Humanitext Reader

斯特拉波 · 地理学 §2.3.4

基齐库斯的欧多克索斯航海与环航非洲的尝试

第 67 段,共 577 段 · 希腊语

内容简介

波塞多尼乌斯记述了奇才克斯的欧多克索斯航行至印度,并在沉船船首像的启发下尝试环航非洲的经历。

§2.3.4μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην, Ἡρόδοτον μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν· Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγῳ ποιεῖν ἀφιγμένον παρὰ Γέλωνι μάγον τινὰ περιπλεῦσαι φάσκοντα.
在提到那些据说曾环航利比亚的人时,波塞多尼乌斯说,赫罗多托斯认为大流士派遣的一些人完成了这一环航;而蓬托斯的赫拉克利德斯在一部对话录中,让一位抵达盖隆朝廷的术士声称自己曾环航过。
ἀμάρτυρα δὲ ταῦτʼ εἶναι φήσας καὶ Εὔδοξόν τινα Κυζικηνὸν θεωρὸν καὶ σπονδοφόρον τοῦ τῶν Κορείων ἀγῶνος ἐλθεῖν εἰς Αἴγυπτον ἱστορεῖ κατὰ τὸν δεύτερον Εὐεργέτην· συσταθῆναι δὲ καὶ τῷ βασιλεῖ καὶ τοῖς περὶ αὐτόν καὶ μάλιστα κατὰ τοὺς ἀνάπλους τοῦ Νείλου, θαυμαστικὸν ὄντα τῶν τοπικῶν ἰδιωμάτων ἅμα καὶ οὐκ ἀπαίδευτον.
但在指出这些说法没有证据之后,他记述说,在尤埃尔盖特斯二世时期,一位名叫欧多克索斯的奇才克斯人,作为科雷亚祭典的特使和休战宣告者来到了埃及;他被引荐给国王及其随从,尤其是在溯尼罗河而上的航行中,因为他是一个既容易对当地特异事物感到惊奇、同时又非无知无教之人。
τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα ὡς τὸν βασιλέα ὑπὸ τῶν φυλάκων τοῦ Ἀραβίου μυχοῦ, λεγόντων εὑρεῖν ἡμιθανῆ καταχθέντα μόνον ἐν νηί, τίς δʼ εἴη καὶ πόθεν ἀγνοεῖν μὴ συνιέντας τὴν διάλεκτον· τὸν δὲ παραδοῦναι τοῖς διδάξουσιν ἑλληνίζειν.
恰巧,有一个印度人被阿拉伯湾深处的守卫者带到国王面前,他们说发现他独自一人在船上,处于半死不活状态,由于他们不懂他的语言,所以不知道他是谁以及来自何处;国王便把他交给了那些教他希腊语的人。
ἐκμαθόντα δὲ διηγήσασθαι διότι ἐκ τῆς Ἰνδικῆς πλέων περιπέσοι πλάνῃ καὶ σωθείη δεῦρο τοὺς σύμπλους ἀποβαλὼν λιμῷ· ὑποληφθέντα δὲ ὑποσχέσθαι τὸν εἰς Ἰνδοὺς πλοῦν ἡγήσασθαι τοῖς ὑπὸ τοῦ βασιλέως προχειρισθεῖσι· τούτων δὲ γενέσθαι τὸν Εὔδοξον.
当他学会希腊语后,他讲述说,自己从印度航行时迷失了方向,在因饥饿失去同伴的情况下漂流到这里获救;在获得信任后,他承诺为国王挑选的人们指引前往印度的航路;欧多克索斯便成了这些人中的一员。
