§2.1.40Ἐν δὲ τῷ δευτέρῳ ὑπομνήματι ἀναλαβὼν πάλιν τὴν αὐτὴν ζήτησιν τὴν περὶ τῶν ὅρων τῶν κατὰ τὸν Ταῦρον, περὶ ὧν ἱκανῶς εἰρήκαμεν, μεταβαίνει πρὸς τὰ βόρεια μέρη τῆς οἰκουμένης·
ヒッパルコスは第二の覚え書きにおいて、タウロス山脈に沿った境界に関する同じ探究(これについては我々はすでに十分に述べたが)を再び取り上げた後、居住世界の北方地域へと移行する。
εἶτʼ ἐκτίθεται τὰ λεχθέντα ὑπὸ τοῦ Ἐρατοσθένους περὶ τῶν μετὰ τὸν Πόντον τόπων, ὅτι φησὶ τρεῖς ἄκρας ἀπὸ τῶν ἄρκτων καθήκειν·
それから、ポントス(黒海)の先の地域についてエラトステネスが述べたことを提示する。 すなわち、彼(エラトステネス)は、北から三つの半島が南へ伸びていると言う。
μίαν μὲν ἐφʼ ἧς ἡ Πελοπόννησος, δευτέραν δὲ τὴν Ἰταλικήν, τρίτην δὲ τὴν Λιγυστικήν, ὑφʼ ὧν κόλπους ἀπολαμβάνεσθαι τόν τε Ἀδριατικὸν καὶ τὸν Τυρρηνικόν.
一つはペロポネソスがあるもの、第二はイタリア、第三はリグリアであり、これらによってアドリア海とティレニア海の湾が仕切られている、と。
ταῦτα δʼ ἐκθέμενος καθόλου πειρᾶται τὰ καθʼ ἕκαστα περὶ αὐτῶν λεγόμενα ἐλέγχειν γεωμετρικῶς μᾶλλον ἢ γεωγραφικῶς.
これらを概括的に提示した上で、彼はそれらについて述べられている個々の事柄を、地理学的というよりはむしろ幾何学的に反駁しようと試みている。
ἔστι δὲ τοσοῦτον τῶν ἁμαρτανομένων ἐν αὐτοῖς ὑπὸ τοῦ Ἐρατοσθένους τὸ πλῆθος, καὶ ὑπὸ Τιμοσθένους τοῦ τοὺς λιμένας συγγράψαντος (ὃν ἐπαινεῖ μὲν ἐκεῖνος μάλιστα τῶν ἄλλων, διαφωνῶν δʼ ἐλέγχεται πρὸς αὐτὸν πλεῖστα), ὥστʼ οὐκ ἄξιον ἡγοῦμαι διαιτᾶν οὔτʼ ἐκείνους ἐπὶ τοσοῦτον διαμαρτάνοντας τῶν ὄντων, οὔτε τὸν Ἵππαρχον.
しかし、エラトステネスによって、また港湾についての著作を書いたティモステネス(エラトステネスは他の誰よりも彼を称賛しているが、彼に対して最も多くの点で食い違っていることが論証されている)によって、それらの中で犯されている誤りの数は非常に多いので、事実からこれほど大きく外れている彼らについても、またヒッパルコスについても、私がその正否を判定することは価値がないと考える。
καὶ γὰρ οὗτος τὰ μὲν παραλείπει τῶν ἡμαρτημένων τὰ δʼ οὐκ ἐπανορθοῖ, ἀλλʼ ἐλέγχει μόνον ὅτι ψευδῶς ἢ μαχομένως εἴρηται.
というのも、彼(ヒッパルコス)も誤りのあるものは見過ごし、あるものは訂正せず、ただ虚偽であるか矛盾して述べられていると非難するだけだからである。
αἰτιάσαιτο μὲν γὰρ καὶ τοῦτʼ ἂν ἴσως τις, ὅτι φησὶν ἄκρας τρεῖς τῆς Εὐρώπης, μίαν μὲν τιθεὶς τὴν ἐφʼ ἧς ἡ Πελοπόννησος·
なぜなら、彼(エラトステネス)がヨーロッパの三つの半島を挙げ、その一つとしてペロポネソスのあるものを置いていることに対して、誰でもおそらく非難するかもしれないからである。
ἔχει γάρ τι πολυσχιδές·
なぜなら、それは複雑に分岐しているからだ。
καὶ γὰρ τὸ Σούνιον ἀκρωτηριάζει ὁμοίως τῇ Λακωνικῇ, οὐ πολὺ ἧττον μεσημβρινώτερον ὂν τῶν Μαλεῶν καὶ κόλπον ἀπολαμβάνον ἀξιόλογον.
