Humanitext Reader

ストラボン · 地理誌 §2.1.10-2.1.13

緯線設定をめぐるヒッパルコスへの反論

48 / 577 箇所 · ギリシア語

要旨

エラトステネスの地理的想定を擁護し、山脈の平行関係の妥当性を示す。さらに、ヒッパルコスの批判に潜む論理的矛盾を突くため、極限地域の緯度と距離の計算から生じる不都合を指摘する。

§2.1.10εἰ γὰρ ὁ διὰ Ῥόδου καὶ Βυζαντίου μεσημβρινὸς ὀρθῶς εἴληπται, καὶ ὁ διὰ τῆς Κιλικίας καὶ Ἀμισοῦ ὀρθῶς ἂν εἴη εἰλημμένος·
というのも、もしロドスとビュザンティオンを通る子午線が正しく取られているならば、キリキアとアミソスを通る子午線も正しく取られているはずだからである。
φαίνεται γὰρ τὸ παράλληλον ἐκ πολλῶν, ὅταν μηδετέρως ἡ σύμπτωσις ἀπελέγχηται.
なぜなら、その平行関係は、その一致がいずれの方向からも論駁されない限り、多くの証拠から明らかだからである。
§2.1.11̔́ο τε ἐξ Ἀμισοῦ πλοῦς ἐπὶ τὴν Κολχίδα ὅτι ἐστὶν ἐπὶ ἰσημερινὴν ἀνατολήν, καὶ τοῖς ἀνέμοις ἐλέγχεται καὶ ὥραις καὶ καρποῖς καὶ ταῖς ἀνατολαῖς αὐταῖς·
アミソスからコルキスへの航海が真東に向かっていることは、風によっても、季節や作物、そして日の出そのものによっても証明される。
ὡς δʼ αὕτως καὶ ἡ ἐπὶ τὴν Κασπίαν ὑπέρβασις καὶ ἡ ἐφεξῆς ὁδὸς μέχρι Βάκτρων.
カスピ海を越える道や、それに続くバクトリアまでの道についても同様である。
πολλαχοῦ γὰρ ἡ ἐνάργεια καὶ τὸ ἐκ πάντων συμφωνούμενον ὀργάνου πιστότερόν ἐστιν, ἐπεὶ καὶ αὐτὸς ὁ Ἵππαρχος τὴν ἀπὸ στηλῶν μέχρι τῆς Κιλικίας γραμμήν, ὅτι ἐστὶν ἐπʼ εὐθείας καὶ ὅτι ἐπὶ ἰσημερινὴν ἀνατολήν, οὐ πᾶσαν ὀργανικῶς καὶ γεωμετρικῶς ἔλαβεν, ἀλλʼ ὅλην τὴν ἀπὸ στηλῶν μέχρι πορθμοῦ τοῖς πλέουσιν ἐπίστευσεν.
実際、多くの場所で、明瞭な事実や全員の一致は、観測器具よりも信頼できるのである。 なぜなら、ヒッパルコス自身も、ヘラクレスの柱からキリキアまでの線が直線であり、かつ真東へ向かっているということを、すべて観測器具や幾何学によって得たのではなく、柱から海峡にいたる全体を、航海者たちを信頼して受け入れたからである。
ὥστʼ οὐδʼ ἐκεῖνο εὖ λέγει τό ἐπειδὴ οὐκ ἔχομεν λέγειν οὔθʼ ἡμέρας μεγίστης πρὸς τὴν βραχυτάτην λόγον οὔτε γνώμονος πρὸς σκιὰν ἐπὶ τῇ παρωρείᾳ τῇ ἀπὸ Κιλικίας μέχρι Ἰνδῶν, οὐδʼ εἰ ἐπὶ παραλλήλου γραμμῆς ἐστιν ἡ λόξωσις ἔχομεν εἰπεῖν, ἀλλʼ ἐᾶν ἀδιόρθωτον, λοξὴν φυλάξαντες, ὡς οἱ ἀρχαῖοι πίνακες παρέχουσι.
したがって、彼が次のように言うのも正しくない。 「キリキアからインドに至る山麓地帯において、最長の一日と最短の一日の比率も、日時計の指針に対する影の比率も言うことができず、またその歪みが平行線上にあるかどうかも言うことができない以上、それを補正しないままにし、古代の地図が示すように傾いた状態に保っておくべきである。
πρῶτον μὲν γὰρ τὸ μὴ ἔχειν εἰπεῖν ταὐτόν ἐστι τῷ ἐπέχειν, ὁ δʼ ἐπέχων οὐδετέρωσε ῥέπει, ἐᾶν δὲ κελεύων, ὡς οἱ ἀρχαῖοι, ἐκεῖσε ῥέπει.
」第一に、言うことができないということは、判断を保留することと同じであり、判断を保留する者はどちらの側にも傾かないが、古代の地図の通りに放置せよと命じる彼は、そちらに傾いている。
μᾶλλον δʼ ἂν τἀκόλουθον ἐφύλαττεν, εἰ συνεβούλευε μηδὲ γεωγραφεῖν ὅλως·
むしろ、もし他と同様に彼が地理学を全くするなと助言していたなら、整合性を保っていただろう。
οὐδὲ γὰρ τῶν ἄλλων ὀρῶν τὰς θέσεις, οἷον Ἄλπεων καὶ τῶν Πυρηναίων καὶ τῶν Θρᾳκίων καὶ Ἰλλυρικῶν καὶ Γερμανικῶν, οὕτως ἔχομεν εἰπεῖν.
なぜなら、アルプスやピレネー、トラキア、イリュリア、ゲルマニアなどの他の山々の位置についても、私たちはそのように言うことができないからである。
τίς δʼ ἂν ἡγήσαιτο πιστοτέρους τῶν ὑστέρων τοὺς παλαιοὺς τοσαῦτα πλημμελήσαντας περὶ τὴν πινακογραφίαν, ὅσα εὖ διαβέβληκεν Ἐρατοσθένης, ὧν οὐδενὶ ἀντείρηκεν Ἵππαρχος;
また、エラトステネスが地図製作に関して古代の人々の多くの過ちを正しく非難し、それらに対してヒッパルコスが何一つ反論していないというのに、古代の人々を後世の人々よりも信頼できると誰が考えるだろうか。
