Humanitext Reader

ストラボン · 地理誌 §2.1.14-2.1.15

デイマコスの距離計測と北部アジアの気候

49 / 577 箇所 · ギリシア語

要旨

タプロバネ(スリランカ)の大きさと位置を考慮すると、デイマコスの主張する距離は居住世界の外に外れてしまうことを示し、北部インドやヒュルカニア、バクトリアなどタウロス山脈の北側が豊かな気候に恵まれている事実を挙げて論駁する。また、高地における寒冷な気候の例外や、オクソス川を通じた交易の容易さについて述べる。

§2.1.14φέρε δὴ ἐπὶ τὴν ἀνταίρουσαν τῇ Κινναμωμοφόρῳ καὶ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου πρὸς ἕω κειμένην ὑποβῶμεν.
さあ、シナモン産出国と対向し、同じ平行線上で東に位置する国へと下ってみよう。
αὕτη δʼ ἐστὶν ἡ περὶ τὴν Ταπροβάνην·
これがタプロバネ周辺の地域である。
ἡ δὲ Ταπροβάνη πεπίστευται σφόδρα ὅτι τῆς Ἰνδικῆς πρόκειται πελαγία μεγάλη νῆσος πρὸς νότον, μηκύνεται δὲ ἐπὶ τὴν Αἰθιοπίαν πλέον ἢ πεντακισχιλίους σταδίους, ὥς φασιν, ἐξ ἧς καὶ ἐλέφαντα κομίζεσθαι πολὺν εἰς τὰ τῶν Ἰνδῶν ἐμπόρια καὶ χελώνεια καὶ ἄλλον φόρτον.
そしてタプロバネは、インドの南方の外海に浮かぶ大きな島であると強く信じられており、人々が言うには、エチオピアの方向へ5千スタディオン以上も延びており、そこから多くの象がインドの交易港へと運ばれ、べっ甲やその他の貨物も運ばれるという。
ταύτῃ δὴ τῇ νήσῳ πλάτος προστεθὲν τὸ ἀνάλογον τῷ μήκει καὶ δίαρμα τὸ ἐπʼ αὐτὴν ἐκ τῆς Ἰνδικῆς τῶν μὲν τρισχιλίων σταδίων οὐκ ἂν ἔλαττον ποιήσειε διάστημα, ὅσον ἦν τὸ ἀπὸ τοῦ ὅρου τῆς οἰκουμένης εἰς Μερόην, εἴπερ μέλλει τὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τῇ Μερόῃ·
さて、この島にその長さに比例した幅を加え、さらにインドからこの島にいたる海路を加えるなら、もしインドの末端がメロエと対向することになるのだとすれば、その距離は、居住世界の境界からメロエにいたる距離と同じ、3千スタディオンを下ることはないだろう。
πιθανώτερον δʼ ἐστὶ καὶ πλείους τῶν τρισχιλίων τιθέναι.
そして、3千より多く見積もる方がより説得力がある。
εἰ δὴ τοῦτο προσθείη τις τοῖς τρισμυρίοις, οἷς φησιν ὁ Δηίμαχος μέχρι τῆς εἰς Βακτρίους καὶ Σογδιανοὺς ὑπερθέσεως, ἐκπέσοι ἂν πάντα ταῦτα τὰ ἔθνη τῆς οἰκουμένης καὶ τῆς εὐκράτου.
もしこれ(この追加の距離)を、デイマコスがバクトリア人やソグディアナ人の地へと越える山道までに要すると言う3万スタディオンに加えるなら、これらすべての民族は居住世界および温帯の範囲から外れてしまうことになるだろう。
τίς ἂν οὖν θαρρήσειε ταῦτα λέγειν, ἀκούων καὶ τῶν πάλαι καὶ τῶν νῦν τὴν εὐκρασίαν καὶ τὴν εὐκαρπίαν λεγόντων πρῶτον μὲν τὴν τῶν προσβόρρων Ἰνδῶν, ἔπειτα δὲ καὶ τὴν ἐν τῇ Ὑρκανίᾳ καὶ τῇ Ἀρίᾳ καὶ ἐφεξῆς τῇ τε Μαργιανῇ καὶ τῇ Βακτριανῇ;
それゆえ、古代の人々も現代の人々も、第一に北部インドの、第二にヒュルカニア、アリア、そしてそれに続くマルギアナ、バクトリアの気候の温和さと土地の豊かさを語っているのを聞きながら、誰があえてこのようなことを主張できようか。
ἅπασαι γὰρ αὗται προσεχεῖς μέν εἰσι τῇ βορείῳ πλευρᾷ τοῦ Ταύρου, καὶ ἥ γε Βακτριανὴ καὶ πλησιάζει τῇ εἰς Ἰνδοὺς ὑπερθέσει, τοσαύτῃ δʼ εὐδαιμονίᾳ κέχρηνται ὥστε πάμπολύ τι ἀπέχειν τῆς ἀοικήτου.
なぜなら、これらすべての地域はタウロス山脈の北側に隣接しており、とりわけバクトリアはインドへの山道に近く、しかも非常に豊かな恵みを享受しているため、居住不可能な地からは極めて遠く離れているからである。
