Humanitext Reader

斯特拉波 · 地理学 §2.1.40

关于北方地区的地理错误与对喜帕恰斯的批评

第 62 段,共 577 段 · 希腊语

内容简介

斯特拉波指出,喜帕恰斯在第二部著作中将讨论从托罗斯边界转向北方地理,并指出了埃拉托斯特尼和蒂莫斯提尼关于北方地区的严重地理错误,以及喜帕恰斯采用几何学进行反驳的不妥之处。

§2.1.40Ἐν δὲ τῷ δευτέρῳ ὑπομνήματι ἀναλαβὼν πάλιν τὴν αὐτὴν ζήτησιν τὴν περὶ τῶν ὅρων τῶν κατὰ τὸν Ταῦρον, περὶ ὧν ἱκανῶς εἰρήκαμεν, μεταβαίνει πρὸς τὰ βόρεια μέρη τῆς οἰκουμένης·
喜帕恰斯在第二部著作中,再次讨论了关于沿着托罗斯山脉边界的同一探究(对此我们已经作了充分的讨论)之后,便转向了居住世界的北方部分。
εἶτʼ ἐκτίθεται τὰ λεχθέντα ὑπὸ τοῦ Ἐρατοσθένους περὶ τῶν μετὰ τὸν Πόντον τόπων, ὅτι φησὶ τρεῖς ἄκρας ἀπὸ τῶν ἄρκτων καθήκειν· μίαν μὲν ἐφʼ ἧς ἡ Πελοπόννησος, δευτέραν δὲ τὴν Ἰταλικήν, τρίτην δὲ τὴν Λιγυστικήν, ὑφʼ ὧν κόλπους ἀπολαμβάνεσθαι τόν τε Ἀδριατικὸν καὶ τὸν Τυρρηνικόν.
然后,他陈述了埃拉托斯特尼关于黑海(蓬托斯)以外地区的说法,即他(埃拉托斯特尼)称有三个半岛从北方延伸下来:一个是伯罗奔尼撒半岛所在的半岛,第二个是意大利半岛,第三个是利古里亚半岛,亚得里亚海和第勒尼安海的湾区被它们所分隔。
ταῦτα δʼ ἐκθέμενος καθόλου πειρᾶται τὰ καθʼ ἕκαστα περὶ αὐτῶν λεγόμενα ἐλέγχειν γεωμετρικῶς μᾶλλον ἢ γεωγραφικῶς.
在概括地陈述了这些之后,他试图用几何学而非地理学的方法来反驳关于这些地方的具体论述。
ἔστι δὲ τοσοῦτον τῶν ἁμαρτανομένων ἐν αὐτοῖς ὑπὸ τοῦ Ἐρατοσθένους τὸ πλῆθος, καὶ ὑπὸ Τιμοσθένους τοῦ τοὺς λιμένας συγγράψαντος (ὃν ἐπαινεῖ μὲν ἐκεῖνος μάλιστα τῶν ἄλλων, διαφωνῶν δʼ ἐλέγχεται πρὸς αὐτὸν πλεῖστα), ὥστʼ οὐκ ἄξιον ἡγοῦμαι διαιτᾶν οὔτʼ ἐκείνους ἐπὶ τοσοῦτον διαμαρτάνοντας τῶν ὄντων, οὔτε τὸν Ἵππαρχον.
但是,埃拉托斯特尼以及撰写《港湾志》的蒂莫斯提尼(埃拉托斯特尼在所有人中最为推崇他,但经证实,埃拉托斯特尼在极多问题上与他存在分歧)在这些问题上所犯的错误如此之多,以至于我认为不值得在这些极度偏离事实的人们之间,或者在喜帕恰斯之间进行评判。
καὶ γὰρ οὗτος τὰ μὲν παραλείπει τῶν ἡμαρτημένων τὰ δʼ οὐκ ἐπανορθοῖ, ἀλλʼ ἐλέγχει μόνον ὅτι ψευδῶς ἢ μαχομένως εἴρηται.
因为后者也忽略了一些错误,而对另一些错误也未能予以纠正,只是指责其说法虚假或相互矛盾。
αἰτιάσαιτο μὲν γὰρ καὶ τοῦτʼ ἂν ἴσως τις, ὅτι φησὶν ἄκρας τρεῖς τῆς Εὐρώπης, μίαν μὲν τιθεὶς τὴν ἐφʼ ἧς ἡ Πελοπόννησος· ἔχει γάρ τι πολυσχιδές· καὶ γὰρ τὸ Σούνιον ἀκρωτηριάζει ὁμοίως τῇ Λακωνικῇ, οὐ πολὺ ἧττον μεσημβρινώτερον ὂν τῶν Μαλεῶν καὶ κόλπον ἀπολαμβάνον ἀξιόλογον.
因为或许也会有人指责这一点,即他称欧洲有三个半岛,并将伯罗奔尼撒所在的那一个列为其中之一;因为该半岛具有极度分裂(曲折)的特征;事实上,苏尼翁角也像拉科尼亚角一样突出,其纬度并不比马利亚角靠北多少,并且分隔出了一个显著的湾区。
καὶ ἡ Θρᾳκία Χερρόνησος ἀπολαμβάνει πρὸς τὸ Σούνιον τόν τε Μέλανα κόλπον καὶ τοὺς ἐφεξῆς τοὺς Μακεδονικούς.
而色雷斯赫耳索涅索斯相对于苏尼翁角,分隔出了梅拉斯湾以及紧随其后的马其顿诸湾。
εἰ δʼ οὖν παρείημεν τοῦτο, καὶ τῶν διαστημάτων τὰ πλεῖστα φανερῶς ψευδογραφούμενα ἐλέγχει τὴν ἀπειρίαν τῶν τόπων ὑπερβάλλουσαν καὶ οὐ δεομένην γεωμετρικῶν ἐλέγχων, ἀλλὰ φανερῶν καὶ αὐτόθεν ἐκμαρτυρεῖσθαι δυναμένων· οἷον ὅτι ἐξ Ἐπιδάμνου πρὸς τὸν Θερμαῖον κόλπον ἡ ὑπέρβασίς ἐστι πλειόνων ἢ δισχιλίων σταδίων· ὁ δʼ ἐνακοσίων φησίν· ἐκ δὲ Ἀλεξανδρείας εἰς Καρχηδόνα ὑπὲρ μυρίους καὶ τρισχιλίους, οὐ πλείους ὄντας τῶν ἐννακισχιλίων, εἴπερ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἐστι κατὰ τοῦτον τῇ μὲν Ἀλεξανδρείᾳ Καρία καὶ Ῥόδος, τῇ δὲ Καρχηδόνι ὁ πορθμός.
但即使我们忽略这一点,绝大多数距离显然被错误地记录下来,这暴露了对这些地方的极端无知,这不需要几何学的反驳,而只需要现场就能证实的显而易见的反驳;例如,从埃皮达姆诺斯到塞尔马湾的陆路翻越超过两千斯塔迪翁,而他却说九百;从亚历山大港到迦太基超过一万三千斯塔迪翁,而实际上不超过九千斯塔迪翁,如果确实按照他的说法,卡里亚和罗得岛与亚历山大港处于同一条子午线上,而海峡与迦太基处于同一条子午线上。
πάντες γὰρ ὁμολογοῦσι μὴ πλειόνων εἶναι τὸν ἐκ Καρίας ἐπὶ πορθμὸν πλοῦν σταδίων ἢ ἐνακισχιλίων· ὅ τε μεσημβρινὸς ἐν μεγάλῳ μέν τινι διαστήματι λαμβανόμενος δοθείη ἂν ὁ αὐτὸς εἶναι τοσοῦτον δυσμικώτερος πρὸς τὸν ἑωθινώτερον ὅσον ἡ Καρχηδών ἐστι τοῦ πορθμοῦ πρὸς δύσει μᾶλλον, ἐν δὲ τετρακισχιλίοις σταδίοις ἔχει καταφανῆ τὸν ἔλεγχον.
因为所有人都同意,从卡里亚到海峡的航程不超过九千斯塔迪翁;如果在一个较大的区间内取值,(两者的)子午线或许可以被允许算作同一条,它比偏东的那条子午线偏西的程度,正如迦太基比海峡更偏西一样;但在四千斯塔迪翁的差距中,这种反驳是显而易见的。
ὁ δὲ καὶ τὴν Ῥώμην τιθεὶς ἐπὶ ταὐτοῦ μεσημβρινοῦ τὴν τοσοῦτον καὶ Καρχηδόνος δυσμικωτέραν, ὑπερβολὴν οὐκ ἀπολείπει τῆς τῶν τόπων ἀπειρίας καὶ τούτων καὶ τῶν ἐφεξῆς πρὸς δύσιν μέχρι στηλῶν.
而他甚至将比迦太基还要偏西如此之多的罗马也置于同一条子午线上,这对于这些地方以及向西直至柱(直布罗陀)的后续地方的无知,可以说是无以复加了。