§2.1.12καὶ τὰ ἑξῆς δὲ πλήρη μεγάλων ἀποριῶν ἐστιν.
それに続く箇所もまた、多くの大きな難問に満ちている。
ὅρα γάρ, εἰ τοῦτο μὲν μὴ κινοίη τις τὸ τὰ ἄκρα τῆς Ἰνδικῆς τὰ μεσημβρινὰ ἀνταίρειν τοῖς κατὰ Μερόην, μηδὲ τὸ διάστημα τὸ ἀπὸ Μερόης ἐπὶ τὸ στόμα τὸ κατὰ τὸ Βυζάντιον, ὅτι ἐστὶ περὶ μυρίους σταδίους καὶ ὀκτακισχιλίους, ποιοίη δὲ τρισμυρίων τὸ ἀπὸ τῶν μεσημβρινῶν Ἰνδῶν μέχρι τῶν ὀρῶν, ὅσα ἂν συμβαίη ἄτοπα.
見よ、もしある人が、インドの南端がメロエの地域と対向しているということ、またメロエからビュザンティオンの海峡までの距離が約1万8千スタディオンであるということを変更しない一方で、南インドから山々までの距離を3万スタディオンとするならば、いかに多くの不都合が生じるかを。
τὸ πρῶτον μὲν γὰρ εἴπερ ὁ αὐτός ἐστι παράλληλος ὁ διὰ Βυζαντίου τῷ διὰ Μασσαλίας, καθάπερ εἴρηκεν Ἵππαρχος πιστεύσας Πυθέᾳ, ὁ δʼ αὐτὸς καὶ μεσημβρινός ἐστιν ὁ διὰ Βυζαντίου τῷ διὰ Βορυσθένους, ὅπερ καὶ αὐτὸ δοκιμάζει ὁ Ἵππαρχος, δοκιμάζει δὲ καὶ τὸ ἀπὸ Βυζαντίου διάστημα ἐπὶ τὸν Βορυσθένη σταδίους εἶναι τρισχιλίους ἑπτακοσίους, τοσοῦτοι ἂν εἶεν καὶ οἱ ἀπὸ Μασσαλίας ἐπὶ τὸν διὰ Βορυσθένους παράλληλον, ὅς γε διὰ τῆς Κελτικῆς παρωκεανίτιδος ἂν εἴη·
第一に、もしビュザンティオンを通る平行線が、ヒッパルコスがピュテアスを信じて言ったように、マッサリアを通る平行線と同じであり、またビュザンティオンを通る子午線がボリュステネスを通る子午線と同じであり、これ自体ヒッパルコスも認めているが、さらにビュザンティオンからボリュステネスまでの距離が3千7百スタディオンであることを彼が認めるならば、マッサリアからボリュステネスを通る平行線までの距離もそれと同等であることになる。
τοσούτους γάρ πως διελθόντες συνάπτουσι τῷ ὠκεανῷ.
そしてこの平行線は、海に面したケルト人の地を通る。 なぜなら、彼らはそれほどの距離を進むとオケアノスに達するからである。
§2.1.13πάλιν δʼ ἐπεὶ τὴν Κινναμωμοφόρον ἐσχάτην ἴσμεν οἰκουμένην πρὸς μεσημβρίαν, καὶ καθʼ Ἵππαρχον αὐτὸν ὁ διʼ αὐτῆς παράλληλος ἀρχὴ τῆς εὐκράτου καὶ τῆς οἰκουμένης ἐστί, καὶ διέχει τοῦ ἰσημερινοῦ περὶ ὀκτακισχιλίους καὶ ὀκτακοσίους σταδίους·
次に、私たちはシナモン産出国が南限の居住地であることを知っており、ヒッパルコス自身によれば、それを通る平行線が温帯および居住世界の始まりであり、赤道から約8千8百スタディオン離れている。
ἐπεὶ οὖν φησὶν ἀπὸ τοῦ ἰσημερινοῦ τὸν διὰ Βορυσθένους διέχειν τρισμυρίους καὶ τετρακισχιλίους σταδίους, εἶεν ἂν λοιποὶ οἱ ἀπὸ τοῦ ὁρίζοντος τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον εἰς τὸν διὰ Βορυσθένους καὶ τῆς Κελτικῆς παρωκεανίτιδος στάδιοι δισμύριοι πεντακισχίλιοι διακόσιοι.
それゆえ、もし彼が赤道からボリュステネスを通る平行線が3万4千スタディオン離れていると言うなら、灼熱帯と温帯を分ける境界から、ボリュステネスおよび海に面したケルト人の地を通る平行線までの残りの距離は、2万5千2百スタディオンとなるだろう。
ὁ δέ γε ἀπὸ τῆς Κελτικῆς πρὸς ἄρκτον πλοῦς ἔσχατος λέγεται παρὰ τοῖς νῦν ὁ ἐπὶ τὴν Ἰέρνην, ἐπέκεινα μὲν οὖσαν τῆς Βρεττανικῆς, ἀθλίως δὲ διὰ ψῦχος οἰκουμένην, ὥστε τὰ ἐπέκεινα νομίζειν ἀοίκητα.
ところで、ケルト人の地から北への極限の航海は、現代の人々によればイエルネへの航海だと言われており、これはブリタニアの彼方にあり、寒さのために惨めに居住されているため、その先は居住不可能と考えられている。
οὐ πλέον δὲ τῆς Κελτικῆς τὴν Ἰέρνην διέχειν φασὶ τῶν πεντακισχιλίων, ὥστε περὶ τρισμυρίους εἶεν ἂν ἢ μικρῷ πλείους οἱ πάντες οἱ τὸ πλάτος τῆς οἰκουμένης ἀφορίζοντες.
そしてイエルネはケルト人の地から5千スタディオン以下しか離れていないと言われている。 したがって、居住世界の幅を画定する全距離は、約3万スタディオンか、あるいはそれより少し多い程度になるだろう。

