§2.3.2̔ο δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ τὸ ποιεῖν τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν·
ポリュビオスは、極圏によって画定されるいくつかの地帯、すなわち、極圏の下に位置する二つの地帯と、極圏と回帰線の間にある二つの地帯を設定することにおいて、一方では正しくない。
εἴρηται γὰρ ὅτι τοῖς μεταπίπτουσι σημείοις οὐχ ὁριστέον τὰ ἀμετάπτωτα.
なぜなら、変化しないものは変化する目印によって規定されるべきではないとすでに言われているからである。
οὐδὲ τοῖς τροπικοῖς δὲ τῆς διακεκαυμένης ὅροις χρηστέον·
また、回帰線も焦熱帯の境界として用いるべきではない。
καὶ τοῦτʼ εἴρηται.
これもまた言われていることである。
τὴν διακεκαυμένην μέντοι δίχα διαιρῶν πρὸς οὐ φαύλην ἐπίνοιαν φαίνεται κεκινημένος, πρὸς ἣν καὶ ὅλην δίχα διαιροῦμεν εὐφυῶς τὴν γῆν εἴς τε τὸ βόρειον ἡμισφαίριον καὶ τὸ νότιον τῷ ἰσημερινῷ·
しかしながら、焦熱帯を二つに分割することにおいて、彼は決して悪くない考えに促されたように思われる。 その考えに従って、我々もまた地球全体を赤道によって北半球と南半球に自然な形で二分しているのである。
δῆλον γὰρ ὅτι διαιρεῖται κατὰ ταύτην τὴν τομὴν καὶ ἡ διακεκαυμένη, ποιεῖ τινα ἐπιτηδειότητα, ὥστε καὶ τὸ ἡμισφαίριον ἑκάτερον ἐξ ὅλων συντετάχθαι τριῶν ζωνῶν ὁμοιοειδῶν τῶν ἐν θατέρῳ.
というのも、焦熱帯もこの分割線によって分割されることは明らかであり、このことが一種の適合性を作り出しているため、どちらの半球も、他方にあるものと同種である三つの地帯全体から構成されることになるからである。
ἡ μὲν οὖν τοιαύτη τομὴ δέχεται τὴν εἰς ἓξ ζώνας διαίρεσιν, ἡ δʼ ἑτέρα οὐ πάνυ.
したがって、そのような分割は六つの地帯への区分を受け入れるが、他方の分割は全くそうではない。
εἰ γοῦν τῷ διὰ τῶν πόλων δίχα τέμνοις τὴν γῆν, οὐκ ἂν εἰκότως ἑκάτερον τῶν ἡμισφαιρίων, τό τε ἑσπέριον καὶ τὸ ἀνατολικόν, τέμνοις εἰς ζώνας ἕξ, ἀλλὰ ἡ εἰς πέντε ἀρκοῦσα ἂν εἴη·
もし例えば、極を通る円によって地球を二分するとすれば、西半球と東半球という二つの半球のそれぞれを六つの地帯に分割するのは不合理であり、むしろ五つへの分割で十分であろう。
τὸ γὰρ ὁμοιοπαθὲς τῶν τμημάτων ἀμφοτέρων τῆς διακεκαυμένης, ἃ ποιεῖ ὁ ἰσημερινός, καὶ τὸ συγκεῖσθαι περιττὴν καὶ περίεργον ἀποφαίνει τὴν τομήν, ὁμοιοειδῶν μὲν οὐσῶν καὶ τῶν εὐκράτων καὶ τῶν κατεψυγμένων, ἀλλʼ οὐ συγκειμένων·
なぜなら、赤道が作り出す焦熱帯の両方の部分が同一の性質を持ち、かつ連続しているという事実が、その分割を余計で無用なものにするからである。 温帯や冷帯も両半球で同種ではあるものの、連続していないのに対して。
οὕτως οὖν καὶ τὴν ὅλην γῆν ἐκ τῶν τοιούτων ἡμισφαιρίων ἐπινοουμένην ἀρκούντως ἂν εἰς πέντε διαιροίης.
