαν·
しかし、帰還する途中で、彼は風によってエチオピアの彼方へと流された。
προσφερόμενον δέ τισι τόποις ἐξοικειοῦσθαι τοὺς ἀνθρώπους μεταδόσει σιτίων τε καὶ οἴνου καὶ παλαθίδων, ὧν ἐκείνοις οὐ μετῆν, ἀντὶ δὲ τούτων ὑδρείας τε τυγχάνειν καὶ καθοδηγίας, ἀπογράφεσθαί τε τῶν ῥημάτων ἔνια.
そしていくつかの場所に漂着した際、彼は人々に穀物、ワイン、干しイチジクの塊を分け与えることによって彼らを手なずけた。 それらは彼らにはなかったものであった。 そしてこれらの代わりに、水を得て、また道案内をしてもらい、彼らの言葉のいくつかを書き留めた。
εὑρόντα δʼ ἀκρόπρῳρον ξύλινον ἐκ ναυαγίου ἵππον ἔχον ἐγγεγλυμμένον, πυθόμενον ὡς ἀπὸ τῆς ἑσπέρας πλεόντων τινῶν εἴη τὸ ναυάγιον τοῦτο, κομίζειν αὐτὸ ἀναστρέψαντα πρὸς τὸν οἰκεῖον πλοῦν.
そして、難破船から、馬が彫られた木製の船首飾りを見つけ、その難破船は西から航海してきた者たちのものであると聞き知ると、自分の本来の航路へと引き返す際に、それを持ち帰った。
σωθέντα δʼ εἰς Αἴγυπτον, οὐκέτι τῆς Κλεοπάτρας ἡγουμένης ἀλλὰ τοῦ παιδός, ἀφαιρεθῆναι πάλιν πάντα·
そしてエジプトに無事戻ったが、もはやクレオパトラではなく、彼女の息子が統治していたため、再びすべてを取り上げられた。
φωραθῆναι γὰρ νενοσφισμένον πολλά.
彼が多くのものを横領していたことが発覚したからである。
τὸ δʼ ἀκρόπρῳρον προφέροντα εἰς τὸ ἐμπόριον δεικνύναι τοῖς ναυκλήροις, γνῶναι δὲ Γαδειριτῶν ὄν·
しかし、彼はその船首飾りを市場に持ち出して船長たちに見せたところ、それがガデイラの人々の船のものであると分かった。
τούτων γὰρ τοὺς μὲν ἐμπόρους μεγάλα στέλλειν πλοῖα, τοὺς δὲ πένητας μικρά, ἃ καλεῖν ἵππους ἀπὸ τῶν ἐν ταῖς πρῴραις ἐπισήμων·
というのも、彼らのうち、商人は大きな船を送り出すが、貧しい人々は小さな船を送り出し、それらは船首の標識から「馬」と呼ばれているからである。
τούτοις δὲ πλεῖν μέχρι τοῦ Λίξου ποταμοῦ περὶ τὴν Μαυρουσίαν ἁλιευομένους.
そして、彼らはこれらの船でマウルーシア近辺のリクス川まで漁をしながら航海するのだという。
ἀλλὰ τῶν δὴ ναυκλήρων τινὰς γνωρίσαι τὸ ἀκρόπρῳρον ἑνὸς τῶν ἀπὸ τοῦ Λίξου ποταμοῦ πορρώτερον πλευσάντων καὶ μὴ σωθέντων ὑπάρξαν.
さらに、何人かの船長たちがその船首飾りを見分け、リクス川より先へとさらに遠海を航海し、生還しなかった船の一つのものであるとした。
ἐκ δὲ τούτου συμβαλόντα τὸν Εὔδοξον ὡς δυνατὸς εἴη ὁ περίπλους ὁ Λιβυκός, πορευθέντα οἴκαδε τὴν οὐσίαν ἐνθέμενον πᾶσαν ἐξορμῆσαι.
このことから、リビアの周航は可能であるとエウドクソスは推論し、故郷へ戻って全財産を船に積み込み、旅立った。
καὶ πρῶτον μὲν εἰς Δικαιάρχειαν, εἶτʼ εἰς Μασσαλίαν ἐλθεῖν καὶ τὴν ἑξῆς παραλίαν μέχρι Γαδείρων, πανταχοῦ δὲ διακωδωνίζοντα ταῦτα καὶ χρηματιζόμενον κατασκευάσασθαι πλοῖον μέγα καὶ ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια, ἐμβιβάσαι τε μουσικὰ παιδισκάρια καὶ ἰατροὺς καὶ ἄλλους τεχνίτας, ἔπειτα πλεῖν ἐπὶ τὴν Ἰνδικὴν μετέωρον ζεφύροις συνεχέσι.
そして、まずディカイアルケイアへ行き、それからマッサリアと、それに続くガデイラにいたる沿岸地域へと赴き、いたるところでこの計画を触れ回り、資金を集めて、大きな船一隻と、海賊船に似た二隻の随伴船を用意した。 そして、音楽を奏でる少女たちや医師たち、その他の技術者たちを乗せ、それから、絶え間なく吹く西風に乗って、外海をインドへと向けて航海した。
καμνόντων δὲ τῷ πλῷ τῶν συνόντων, ἄκοντα ἐπουρίσαι πρὸς γῆν δεδοικότα τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις.
しかし、同行者たちが航海に疲れ果てたため、満潮と干潮を恐れながらも、本意ではなく追い風に乗って陸地へと向かった。
καὶ δὴ καὶ συμβῆναι ὅπερ ἐδεδίει·
そして、まさに彼が恐れていたことが起こった。
καθίσαι γὰρ τὸ πλοῖον, ἡσυχῆ δέ, ὥστε μηδʼ ἀθροῦν διαλυθῆναι, ἀλλὰ φθῆναι τὰ φορτία σωθέντα εἰς γῆν καὶ τῶν ξύλων τὰ πλεῖστα·