词汇与语法注释

  1. §2.1.40ἀναλαβὼν πάλιν τὴν αὐτὴν ζήτησιν — 主格单数阳性无静止分词(不定过去时主动语态),其逻辑主语为喜帕恰斯(延续自前一章节),表示在主句动词 μεταβαίνει 之前的动作,“再次拿起(关于托罗斯的讨论)”。
  2. §2.1.40ὑφʼ ὧν κόλπους ἀπολαμβάνεσθαι — 虽然这是由关系代词 ὑφ' ὧν 引导的关系从句,但由于它处于间接引语(φησί)的框架中,从句中的动词同化成了不定式 ἀπολαμβάνεσθαι(现在中被动语态)。
  3. p.122ὥστʼ οὐκ ἄξιον ἡγοῦμαι διαιτᾶν — 在由 ὥστε 引导的结果从句中,ἄξιον 是中性单数主格形容词,作无人称表语,意为“值得”;主动语态不定式 διαιτᾶν(“裁决”)作其实质主语或限制性不定式。
  4. p.123εἴπερ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἐστι κατὰ τοῦτον — 连接词 εἴπερ(“如果确实”)引导条件从句。斯特拉波利用埃拉托斯特尼自己的地理假设(即卡里亚/罗得岛同子午线,迦太基/墨西拿海峡同子午线)作为前提,来论证埃拉托斯特尼所称的一万三千斯塔迪翁在逻辑上与普遍公认的两地(卡里亚到海峡)九千斯塔迪翁的距离相矛盾。

引用这一段

斯特拉波, 地理学 §2.1.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。