§2.1.41̔ιππάρχῳ μὲν οὖν μὴ γεωγραφοῦντι ἀλλʼ ἐξετάζοντι τὰ λεχθέντα ἐν τῇ γεωγραφίᾳ τῇ Ἐρατοσθένους οἰκεῖον ἦν ἐπὶ πλέον τὰ καθʼ ἕκαστα εὐθύνειν.
したがって、自ら地理学の書を著すのではなく、エラトステネスの『地理学』の中で述べられたことを検証する立場にあったヒッパルコスにとっては、個々の事柄をより詳細に糾明することがその本分であった。
ἡμεῖς δʼ ἐν οἷς μὲν κατορθοῖ, τὸ πλέον δʼ ἔτι ὅπου καὶ πλημμελεῖ, τὸν καθʼ ἕκαστα οἰκεῖον λόγον ᾠήθημεν δεῖν προσάγειν, τὰ μὲν ἐπανορθοῦντες, ὑπὲρ ὧν δʼ ἀπολυόμενοι τὰς ἐπιφερομένας αἰτίας ὑπὸ τοῦ Ἱππάρχου, καὶ αὐτὸν τὸν Ἵππαρχον συνεξετάζομεν, ὅπου τι φιλαιτίως εἴρηκεν.
しかし我々は、彼が正しい箇所、さらにはそれ以上に彼が過ちを犯している箇所において、個々の事柄にふさわしい議論を提示すべきであると考え、一方ではそれを正し、他方ではヒッパルコスによって提起された非難から彼を弁護しつつ、同時に、ヒッパルコス自身があら探しのように語っている箇所においては、彼をも共同で検証するのである。
ἐν δὲ τούτοις ὁρῶντες ἤδη τὸν μὲν τελέως παραπαίοντα, τὸν δὲ δικαίως ἐπικαλοῦντα, ἀρκεῖν ὑπολαμβάνομεν, ἂν ἐν αὐτῇ τῇ γεωγραφίᾳ τὰ ὄντα λέγοντες ἐπανορθῶμεν αὐτόν.
しかし、これらの事柄においては、一方(エラトステネス)が完全に的外れなことを言っているのを見て、他方(ヒッパルコス)が正当に告発しているのを見るので、地理学そのものの記述の中で我々が事実を語ることで彼を修正すれば、それで十分であると考える。
ἐφʼ ὧν γὰρ συνεχῆ καὶ ἐπιπολάζοντά ἐστι τὰ ἁμαρτανόμενα, κρεῖττον μηδὲ μεμνῆσθαι πλὴν εἰ σπάνιόν τι καὶ καθόλου, ὅπερ πειρασόμεθα ποιεῖν ἐν τοῖς καθʼ ἕκαστα.
というのも、誤りが引きも切らず、また蔓延しているような人々については、稀な場合か、あるいは概括的に言及する場合を除いては、言及さえしない方がよいからであり、それこそ我々が個別の箇所で試みようとするものである。
καὶ νῦν δʼ εἰρήσθω ὅτι καὶ Τιμοσθένης καὶ Ἐρατοσθένης καὶ οἱ ἔτι τούτων πρότεροι τελέως ἠγνόουν τά τε Ἰβηρικὰ καὶ τὰ Κελτικά, μυρίῳ δὲ μᾶλλον τὰ Γερμανικὰ καὶ τὰ Βρεττανικά, ὡς δʼ αὕτως τὰ τῶν Γετῶν καὶ Βασταρνῶν.
そして今ここで、ティモステネスもエラトステネスも、そして彼らよりさらに前の人々も、イベリアやケルトに関することを完全に知らず、はるかに多くゲルマニアやブリタニアに関することを、そして同様にゲタイ人やバスタルナイ人のことについても完全に知らなかった、ということを述べておかねばならない。
ἐπὶ πολὺ δʼ ἀγνοίας ἐτύγχανον ἀφιγμένοι καὶ τῶν κατʼ Ἰταλίαν καὶ τὸν Ἀδρίαν καὶ τὸν Πόντον καὶ τῶν ἐφεξῆς προσαρκτίων μερῶν·
また、彼らはイタリアやアドリア海、ポントス、およびそれに続く北方地域に関しても、非常に深い無知に陥っていた。
εἰ καὶ τὰ τοιαῦτα ἴσως φιλαίτια.