ἐν μέν γε τῇ Ὑρκανίᾳ τὴν ἄμπελον μετρητὴν οἴνου φέρειν φασί, τὴν δὲ συκῆν μεδίμνους ἑξήκοντα, τὸν δὲ σῖτον ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεσθαι, ἐν δὲ τοῖς δένδρεσι σμηνουργεῖσθαι καὶ τῶν φύλλων ἀπορρεῖν μέλι, ὅπερ γίνεσθαι μὲν καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ·
実際、ヒュルカニアでは、葡萄の木が1メトレテスのワインをもたらし、無花果の木は60メディムノスの実をむすび、小麦は茎から落ちた種から再び芽を出して育ち、樹木の中には蜂の巣が作られ、葉からは蜂蜜が滴ると言われている。
ἀλλʼ ἐνταῦθα μὲν οὐκ ἐπʼ ἴσης θαυμαστόν, εἴπερ εἰσὶ νοτιώτεραι τῆς Ὑρκανίας καὶ εὐκρασίᾳ διαφέρουσαι τῆς ἄλλης χώρας·
これはメディアのマティアネ、アルメニアのサカセネやアラクセネでも起こることであるが、これらの場所では、ヒュルカニアよりも南に位置し、気候の温和さにおいて他の土地より優れているのであるから、それほど驚くべきことではない。
ἐκεῖ δὲ μᾶλλον.
しかし、あちらにおいては、より一層驚くべきことである。
ἐν δὲ τῇ Μαργιανῇ τὸν πυθμένα φασὶν εὑρίσκεσθαι τῆς ἀμπέλου πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτόν, τὸν δὲ βότρυν δίπηχυν.
また、マルギアナでは、葡萄の木の幹が、しばしば二人の男が腕を広げてようやく抱えられるほどの太さで見つかり、葡萄の房は2ピュキスに達すると言われている。
παραπλησίαν δὲ λέγουσι καὶ τὴν Ἀρίαν, εὐοινίᾳ δὲ καὶ ὑπερβάλλειν, ἐν ᾗ γε καὶ εἰς τριγένειαν παραμένειν ἐν ἀπιττώτοις ἄγγεσι τὸν οἶνον·
アリアも同様であると言われているが、ワインの素晴らしさにおいてはそれを凌駕しており、そこではピッチを塗っていない瓶の中でワインが三世代にわたって保つのだという。
πάμφορον δʼ εἶναι καὶ τὴν Βακτριανὴν πλὴν ἐλαίου, πλησίον τῇ Ἀρίᾳ παρακειμένην.
また、アリアに隣接するバクトリアも、オリーブ油を除いてあらゆるものを産出すると言われている。
§2.1.15εἰ δὲ καὶ ψυχρὰ μέρη τῶν τόπων τούτων ἐστίν, ὅσα ὑψηλὰ καὶ ὀρεινά, οὐδὲν δεῖ θαυμάζειν·
たとえこれらの地域に、高地や山地など、寒冷な部分があるとしても、驚くには及ばない。
καὶ γὰρ ἐν τοῖς μεσημβρινοῖς κλίμασι τὰ ὄρη ψυχρά ἐστι, καὶ καθόλου τὰ μετέωρα ἐδάφη, κἂν πεδία ᾖ.
南方の気候においても山々は寒冷であり、一般に高地は、たとえ平原であってもそうだからである。
τῆς γοῦν Καππαδοκίας τὰ πρὸς τῷ Εὐξείνῳ πολὺ βορειότερά ἐστι τῶν πρὸς τῷ Ταύρῳ· ἀλλʼ ἡ μὲν Βαγαδανία, πεδίον ἐξαίσιον μεταξὺ πῖπτον τοῦ τε Ἀργαίου ὄρους καὶ τοῦ Ταύρου, σπάνιον εἴ πού τι τῶν καρπίμων δένδρων φύοι, καίπερ νοτιώτερον τῆς Ποντικῆς θαλάττης σταδίοις τρισχιλίοις, τὰ δὲ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιόφυτά ἐστι.
現にカッパドキアにおいて、黒海に面した部分はタウロス山脈に面した部分よりもはるかに北に位置しているが、アルガイオス山とタウロス山脈の間に広がる広大な平原であるバガダニアは、黒海から3千スタディオン南に位置しているにもかかわらず、果樹が育つことは極めて稀であるのに対して、シノペやアミソスの近郊、およびファナロイアの大部分は、その多くにオリーブが植えられている。
καὶ τὸν Ὦξον δὲ τὸν ὁρίζοντα τὴν Βακτριανὴν ἀπὸ τῆς Σογδιανῆς οὕτω φασὶν εὔπλουν εἶναι ὥστε τὸν Ἰνδικὸν φόρτον ὑπερκομισθέντα εἰς αὐτὸν ῥᾳδίως εἰς τὴν Ὑρκανίαν κατάγεσθαι καὶ τοὺς ἐφεξῆς τόπους μέχρι τοῦ Πόντου διὰ τῶν ποταμῶν.
また、バクトリアとソグディアナの境界をなすオクソス川についても、非常に航行が容易であるため、インドの貨物がこの川に運ばれた後は、河川を通じてヒュルカニア、およびそれに続く黒海にいたる地域へと容易に運び下ろされると言われている。

