§2.1.14φέρε δὴ ἐπὶ τὴν ἀνταίρουσαν τῇ Κινναμωμοφόρῳ καὶ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου πρὸς ἕω κειμένην ὑποβῶμεν.
且让我们将论述降至与肉桂产地相对、且在同一平行线上偏东的地区。
αὕτη δʼ ἐστὶν ἡ περὶ τὴν Ταπροβάνην·
这就是塔普罗巴内(锡兰)周围的区域。
ἡ δὲ Ταπροβάνη πεπίστευται σφόδρα ὅτι τῆς Ἰνδικῆς πρόκειται πελαγία μεγάλη νῆσος πρὸς νότον, μηκύνεται δὲ ἐπὶ τὴν Αἰθιοπίαν πλέον ἢ πεντακισχιλίους σταδίους, ὥς φασιν, ἐξ ἧς καὶ ἐλέφαντα κομίζεσθαι πολὺν εἰς τὰ τῶν Ἰνδῶν ἐμπόρια καὶ χελώνεια καὶ ἄλλον φόρτον.
人们坚信塔普罗巴内是印度南方外海中的一座大岛,据传其向埃塞俄比亚方向延伸超过五千斯塔迪翁,从那里有大量的象被运往印度的商埠,还有龟甲及其他货物。
ταύτῃ δὴ τῇ νήσῳ πλάτος προστεθὲν τὸ ἀνάλογον τῷ μήκει καὶ δίαρμα τὸ ἐπʼ αὐτὴν ἐκ τῆς Ἰνδικῆς τῶν μὲν τρισχιλίων σταδίων οὐκ ἂν ἔλαττον ποιήσειε διάστημα, ὅσον ἦν τὸ ἀπὸ τοῦ ὅρου τῆς οἰκουμένης εἰς Μερόην, εἴπερ μέλλει τὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τῇ Μερόῃ· πιθανώτερον δʼ ἐστὶ καὶ πλείους τῶν τρισχιλίων τιθέναι.
现在,如果为这座岛加上与其长度成比例的宽度,以及从印度到该岛的渡海距离,那么,如果印度的边缘确实要与麦罗埃相对,这绝不会产生少于三千斯塔迪翁的距离——这也就是从人居世界边界到麦罗埃的距离;而且设定多于三千斯塔迪翁更为合理。
εἰ δὴ τοῦτο προσθείη τις τοῖς τρισμυρίοις, οἷς φησιν ὁ Δηίμαχος μέχρι τῆς εἰς Βακτρίους καὶ Σογδιανοὺς ὑπερθέσεως, ἐκπέσοι ἂν πάντα ταῦτα τὰ ἔθνη τῆς οἰκουμένης καὶ τῆς εὐκράτου.
如果有人把这一距离加上戴马科斯所说的直到进入巴克特里亚和索格迪亚纳山隘的三万斯塔迪翁,那么所有这些民族都将落入人居世界和温带之外。
τίς ἂν οὖν θαρρήσειε ταῦτα λέγειν, ἀκούων καὶ τῶν πάλαι καὶ τῶν νῦν τὴν εὐκρασίαν καὶ τὴν εὐκαρπίαν λεγόντων πρῶτον μὲν τὴν τῶν προσβόρρων Ἰνδῶν, ἔπειτα δὲ καὶ τὴν ἐν τῇ Ὑρκανίᾳ καὶ τῇ Ἀρίᾳ καὶ ἐφεξῆς τῇ τε Μαργιανῇ καὶ τῇ Βακτριανῇ;
那么,当听到古代和现代的作家都在称赞首先是北印度,其次是希尔卡尼亚、阿利亚,以及紧随其后的马尔吉亚纳和巴克特里亚的气候温和与土地肥沃时,谁还敢说出这样的话呢?
ἅπασαι γὰρ αὗται προσεχεῖς μέν εἰσι τῇ βορείῳ πλευρᾷ τοῦ Ταύρου, καὶ ἥ γε Βακτριανὴ καὶ πλησιάζει τῇ εἰς Ἰνδοὺς ὑπερθέσει, τοσαύτῃ δʼ εὐδαιμονίᾳ κέχρηνται ὥστε πάμπολύ τι ἀπέχειν τῆς ἀοικήτου.
因为所有这些地区都紧邻塔乌鲁斯山脉的北侧,而巴克特里亚更是临近进入印度的山隘,它们享有着如此巨大的繁荣,以至于它们绝非不可居住。
ἐν μέν γε τῇ Ὑρκανίᾳ τὴν ἄμπελον μετρητὴν οἴνου φέρειν φασί, τὴν δὲ συκῆν μεδίμνους ἑξήκοντα, τὸν δὲ σῖτον ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεσθαι, ἐν δὲ τοῖς δένδρεσι σμηνουργεῖσθαι καὶ τῶν φύλλων ἀπορρεῖν μέλι, ὅπερ γίνεσθαι μὲν καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ· ἀλλʼ ἐνταῦθα μὲν οὐκ ἐπʼ ἴσης θαυμαστόν, εἴπερ εἰσὶ νοτιώτεραι τῆς Ὑρκανίας καὶ εὐκρασίᾳ διαφέρουσαι τῆς ἄλλης χώρας· ἐκεῖ δὲ μᾶλλον.
