§2.1.1Ἐν δὲ τῷ τρίτῳ τῶν γεωγραφικῶν καθιστάμενος τὸν τῆς οἰκουμένης πίνακα γραμμῇ τινι διαιρεῖ δίχα ἀπὸ δύσεως ἐπʼ ἀνατολὴν παραλλήλῳ τῇ ἰσημερινῇ γραμμῇ, πέρατα δʼ αὐτῆς τίθησι πρὸς δύσει μὲν τὰς Ἡρακλείους στήλας, ἐπʼ ἀνατολῇ δὲ τὰ ἄκρα καὶ ἔσχατα ὄρη τῶν ἀφοριζόντων ὀρῶν τὴν πρὸς ἄρκτον τῆς Ἰνδικῆς πλευράν.
『地理学』の第3巻に取り組みながら、エラトステネスは居住世界の地図を、西から東へ、赤道に平行なある1本の直線によって二分している。 そして、その線の末端として、西側にはヘラクレスの柱を置き、東側には、インドの北側の辺を画定している山々の、最も端にある極限の山々を置いている。
γράφει δὲ τὴν γραμμὴν ἀπὸ στηλῶν διά τε τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῶν μεσημβρινῶν ἄκρων τῆς τε Πελοποννήσου καὶ τῆς Ἀττικῆς μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου.
彼はこの線を、柱から、シケリア海峡、ペロポネソスおよびアッティカの南の突端を通り、ロドス島およびイッソス湾に達するまで引いている。
μέχρι μὲν δὴ δεῦρο διὰ τῆς θαλάττης φησὶν εἶναι τὴν λεχθεῖσαν γραμμὴν καὶ τῶν παρακειμένων ἠπείρων (καὶ γὰρ αὐτὴν ὅλην τὴν καθʼ ἡμᾶς θάλατταν οὕτως ἐπὶ μῆκος τετάσθαι μέχρι τῆς Κιλικίας), εἶτα ἐπʼ εὐθείας πως ἐκβάλλεσθαι παρʼ ὅλην τὴν ὀρεινὴν τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς·
さて、ここまでは、言及された線が海とそれに隣接する陸地を通っていると彼は言っている(というのも、我々の海全体も同様に、キリキアに達するまで経度方向に引き伸ばされているからである)。 その後、それはタウロス山脈のすべての山岳地帯に沿って、インドに達するまで、ほぼ直線状に延長される。
τὸν γὰρ Ταῦρον ἐπʼ εὐθείας τῇ ἀπὸ στηλῶν θαλάττῃ τεταμένον δίχα τὴν Ἀσίαν διαιρεῖν ὅλην ἐπὶ μῆκος, τὸ μὲν αὐτῆς μέρος βόρειον ποιοῦντα τὸ δὲ νότιον, ὥσθʼ ὁμοίως καὶ αὐτὸν ἐπὶ τοῦ διʼ Ἀθηνῶν ἱδρῦσθαι παραλλήλου καὶ τὴν ἀπὸ στηλῶν μέχρι δεῦρο θάλατταν.
なぜなら、タウロス山脈は、柱からの海と一直線に伸びており、アジア全体を経度方向に二分しているからであり、その結果、アジアの一方の部分を北に、他方を南にしており、したがって、それ自体も、柱からここまでの海が位置しているのと同様に、アテナイを通る平行線の上に位置していることになる。
§2.1.2ταῦτα δʼ εἰπὼν οἴεται δεῖν διορθῶσαι τὸν ἀρχαῖον γεωγραφικὸν πίνακα·
これらのことを述べた上で、彼は古代の地理図を修正する必要があると考えている。
πολὺ γὰρ ἐπὶ τὰς ἄρκτους παραλλάττειν τὰ ἑωθινὰ μέρη τῶν ὀρῶν κατʼ αὐτόν, συνεπισπᾶσθαι δὲ καὶ τὴν Ἰνδικὴν ἀρκτικωτέραν ἢ δεῖ γινομένην.
というのも、彼によれば、それらの山々の東の部分は北の方へ大きくずれており、その結果、インドも必要以上に北に引っ張られて位置づけられているからである。
πίστιν δὲ τούτου φέρει μίαν μὲν ταύτην, ὅτι τὰ τῆς Ἰνδικῆς ἄκρα τὰ μεσημβρινώτατα ὁμολογοῦσι πολλοὶ τοῖς κατὰ Μερόην ἀνταίρειν τόποις, ἀπό τε τῶν ἀέρων καὶ τῶν οὐρανίων τεκμαιρόμενοι, ἐντεῦθεν δʼ ἐπὶ τὰ βορειότατα τῆς Ἰνδικῆς τὰ πρὸς τοῖς Καυκασίοις ὄρεσι Πατροκλῆς, ὁ μάλιστα πιστεύεσθαι δίκαιος διά τε τὸ ἀξίωμα καὶ διὰ τὸ μὴ ἰδιώτης εἶναι τῶν γεωγραφικῶν, φησὶ σταδίους μυρίους καὶ πεντακισχιλίους·
そして、このことの根拠として、彼はまず次の1つを挙げている。 すなわち、インドの最も南の端はメロエの地域と同じ緯度にあると多くの人が認めているということであり、彼らは気候や天体の現象からそれを推測している。 そこから、カウカソス山脈に接するインドの最も北の部分までの距離を、その身分と地理学の素人ではないという点から最も信頼するに値するパトロクレスが、1万5千スタディオンであると言っている。
ἀλλὰ μὴν καὶ τὸ ἀπὸ Μερόης ἐπὶ τὸν διʼ Ἀθηνῶν παράλληλον τοσοῦτόν πώς ἐστιν ὥστε τῆς Ἰνδικῆς τὰ προσάρκτια μέρη συνάπτοντα τοῖς Καυκασίοις ὄρεσιν εἰς τοῦτον τελευτᾶν τὸν κύκλον.