πλεύσαντα δὴ μετὰ δώρων ἐπανελθεῖν ἀντιφορτισάμενον ἀρώματα καὶ λίθους πολυτελεῖς, ὧν τοὺς μὲν καταφέρουσιν οἱ ποταμοὶ μετὰ τῶν ψήφων, τοὺς δʼ ὀρυκτοὺς εὑρίσκουσι πεπηγότας ἐξ ὑγροῦ, καθάπερ τὰ κρυστάλλινα παρʼ ἡμῖν· διαψευσθῆναι δὲ τῶν ἐλπίδων· ἀφελέσθαι γὰρ αὐτὸν ἅπαντα τὸν φόρτον τὸν Εὐεργέτην.
于是,他带着礼物启航,回来时换回了香料和名贵宝石作为货物,其中一些宝石是河流随砂石冲刷下来的,另一些则是像我们这里的的水晶一样,由液体凝固而成的矿物;但他却大失所望,因为尤埃尔盖特斯没收了他的全部货物。
τελευτήσαντος δʼ ἐκείνου τὸν βίον, Κλεοπάτραν τὴν γυναῖκα διαδέξασθαι τὴν ἀρχήν· πάλιν οὖν καὶ ὑπὸ ταύτης πεμφθῆναι τὸν Εὔδοξον μετὰ μείζονος παρασκευῆς.
当那位国王去世后,其妻克娄巴特拉继承了政权;因此,欧多克索斯再次被她派遣,并带有更大的准备。
ἐπανιόντα δʼ ἀνέμοις παρενεχθῆναι ὑπὲρ τὴν Αἰθιοπίαν· προσφερόμενον δέ τισι τόποις ἐξοικειοῦσθαι τοὺς ἀνθρώπους μεταδόσει σιτίων τε καὶ οἴνου καὶ παλαθίδων, ὧν ἐκείνοις οὐ μετῆν, ἀντὶ δὲ τούτων ὑδρείας τε τυγχάνειν καὶ καθοδηγίας, ἀπογράφεσθαί τε τῶν ῥημάτων ἔνια.
但在他返回的途中,他被风吹到了埃塞俄比亚的彼方;当他漂流到某些地方时,他通过分发粮食、葡萄酒和干无花果饼(这些是当地人所没有的)来安抚那里的人们,作为回报,他获得了水源和向导,并记录下了他们的一些词汇。
εὑρόντα δʼ ἀκρόπρῳρον ξύλινον ἐκ ναυαγίου ἵππον ἔχον ἐγγεγλυμμένον, πυθόμενον ὡς ἀπὸ τῆς ἑσπέρας πλεόντων τινῶν εἴη τὸ ναυάγιον τοῦτο, κομίζειν αὐτὸ ἀναστρέψαντα πρὸς τὸν οἰκεῖον πλοῦν.
他从一艘沉船上发现了一个刻有马形图案的木制船首像,在得知这艘沉船属于一些从西方航行而来的人之后,他在折返回自己原本的航行时,将它带了回去。
σωθέντα δʼ εἰς Αἴγυπτον, οὐκέτι τῆς Κλεοπάτρας ἡγουμένης ἀλλὰ τοῦ παιδός, ἀφαιρεθῆναι πάλιν πάντα· φωραθῆναι γὰρ νενοσφισμένον πολλά.
当他安全回到埃及后,由于此时执政的已不是克娄巴特拉而是她的儿子,他的所有东西再次被没收;因为他被发现私吞了许多财物。
τὸ δʼ ἀκρόπρῳρον προφέροντα εἰς τὸ ἐμπόριον δεικνύναι τοῖς ναυκλήροις, γνῶναι δὲ Γαδειριτῶν ὄν· τούτων γὰρ τοὺς μὲν ἐμπόρους μεγάλα στέλλειν πλοῖα, τοὺς δὲ πένητας μικρά, ἃ καλεῖν ἵππους ἀπὸ τῶν ἐν ταῖς πρῴραις ἐπισήμων· τούτοις δὲ πλεῖν μέχρι τοῦ Λίξου ποταμοῦ περὶ τὴν Μαυρουσίαν ἁλιευομένους.
但他把这个船首像带到市场上向船长们展示,得知它属于加德斯人的船只;因为在这些人中,富商派出大船,而穷人则派出小船,他们因船首的标志而称这些小船为“马”;他们驾着这些船在茂鲁西亚附近直至利克苏斯河一带捕鱼。