したがって、そのような半球から構成されると考えられる地球全体も、同様に五つへと十分に分割できるであろう。
εἰ δʼ, ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστὶν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δʼ οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων), πολὺ κρεῖττον τρίτην εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν.
しかし、もしエラトステネスが言うように、赤道の下に位置する領域が温和であるなら(ポリュビオスもこれに同意しており、彼はさらに、そこが最も標高が高いため、エテシア風の時期に北からの非常に多くの雲がその高地に衝突して雨を降らせるからである、と付け加えている)、回帰線の下にある地帯を導入するよりも、この領域を第三の温和で狭い地帯とする方がはるかに勝っている。
συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα, ὧν μέμνηται καὶ Ποσειδώνιος, τὸ ἐκεῖ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ πλάγια, ὡς δʼ αὕτως καὶ τὰς ἀπʼ ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου·
そして、ポセイドニオスも言及している以下のような事実もこれらの説を支持している。 すなわち、そこでは南北方向への太陽の移行がより急速であり、同様に東から西への太陽の進行もより急速であるということ。
ὀξύτεραι γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων.
なぜなら、等速運動においては、大円に沿った運動の方がより急速だからである。
§2.3.3Ἐνίσταται δʼ ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, διότι φησὶ τὴν ὑπὸ τῷ ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην·
しかし、ポセイドニオスはポリュビオスに反対している。 彼が赤道の下の居住地が最も高いと言っているからである。
οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν ἐπιφάνειαν ὕψος διὰ τὴν ὁμαλότητα, οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ, ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῇ ἐπιφανείᾳ τῆς θαλάττης· τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαίνειν.
というのも、球体の表面においては、その平滑さゆえに特定の場所の高さなど存在せず、赤道の下の地域が山がちであるはずもなく、むしろ海の表面とほぼ同じ高さの平原であるからであり、ナイル川を満たす雨はエチオピアの山々から生じるからである。
ταῦτα δʼ εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ, φήσας ὑπονοεῖν ὄρη εἶναι τὰ ὑπὸ τῷ ἰσημερινῷ, πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐκράτων ἀμφοῖν προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους.
この箇所ではこのように述べておきながら、彼は別の箇所では、赤道の下には山々があると想定されると言って同意しており、両方の温帯の双方からそこへと衝突する雲が雨を降らせるのだとしている。
αὕτη μὲν οὖν ἡ ἀνομολογία φανερά·
したがって、この矛盾は明白である。
ἀλλὰ καὶ δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ, ἄλλη τις ἀνακύπτειν ἂν δόξειεν·
しかし、赤道の下の地域が山がちであることを認めたとしても、別の問題が浮上するように思われる。
οἱ γὰρ αὐτοὶ σύρρουν φασὶν εἶναι τὸν ὠκεανόν.
というのも、同じ人々がオケアノスは一つに連なっていると言っているからである。
πῶς οὖν ὄρη κατὰ μέσον ἱδρύουσιν αὐτόν;
それなら、彼らはどのようにしてその真ん中に山々を置くのだろうか。
πλὴν εἰ νήσους τινὰς βούλονται λέγειν.
彼らがいくつかの島々のことを言おうとしているのでない限りは。
ὅπως δὲ ποτε τοῦτʼ ἔχει, τῆς γεωγραφικῆς μερίδος ἔξω πίπτει·
しかし、これがどのようになっているにせよ、この問題は地理学の領域からは外れている。
δοτέον δʼ ἴσως τῷ προθεμένῳ τὴν περὶ ὠκεανοῦ πραγματείαν ταῦτʼ ἐξετάζειν.
おそらく、オケアノスに関する論考を著すことを企図する者に、これらを検討することは委ねられるべきであろう。