語釈・文法注

  1. 2.1.11ὅ τε ἐξ Ἀμισοῦ πλοῦς ἐπὶ τὴν Κολχίδα ὅτι ἐστὶν — 先取り(prolepsis)の構文。主節の主語となるべき「アミソスからコルキスへの航路が真東を向いていること」という事実において、名詞句 `ὁ ἐξ Ἀμισοῦ πλοῦς` が `ὅτι` 節の前に先取りされて主節の主語のようになり、`ὅτι` 節の中に `ἐστί` の主語として吸収されている。
  2. 2.1.11τὸ μὴ ἔχειν εἰπεῖν — 冠詞 `τό` による不定詞句の名詞化。「言うことができないこと」(`μὴ ἔχειν` + 不定詞 `εἰπεῖν`、「〜することを持ち合わせない」=「〜できない」)。これが `ταὐτόν ἐστι`(〜と同じである)の主語となっている。
  3. 2.1.12ὅρα γάρ, εἰ τοῦτο μὲν μὴ κινοίη τις ... ποιοίη δὲ ... ὅσα ἂν συμβαίη ἄτοπα — 命令法 `ὅρα` に導かれる間接疑問文のなかに、希求法を用いた条件文(条件節 `εἰ ... κινοίη ... ποιοίη`, 帰結節 `ὅσα ἂν συμβαίη`)が組み込まれている。「もし〜とし、〜とするならば、どれほど多くの不都合が生じることになるか、見よ」という、可能性・潜在(potential optative)を表す構文。

この箇所を引用する

ストラボン, 地理誌 §2.1.10-2.1.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.10-2.1.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。