ἀλλὰ τῶν δὴ ναυκλήρων τινὰς γνωρίσαι τὸ ἀκρόπρῳρον ἑνὸς τῶν ἀπὸ τοῦ Λίξου ποταμοῦ πορρώτερον πλευσάντων καὶ μὴ σωθέντων ὑπάρξαν.
此外,一些船长确实认出了这个船首像,说它属于一艘曾航行到利克苏斯河更远地方且未能生还的船只。
ἐκ δὲ τούτου συμβαλόντα τὸν Εὔδοξον ὡς δυνατὸς εἴη ὁ περίπλους ὁ Λιβυκός, πορευθέντα οἴκαδε τὴν οὐσίαν ἐνθέμενον πᾶσαν ἐξορμῆσαι.
由此,欧多克索斯推断出环航利比亚是可能的,于是他回到家乡,装载了他的全部财产后启航。
καὶ πρῶτον μὲν εἰς Δικαιάρχειαν, εἶτʼ εἰς Μασσαλίαν ἐλθεῖν καὶ τὴν ἑξῆς παραλίαν μέχρι Γαδείρων, πανταχοῦ δὲ διακωδωνίζοντα ταῦτα καὶ χρηματιζόμενον κατασκευάσασθαι πλοῖον μέγα καὶ ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια, ἐμβιβάσαι τε μουσικὰ παιδισκάρια καὶ ἰατροὺς καὶ ἄλλους τεχνίτας, ἔπειτα πλεῖν ἐπὶ τὴν Ἰνδικὴν μετέωρον ζεφύροις συνεχέσι.
他首先来到迪凯阿尔基亚,然后来到马萨利亚以及接下来的沿岸地区,直到加德斯,在各地宣扬这一计划并筹集资金,建造了一艘大船和两艘类似于海盗快艇的随行船,并带上了演奏音乐的女童、医生和其他工匠,然后趁着持续的西风,在开阔的海面上驶向印度。
καμνόντων δὲ τῷ πλῷ τῶν συνόντων, ἄκοντα ἐπουρίσαι πρὸς γῆν δεδοικότα τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις.
但由于他的同伴们因航行而疲惫不堪,在害怕潮汐涨落的同时,他违心地顺风驶向陆地。
καὶ δὴ καὶ συμβῆναι ὅπερ ἐδεδίει· καθίσαι γὰρ τὸ πλοῖον, ἡσυχῆ δέ, ὥστε μηδʼ ἀθροῦν διαλυθῆναι, ἀλλὰ φθῆναι τὰ φορτία σωθέντα εἰς γῆν καὶ τῶν ξύλων τὰ πλεῖστα· ἐξ ὧν τρίτον λέμβον συμπηξάμενον πεντηκοντόρῳ πάρισον πλεῖν, ἕως ἀνθρώποις συνέμιξε τὰ αὐτὰ ῥήματα φθεγγομένοις, ἅπερ πρότερον ἀπεγέγραπτο· ἅμα δὲ τοῦτό τε γνῶναι ὅτι οἱ ἐνταῦθα ἄνθρωποι ὁμοεθνεῖς εἶεν τοῖς Αἰθίοψιν ἐκείνοις, καὶ ὅτι ὁμοροῖεν τῇ Βόγου βασιλείᾳ.
而他所害怕的事情果然发生了:船只搁浅了,不过过程很缓和,因此并没有立刻彻底损毁,而是得以及时将货物和大部分木材安全地抢救到陆地上;他用这些木材建造了第三艘船,大小相当于一艘五十桨战船,继续航行,直到遇到了说着与他之前记录的词汇相同语言的人们;同时他也了解到,这里的人们与那些埃塞俄比亚人同族,并且他们与波戈斯的王国接壤。