語釈・文法注

  1. §2.1.14ὑποβῶμεν — `ὑποβῶμεν` は第一人称複数のアオリスト接続法(意向・勧誘接続法)。前置された慣用句 `φέρε δή`(さあ、…しよう)を伴って、議論を先に進める意向を表している。
  2. §2.1.14κομίζεσθαι — 関係節 `ἐξ ἧς ...` 内の不定詞 `κομίζεσθαι` は、直前の挿入句 `ὥς φασιν`(人々が言うには)に支配された間接話法における対格不定詞構文(主語の「象や貨物が」は対格 `ἐλέφαντα ...` で表される)を形成している。
  3. §2.1.14προστεθὲν — 主語 `πλάτος` に付された中性単数能動態のアオリスト分詞 `προστεθέν` は、後続の主節の動詞 `οὐκ ἂν ποιήσειε`(潜在の `ἄν`+希求法)に対する条件節(「もし幅が加えられるならば」)を代用する条件分詞として機能している。
  4. §2.1.15φύοι — 主節 `σπάνιον [ἐστί]`(稀である)に導かれる従属節 `εἰ ... φύοι` の中の希求法は、一般的な可能性や仮定的なケースを示す条件節(「もし~が育つことがあったとしても、それは稀である」)を形成している。

この箇所を引用する

ストラボン, 地理誌 §2.1.14-2.1.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.14-2.1.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。