在希尔卡尼亚,据说一株葡萄藤能产一米特雷特斯葡萄酒,一株无花果树能产六十麦地姆诺斯果实,而麦子能从茎上落下的种子中再次生长,树木间有蜜蜂筑巢,叶片上滴下蜂蜜;这在米底亚的马蒂亚内、亚美尼亚的萨卡塞内和阿拉克塞内也同样发生,但在这些地方并不同样令人惊奇,因为它们比希尔卡尼亚更靠南,且在气候温和上优于该国其他地区;而在希尔卡尼亚,则更为惊人。
ἐν δὲ τῇ Μαργιανῇ τὸν πυθμένα φασὶν εὑρίσκεσθαι τῆς ἀμπέλου πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτόν, τὸν δὲ βότρυν δίπηχυν.
在马尔吉亚纳,据说人们经常发现葡萄藤的主干粗到需要两个男人伸开双臂才能合抱,而葡萄串长达两肘。
παραπλησίαν δὲ λέγουσι καὶ τὴν Ἀρίαν, εὐοινίᾳ δὲ καὶ ὑπερβάλλειν, ἐν ᾗ γε καὶ εἰς τριγένειαν παραμένειν ἐν ἀπιττώτοις ἄγγεσι τὸν οἶνον· πάμφορον δʼ εἶναι καὶ τὴν Βακτριανὴν πλὴν ἐλαίου, πλησίον τῇ Ἀρίᾳ παρακειμένην.
他们说阿利亚也相似,且在产美酒上更胜一筹,那里的葡萄酒在未涂沥青的器皿中甚至能保存三代之久;而与阿利亚相邻的巴克特里亚,除橄榄油外也盛产一切。
§2.1.15εἰ δὲ καὶ ψυχρὰ μέρη τῶν τόπων τούτων ἐστίν, ὅσα ὑψηλὰ καὶ ὀρεινά, οὐδὲν δεῖ θαυμάζειν· καὶ γὰρ ἐν τοῖς μεσημβρινοῖς κλίμασι τὰ ὄρη ψυχρά ἐστι, καὶ καθόλου τὰ μετέωρα ἐδάφη, κἂν πεδία ᾖ.
如果这些地方也有寒冷的区域,即那些高峻和多山的地方,那也完全不用奇怪;因为即使在南方的气候区,山地也是寒冷的,而且大体上高海拔的土地也是如此,即使它们是平原。
τῆς γοῦν Καππαδοκίας τὰ πρὸς τῷ Εὐξείνῳ πολὺ βορειότερά ἐστι τῶν πρὸς τῷ Ταύρῳ· ἀλλʼ ἡ μὲν Βαγαδανία, πεδίον ἐξαίσιον μεταξὺ πῖπτον τοῦ τε Ἀργαίου ὄρους καὶ τοῦ Ταύρου, σπάνιον εἴ πού τι τῶν καρπίμων δένδρων φύοι, καίπερ νοτιώτερον τῆς Ποντικῆς θαλάττης σταδίοις τρισχιλίοις, τὰ δὲ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιόφυτά ἐστι.
无论如何,卡帕多奇亚靠近黑海的部分比靠近塔乌鲁斯山脉的部分要偏北得多;但介于阿尔盖乌斯山和塔乌鲁斯山脉之间的巨大平原巴加达尼亚,尽管比黑海往南三千斯塔迪翁,却极少生长任何果树,而西诺皮、阿米索斯的郊区以及法纳罗亚的大部分地区,却大都种植着橄榄。
καὶ τὸν Ὦξον δὲ τὸν ὁρίζοντα τὴν Βακτριανὴν ἀπὸ τῆς Σογδιανῆς οὕτω φασὶν εὔπλουν εἶναι ὥστε τὸν Ἰνδικὸν φόρτον ὑπερκομισθέντα εἰς αὐτὸν ῥᾳδίως εἰς τὴν Ὑρκανίαν κατάγεσθαι καὶ τοὺς ἐφεξῆς τόπους μέχρι τοῦ Πόντου διὰ τῶν ποταμῶν.
据说,划分巴克特里亚与索格迪亚纳的奥克苏斯河也非常便于航行,以至于印度的货物在被运渡到该河后,很容易通过河流运往下游的希尔卡尼亚以及直到黑海的后续地区。