ἀφέντα δὴ τὸν ἐπὶ Ἰνδοὺς πλοῦν ἀναστρέφειν· ἐν δὲ τῷ παράπλῳ νῆσον εὔυδρον καὶ εὔδενδρον ἐρήμην ἰδόντα σημειώσασθαι· σωθέντα δὲ εἰς τὴν Μαυρουσίαν, διαθέμενον τοὺς λέμβους πεζῇ κομισθῆναι πρὸς τὸν Βόγον καὶ συμβουλεύειν αὐτῷ τὴν ναυστολίαν ἐπανελέσθαι ταύτην, ἰσχῦσαι δʼ εἰς τἀναντία τοὺς φίλους ὑποτείνοντας φόβον μὴ συμβῇ τὴν χώραν εὐεπιβούλευτον γενέσθαι, δειχθείσης παρόδου τοῖς ἔξωθεν ἐπιστρατεύειν ἐθέλουσιν.
于是,他放弃了前往印度的航行,折返回去;在沿岸航行中,他看到一个水源充足、树木茂盛的无人荒岛,并做了标记;安全抵达茂鲁西亚后,他处置了船只,徒步前往波戈斯那里,并建议他亲自承担这次航海;但王的朋友们表示反对并占了上风,他们提出担忧,害怕一旦向渴望从外部入侵的人示以通道,国家将变得容易被图谋。
ὡς δʼ ἐπύθετο λόγῳ μὲν πεμπόμενον ἑαυτὸν ἐπὶ τὴν ἀναδειχθεῖσαν ναυστολίαν, ἔργῳ δʼ ἐκτεθησόμενον εἰς ἐρήμην τινὰ νῆσον, φυγεῖν εἰς τὴν Ῥωμαίων ἐπικράτειαν κἀκεῖθεν εἰς τὴν Ἰβηρίαν διᾶραι.
当他得知名义上他被派去进行所建议的航海,但实际上却要被抛弃在某个荒岛上时,他逃到了罗马人的领地,并从那里渡海到了伊比利亚。
πάλιν δὲ κατασκευασάμενον στρογγύλον πλοῖον καὶ μακρὸν πεντηκόντορον, ὥστε τῷ μὲν πελαγίζειν τῷ δὲ πειρᾶσθαι τῆς γῆς, ἐνθέμενον γεωργικὰ ἐργαλεῖα καὶ σπέρματα καὶ οἰκοδόμους ὁρμῆσαι πρὸς τὸν αὐτὸν περίπλουν, διανοούμενον, εἰ βραδύνοιτο ὁ πλοῦς, ἐνδιαχειμάσαι τῇ προεσκεμμένῃ νήσῳ, καὶ σπείραντα καὶ ἀνελόμενον τοὺς καρποὺς τελέσαι τὸν ἐγνωσμένον ἐξ ἀρχῆς πλοῦν.
他再次建造了一艘圆形商船和一艘长型的五十桨战船,以便用前者在开阔海域航行,用后者探索陆地,并装载了农具、种子和建筑工人,启航进行同一次环航,计划如果航行延误,就在之前考察过的岛上过冬,在播种并收获庄稼后,完成他最初决定的航行。

词汇与语法注释

  1. 2.3.4μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην — 在主动词 φησίν 的支配下,利用间接引语不定式(οἴεσθαι, ποιεῖν)记述了赫罗多托斯和蓬托斯的赫拉克利德斯等不同著者关于环航利比亚的学说。
  2. 2.3.4τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα — 表示“碰巧/恰好做某事”的动词 τυγχάνω 结合分词的惯用结构(τυγχάνω + participle),在间接引语(传闻历史叙述)中呈现为不定式形式(τυχεῖν + 宾格主语 + 一致的分词)。
  3. 2.3.4ὥστε τῷ μὲν πελαγίζειν τῷ δὲ πειρᾶσθαι τῆς γῆς — 带有冠词的不定式(名词化不定式的与格)伴随着指示代词的对比功能(τῷ μὲν ... τῷ δὲ...)来表示目的或用途。用以解释两艘船的用途:一艘用于在开阔海域航行,另一艘用于接近并探索陆地。

引用这一段

斯特拉波, 地理学 §2.3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。