というのも、スニオン岬はラコニアと同様に突出し、マレア岬よりわずかにしか北になく、顕著な湾を仕切っているからである。
καὶ ἡ Θρᾳκία Χερρόνησος ἀπολαμβάνει πρὸς τὸ Σούνιον τόν τε Μέλανα κόλπον καὶ τοὺς ἐφεξῆς τοὺς Μακεδονικούς.
そしてトラキアのヘルソネソスは、スニオン岬に対して、メラス湾およびそれに続くマケドニアの湾群を仕切っている。
εἰ δʼ οὖν παρείημεν τοῦτο, καὶ τῶν διαστημάτων τὰ πλεῖστα φανερῶς ψευδογραφούμενα ἐλέγχει τὴν ἀπειρίαν τῶν τόπων ὑπερβάλλουσαν καὶ οὐ δεομένην γεωμετρικῶν ἐλέγχων, ἀλλὰ φανερῶν καὶ αὐτόθεν ἐκμαρτυρεῖσθαι δυναμένων·
しかし、仮にこれを不問に付すとしても、距離の大部分が明らかに誤って記されていることは、地域の極端な無知を露呈しており、それは幾何学的な反駁を必要とせず、その場から証明されうる明白な反駁を必要とするだけである。
οἷον ὅτι ἐξ Ἐπιδάμνου πρὸς τὸν Θερμαῖον κόλπον ἡ ὑπέρβασίς ἐστι πλειόνων ἢ δισχιλίων σταδίων· ὁ δʼ ἐνακοσίων φησίν· ἐκ δὲ Ἀλεξανδρείας εἰς Καρχηδόνα ὑπὲρ μυρίους καὶ τρισχιλίους, οὐ πλείους ὄντας τῶν ἐννακισχιλίων, εἴπερ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἐστι κατὰ τοῦτον τῇ μὲν Ἀλεξανδρείᾳ Καρία καὶ Ῥόδος, τῇ δὲ Καρχηδόνι ὁ πορθμός.
例えば、エピダムノスからテルマイオス湾への山越えは2,000スタディオン以上であるのに、彼(エラトステネス)は900スタディオンだと言い、またアレクサンドリアからカルタゴまでは1万3,000スタディオン以上(とエラトステネスは言っている)であるが、実際には9,000スタディオンを超えない。 もし彼(エラトステネス)に従えば、アレクサンドリアと同じ子午線上にカリアとロドスがあり、カルタゴと同じ子午線上に海峡があるとするならば(9,000を超えないのも当然である)。
πάντες γὰρ ὁμολογοῦσι μὴ πλειόνων εἶναι τὸν ἐκ Καρίας ἐπὶ πορθμὸν πλοῦν σταδίων ἢ ἐνακισχιλίων·
なぜなら、カリアから海峡までの航路は9,000スタディオンを超えないということに誰もが同意しているからである。
ὅ τε μεσημβρινὸς ἐν μεγάλῳ μέν τινι διαστήματι λαμβανόμενος δοθείη ἂν ὁ αὐτὸς εἶναι τοσοῦτον δυσμικώτερος πρὸς τὸν ἑωθινώτερον ὅσον ἡ Καρχηδών ἐστι τοῦ πορθμοῦ πρὸς δύσει μᾶλλον, ἐν δὲ τετρακισχιλίοις σταδίοις ἔχει καταφανῆ τὸν ἔλεγχον.
そして、その子午線は、ある程度広い範囲で取るならば、(海峡を通るものと)同一であると認められるかもしれないが、それは東側の子午線に対して、カルタゴが海峡よりもさらに西にある分だけ西にずれており、4,000スタディオンもの差の中では、その誤りは明白である。
ὁ δὲ καὶ τὴν Ῥώμην τιθεὶς ἐπὶ ταὐτοῦ μεσημβρινοῦ τὴν τοσοῦτον καὶ Καρχηδόνος δυσμικωτέραν, ὑπερβολὴν οὐκ ἀπολείπει τῆς τῶν τόπων ἀπειρίας καὶ τούτων καὶ τῶν ἐφεξῆς πρὸς δύσιν μέχρι στηλῶν.
さらに彼(エラトステネス)は、カルタゴよりもこれほど西にあるローマをも同じ子午線上に置いているが、これは、これらの地域、およびヘラクレスの柱に至るまでのさらに西に続く地域についての、極限に達した無知を示している。