船が座礁したのである。 しかし、緩やかであったため、一挙に大破することはなく、積荷と木材の大部分をあらかじめ陸上に無事救い出すことができた。
ἐξ ὧν τρίτον λέμβον συμπηξάμενον πεντηκοντόρῳ πάρισον πλεῖν, ἕως ἀνθρώποις συνέμιξε τὰ αὐτὰ ῥήματα φθεγγομένοις, ἅπερ πρότερον ἀπεγέγραπτο·
それらの木材から、50挺の櫂を持つ船に匹敵する第三の船を造り、以前彼が書き留めておいたのと同じ言葉を話す人々に遭遇するまで航海を続けた。
ἅμα δὲ τοῦτό τε γνῶναι ὅτι οἱ ἐνταῦθα ἄνθρωποι ὁμοεθνεῖς εἶεν τοῖς Αἰθίοψιν ἐκείνοις, καὶ ὅτι ὁμοροῖεν τῇ Βόγου βασιλείᾳ.
そして彼は、ここの人々があのエチオピア人たちと同族であること、また彼らがボゴス王の王国と国境を接しているということを知った。
ἀφέντα δὴ τὸν ἐπὶ Ἰνδοὺς πλοῦν ἀναστρέφειν·
こうして彼は、インドへの航海を断念して引き返した。
ἐν δὲ τῷ παράπλῳ νῆσον εὔυδρον καὶ εὔδενδρον ἐρήμην ἰδόντα σημειώσασθαι·
その沿岸航行の途中で、水が豊かで木々がよく茂った無人島を目にし、それを書き留めておいた。
σωθέντα δὲ εἰς τὴν Μαυρουσίαν, διαθέμενον τοὺς λέμβους πεζῇ κομισθῆναι πρὸς τὸν Βόγον καὶ συμβουλεύειν αὐτῷ τὴν ναυστολίαν ἐπανελέσθαι ταύτην, ἰσχῦσαι δʼ εἰς τἀναντία τοὺς φίλους ὑποτείνοντας φόβον μὴ συμβῇ τὴν χώραν εὐεπιβούλευτον γενέσθαι, δειχθείσης παρόδου τοῖς ἔξωθεν ἐπιστρατεύειν ἐθέλουσιν.
そしてマウルーシアに無事到着すると、船を処分し、徒歩でボゴス王のもとへと赴き、王にこの航海を自ら引き受けるよう勧めた。 しかし、王の友人たちが、外部から侵攻しようとする者たちに通路が示されることで、自国がつけ込まれやすくなるのではないかという懸念を提起して、反対した。
ὡς δʼ ἐπύθετο λόγῳ μὲν πεμπόμενον ἑαυτὸν ἐπὶ τὴν ἀναδειχθεῖσαν ναυστολίαν, ἔργῳ δʼ ἐκτεθησόμενον εἰς ἐρήμην τινὰ νῆσον, φυγεῖν εἰς τὴν Ῥωμαίων ἐπικράτειαν κἀκεῖθεν εἰς τὴν Ἰβηρίαν διᾶραι.
しかし、名目上は提案された遠征に派遣されるものの、実際にはある無人島に置き去りにされる予定であることを知ったとき、彼はローマの支配領域へと逃れ、そこからイベリアへと渡った。
πάλιν δὲ κατασκευασάμενον στρογγύλον πλοῖον καὶ μακρὸν πεντηκόντορον, ὥστε τῷ μὲν πελαγίζειν τῷ δὲ πειρᾶσθαι τῆς γῆς, ἐνθέμενον γεωργικὰ ἐργαλεῖα καὶ σπέρματα καὶ οἰκοδόμους ὁρμῆσαι πρὸς τὸν αὐτὸν περίπλουν, διανοούμενον, εἰ βραδύνοιτο ὁ πλοῦς, ἐνδιαχειμάσαι τῇ προεσκεμμένῃ νήσῳ, καὶ σπείραντα καὶ ἀνελόμενον τοὺς καρποὺς τελέσαι τὸν ἐγνωσμένον ἐξ ἀρχῆς πλοῦν.
そして再び、丸い船一隻と、長い50挺の櫂を持つ船一隻を建造した。 前者を外洋航行のために、後者を沿岸探索のために用いるためであった。 そして、農具や種子、建設労働者を乗せて、同じ周航へと旅立った。 もし航海が遅れるならば、あらかじめ調査しておいた島で冬を越し、種をまいて収穫を得てから、当初計画していた航海を完遂するつもりであった。

語釈・文法注

  1. 2.3.4μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην — 主動詞 φησίν の支配下で、ヘロドトスやポントスのヘラクレイデスなどの異なる著述家が語るリビア周航説が、間接話法の不定詞(οἴεσθαι, ποιεῖν)を用いて報告されている。
  2. 2.3.4τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα — 動詞 τυγχάνω と分詞が結びついて「たまたま〜する」を表す慣用表現(τυγχάνω + participle)が、間接話法(伝聞の歴史記述)の中で不定詞の形(τυχεῖν + 対格主語 + 一致する分詞)を取っている。
  3. 2.3.4ὥστε τῷ μὲν πελαγίζειν τῷ δὲ πειρᾶσθαι τῆς γῆς — 冠詞を伴う不定詞(名詞化された不定詞の与格)が、指示代名詞の対比機能(τῷ μὲν ... τῷ δὲ...)を伴って目的や用途を示している。一方の船は外洋を航行するため、他方の船は接岸して陸地を探索するため、という使途を説明する。

この箇所を引用する

ストラボン, 地理誌 §2.3.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.3.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。