さらにまた、メロエからアテナイを通る平行線までの距離もほぼこれと同じであるため、カウカソス山脈に接するインドの北側の部分は、この平行線において終わることになる。
§2.1.3ἄλλην δὲ πίστιν φέρει τοιαύτην, ὅτι τὸ ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου διάστημα ἐπὶ τὴν θάλατταν τὴν Ποντικὴν τρισχιλίων πώς ἐστι σταδίων πρὸς ἄρκτον ἰόντι καὶ τοὺς περὶ Ἀμισὸν ἢ Σινώπην τόπους, ὅσον καὶ τὸ πλάτος τῶν ὀρῶν λέγεται·
彼はまた、次のようなもう1つの根拠を挙げている。 すなわち、イッソス湾から、北に進んでポントス海およびアミソスやシノペの周辺地域に至る距離は、ほぼ3千スタディオンであり、これはまた山脈の幅であると言われているのと同等である。
ἐκ δὲ Ἀμισοῦ πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν φερομένῳ πρῶτον μὲν ἡ Κολχίς ἐστιν, ἔπειτα ἡ ἐπὶ τὴν Ὑρκανίαν θάλατταν ὑπέρθεσις καὶ ἡ ἐφεξῆς ἡ ἐπὶ Βάκτρα καὶ τοὺς ἐπέκεινα Σκύθας ὁδὸς δεξιὰ ἔχοντι τὰ ὄρη·
そして、アミソスから真東へ進む者にとっては、まずコルキスがあり、次いでヒュルカニア海へと越えていく道、そしてその後に続いて、右手に山々を見ながら、バクトラおよびその彼方のスキタイ人たちへと至る道がある。
αὕτη δʼ ἡ γραμμὴ διὰ Ἀμισοῦ πρὸς δύσιν ἐκβαλλομένη διὰ τῆς Προποντίδος ἐστὶ καὶ τοῦ Ἑλλησπόντου.
そして、アミソスを通るこの線を西へと延長すると、プロポンティスとヘレスポントスを通ることになる。
ἀπὸ δὲ Μερόης ἐπὶ τὸν Ἑλλήσποντον οὐ πλείους εἰσὶ τῶν μυρίων καὶ ὀκτακισχιλίων σταδίων, ὅσοι καὶ ἀπὸ τοῦ μεσημβρινοῦ πλευροῦ τῆς Ἰνδικῆς πρὸς τὰ περὶ τοὺς Βακτρίους μέρη, προστεθέντων τρισχιλίων τοῖς μυρίοις καὶ πεντακισχιλίοις, ὧν οἱ μὲν τοῦ πλάτους ἦσαν τῶν ὀρῶν οἱ δὲ τῆς Ἰνδικῆς.
また、メロエからヘレスポントスまでは1万8千スタディオンを超えないが、これは、インドの南の辺からバクトリア人たちの周辺地域までの距離(1万5千スタディオンに3千スタディオンを加えたものであり、そのうち3千は山脈の幅、1万5千はインドの幅である)とも等しい。
§2.1.4πρὸς δὲ τὴν ἀπόφασιν ταύτην ὁ Ἵππαρχος ἀντιλέγει διαβάλλων τὰς πίστεις·
この主張に対して、ヒッパルコスはそれらの根拠を批判して反論している。
οὐδὲ γὰρ Πατροκλέα πιστὸν εἶναι, δυεῖν ἀντιμαρτυρούντων αὐτῷ Δηιμάχου τε καὶ Μεγασθένους, οἳ καθʼ οὓς μὲν τόπους δισμυρίων εἶναι σταδίων τὸ διάστημά φασι τὸ ἀπὸ τῆς κατὰ μεσημβρίαν θαλάττης, καθʼ οὓς δὲ καὶ τρισμυρίων·
というのも、デイマコスとメガステネスの二人が彼に反証を挙げているのだから、パトロクレスも信頼できない、と彼は言う。 彼らは、ある場所においては南の海からの距離が2万スタディオンであると言い、またある場所においては3万スタディオンであるとさえ言っているからである。
τούτους τε δὴ τοιαῦτα λέγειν καὶ τοὺς ἀρχαίους πίνακας τούτοις ὁμολογεῖν.
そして、彼らがそのように述べており、古代の地図もこれらと一致しているのである。
ἀπίθανον δή που νομίζει τὸ μόνῳ δεῖν πιστεύειν Πατροκλεῖ, παρέντας τοὺς τοσοῦτον ἀντιμαρτυροῦντας αὐτῷ, καὶ διορθοῦσθαι παρʼ αὐτὸ τοῦτο τοὺς ἀρχαίους πίνακας, ἀλλὰ μὴ ἐᾶν οὕτως, ἕως ἄν τι πιστότερον περὶ αὐτῶν γνῶμεν.
ヒッパルコスは、これほど彼に反証している人々を無視して、パトロクレス一人だけを信頼せねばならず、まさにそのために古代の地図を修正すべきであり、それらについてより信頼できることを知るまではそのままにしておいてはならない、とするのはおよそ信じがたいことだと考えているのである。