たとえそのような過失が、同様にあら探しの対象になりうるとしてもである。
τοῦ γὰρ Ἐρατοσθένους ἐπὶ τῶν πόρρω διεστηκότων τὰ παραδεδομένα φάσκοντος ἐρεῖν διαστήματα, μὴ διισχυριζομένου δὲ καὶ λέγοντος ὡς παρέλαβε, προστιθέντος δʼ ἔστιν ὅπου τὰ ἐπʼ εὐθείας μᾶλλον καὶ ἧττον, οὐ δεῖ προσάγειν τὸν ἀκριβῆ ἔλεγχον τοῖς μὴ ὁμολογουμένοις πρὸς ἄλληλα διαστήμασιν·
なぜなら、エラトステネスは遠く離れた地域について、伝えられている距離を述べると言っているだけで、自らそれを測定したと強く主張しているわけではなく、自分が受け取った通りに述べていると言い、また、ある場合にはそれがほぼ直線的であると付け加えているのであるから、互いに一致しない距離に対して、厳格な反駁を適用すべきではないからである。
ὅπερ ποιεῖν πειρᾶται ὁ Ἵππαρχος ἔν τε τοῖς πρότερον λεχθεῖσι καὶ ἐν οἷς τὰ περὶ τὴν Ὑρκανίαν μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα ἐθνῶν ἐκτίθεται διαστήματα, καὶ ἔτι τὰ ἀπὸ Κολχίδος ἐπὶ τὴν Ὑρκανίαν θάλατταν.
これこそ、ヒッパルコスが先ほど述べられた点においても、またヒュルカニアからバクトリアおよびその彼方の諸部族に至るまでの距離が提示されている箇所においても、さらにはコルキスからヒュルカニア海に至るまでの距離においても、試みていることである。
οὐ γὰρ ὁμοίως ἐπί τε τούτων ἐξεταστέον αὐτὸν καὶ ἐπὶ τῶν κατὰ τὴν ἠπειρῶτιν παραλίαν καὶ τοὺς ἄλλους τοὺς οὕτω γνωρίμους τόπους·
なぜなら、これらの地域において彼を検証する仕方は、大陸の沿岸や、その他これほどよく知られた地域についての検証と同じであってはならないからである。
ἀλλʼ οὐδʼ ἐπὶ τούτων γεωμετρικῶς, ὅπερ ἔφην, ἀλλὰ γεωγραφικῶς μᾶλλον.
いや、それらの地域においてさえ、私が言ったように幾何学的にではなく、むしろ地理学的に検証すべきである。
αἰτιασάμενος δʼ οὖν τινα τῶν Αἰθιοπικῶν ἐπὶ τέλει τοῦ δευτέρου ὑπομνήματος τῶν πρὸς τὴν Ἐρατοσθένους γεωγραφίαν πεποιημένων, ἐν τῷ τρίτῳ φησὶ τὴν μὲν πλείω θεωρίαν ἔσεσθαι μαθηματικήν, ἐπὶ ποσὸν δὲ καὶ γεωγραφικήν·
ともかく、エラトステネスの『地理学』に対して作成された第二の覚え書きの終わりにおいて、エチオピアに関するいくつかの事柄を批判した上で、彼(ヒッパルコス)は第三の覚え書きにおいて、考察の大部分は数学的なものになり、ある程度は地理学的でもあるだろうと言っている。
οὐδʼ ἐπὶ ποσὸν μέντοι δοκεῖ μοι ποιήσασθαι γεωγραφικήν, ἀλλὰ πᾶσαν μαθηματικήν, διδόντος καὶ τοῦ Ἐρατοσθένους τὴν τοιαύτην πρόφασιν.
しかし、彼が「ある程度」さえも地理学的にしたとは私には思われず、むしろすべてを数学的にしたと思われる。 エラトステネス自身もそのような口実を与えているのであるが。
πολλαχοῦ γὰρ ἐκπίπτει πρὸς τὸ ἐπιστημονικώτερον τῆς προκειμένης ἱστορίας, ἐκπεσὼν δὲ οὐκ ἀκριβεῖς ἀλλʼ ὁλοσχερεῖς ποιεῖται τὰς ἀποφάσεις, τρόπον τινὰ ἐν μὲν τοῖς γεωγραφικοῖς μαθηματικὸς ἐν δὲ τοῖς μαθηματικοῖς γεωγραφικὸς ὤν, ὥστε πρὸς ἄμφω δίδωσιν ἀφορμὰς τοῖς ἀντιλέγουσιν, ἐν δὲ τούτῳ τῷ ὑπομνήματι καὶ δικαίας καὶ οὗτος καὶ ὁ Τιμοσθένης, ὥστʼ οὐδʼ ἡμῖν καταλείπεται συνεπισκοπεῖν, ἀλλʼ ἀρκεῖσθαι τοῖς ὑπὸ τοῦ Ἱππάρχου λεχθεῖσιν.
なぜなら、エラトステネスは多くの場所で、目の前にある探究よりも、より学術的なものへと逸脱しており、逸脱した上で、正確ではなく大雑把な言明を行っているからである。 彼はある意味で、地理学的な事柄においては数学者であり、数学的な事柄においては地理学者であって、その結果、双方において反対者たちに(批判の)口実を与えてしまっている。 そしてこの覚え書きにおいては、彼(エラトステネス)もティモステネスも正当な(批判の隙を)与えており、それゆえ我々が重ねて検証する余地は残されておらず、ヒッパルコスによって述べられたことで十分とするだけである。