§2.1.5οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λόγον.
さて、私はこの議論が多くの批判を受けるべきであると思う。
πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾷ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι.
第一に、エラトステネスが多くの証言を利用したのに、ヒッパルコスは彼がパトロクレスの一つの証言だけを利用していると言っているからである。
τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην;
では、インドの南の端がメロエの地域と向かい合っていると主張していた人々は誰であったのか。
τίνες δʼ οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ διʼ Ἀθηνῶν παραλλήλου λέγοντες;
また、メロエからアテナイを通る平行線までの距離を述べている人々は誰であったのか。
τίνες δὲ πάλιν οἱ τὸ τῶν ὀρῶν πλάτος τοσοῦτον, ἢ οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν Ἀμισὸν τὸ αὐτὸ τούτῳ λέγοντες;
またさらに、山脈の幅をこれほどであるとし、あるいはキリキアからアミソスまでの距離がこれと同じであると述べている人々は誰であったのか。
τίνες δὲ οἱ ἀπὸ Ἀμισοῦ διὰ Κόλχων καὶ τῆς Ὑρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑῴαν θάλατταν καθηκόντων ἐπʼ εὐθείας τε εἶναι λέγοντες καὶ ἐπʼ ἰσημερινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾷ ἔχοντι αὐτά;
また、アミソスからコルキスとヒュルカニアを経て、バクトリアおよび東の海に達するその彼方の地域に至る道が、直線的であり、かつ赤道の東の方角へ向かい、山々を右手に持ちつつそれらに沿っている、と述べる人々は誰なのか。
ἢ πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας ταύτῃ τῇ γραμμῇ, διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον;
あるいはまた、西への延長がこの線と一直線上にあり、それがプロポンティスとヘレスポントスに通じているがゆえにそうであると述べる人々は誰なのか。
ταῦτα γὰρ ὁ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων, ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς, ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ἵππαρχός φησι.
なぜなら、エラトステネスはこれらすべてを、その土地に行った人々によって証言されたものとして受け取っているからであり、彼は多くの記録に出会っており、ヒッパルコス自身が言うほどに巨大な図書館を所有していたため、それらを豊富に持っていたのである。
§2.1.6καὶ αὐτὴ δὲ ἡ τοῦ Πατροκλέους πίστις ἐκ πολλῶν μαρτυριῶν σύγκειται, τῶν βασιλέων τῶν πεπιστευκότων αὐτῷ τηλικαύτην ἀρχήν, τῶν ἐπακολουθησάντων αὐτῷ, τῶν ἀντιδοξούντων, ὧν αὐτὸς ὁ Ἵππαρχος κατονομάζει·
そして、パトロクレス自身の信頼性もまた、多くの証言から成り立っている。 すなわち、彼にこれほど大きな任務を任せた王たち、彼に従った者たち、あるいは彼と意見を異にする者たちの証言であり、彼らの名前はヒッパルコス自身が挙げている。
οἱ γὰρ κατʼ ἐκείνων ἔλεγχοι πίστεις τῶν ὑπὸ τούτου λεγομένων εἰσίν.
なぜなら、彼らに対する論駁こそが、パトロクレスによって語られている事柄の信頼性の証明となるからである。
οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους, ὅτι φησὶ τοὺς Ἀλεξάνδρῳ συστρατεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα, αὐτὸν δὲ Ἀλέξανδρον ἀκριβῶσαι, ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῷ·
また、パトロクレスに関する次のことも信じがたいことではない。 すなわち、アレクサンドロスと共に遠征した人々は個々の事柄を大雑把に記録したが、アレクサンドロス自身は、彼に仕える最も経験豊かな者たちに地域全体を測量させることによって、それを正確にしたとパトロクレスが言っていることである。
τὴν δʼ ἀναγραφὴν αὐτῷ δοθῆναί φησιν ὕστερον ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος.
そして、その記述は、後に財務官のクセノクレスによって彼に与えられたと、彼は言っている。
§2.1.7ἔτι φησὶν ὁ Ἵππαρχος ἐν τῷ δευτέρῳ ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ βόρειον πλευρόν, τοῦ μὲν Μεγασθένους λέγοντος σταδίων μυρίων ἑξακισχιλίων, τοῦ δὲ Πατροκλέους χιλίοις λείπειν φαμένου·
さらに、ヒッパルコスは第2の手記において、エラトステネス自身が、インドの北側の辺に沿った長さに関するメガステネスとの不一致に基づいて、パトロクレスの信頼性を貶めていると言っている。 メガステネスが1万6千スタディオンであると言っているのに対し、パトロクレスは1千スタディオン少ないと言っているからである。
ἀπὸ γάρ τινος ἀναγραφῆς σταθμῶν ὁρμηθέντα τοῖς μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν, ἐκείνῃ δὲ προσέχειν.
というのも、エラトステネスはある宿駅の記録に基づいて、その不一致のゆえに彼らを信じず、宿駅の記録に注意を向けているからである。
εἰ οὖν διὰ τὴν διαφωνίαν ἐνταῦθα ἄπιστος ὁ Πατροκλῆς, καίτοι παρὰ χιλίους σταδίους τῆς διαφορᾶς οὔσης, πόσῳ χρὴ μᾶλλον ἀπιστεῖν ἐν οἷς παρὰ ὀκτακισχιλίους ἡ διαφορά ἐστι, πρὸς δύο καὶ ταῦτα ἄνδρας συμφωνοῦντας ἀλλήλοις, τῶν μὲν λεγόντων τὸ τῆς Ἰνδικῆς πλάτος δισμυρίων σταδίων, τοῦ δὲ μυρίων καὶ δισχιλίων;
それゆえ、もしここで不一致のゆえにパトロクレスが信頼できないとされるなら、しかもその差はわずか1千スタディオンであるのに、その差が8千スタディオンもあり、しかも互いに一致している二人を相手にする場合には、どれほどいっそう不信を抱くべきであろうか。 彼らはインドの幅を2万スタディオンと言い、他方は1万2千と言っているのだから。
§2.1.8Ἐροῦμεν δʼ ὅτι οὐ ψιλὴν τὴν διαφωνίαν ᾐτιάσατο, ἀλλὰ συγκρίνων πρὸς τὴν ὁμολογίαν καὶ τὴν ἀξιοπιστίαν τῆς ἀναγραφῆς τῶν σταθμῶν.
これに対して我々は次のように言うだろう。 エラトステネスが非難したのは単なる不一致ではなく、宿駅の記録の一致および信頼性と比較してのことである、と。
οὐ θαυμαστὸν δὲ εἰ πιστοῦ γίνεταί τι πιστότερον, καὶ εἰ τῷ αὐτῷ ἐν ἑτέροις μὲν πιστεύομεν ἐν ἑτέροις δʼ ἀπιστοῦμεν, ὅταν παρά τινος τεθῇ τι βεβαιότερον.
また、信頼できるものよりもさらに信頼できるものが生じることや、誰かによってより確かなものが提示されたときに、同じ人物をある点では信頼し、他の点では信頼しないということは、驚くべきことではない。
γελοῖόν τε τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας·
また、大きな不一致が、意見を異にする人々をより信頼できなくさせると考えるのは滑稽である。
τοὐναντίον γὰρ ἐν τῷ παρὰ μικρὸν συμβαίνειν τοῦτο μᾶλλον ἔοικε.
なぜなら、むしろ小さな不一致においてこそ、これが起こりやすいと思われるからである。
παρὰ μικρὸν γὰρ ἡ πλάνη συμβαίνει μᾶλλον οὐ τοῖς τυχοῦσι μόνον, ἀλλὰ καὶ τοῖς πλέον τι τῶν ἑτέρων φρονοῦσιν·
小さな誤りは、平凡な人々だけでなく、他者よりも優れた知性を持つ人々にも起こりやすいからである。
ἐν δὲ τοῖς παρὰ πολὺ ὁ μὲν τυχὼν ἁμάρτοι ἄν, ὁ δʼ ἐπιστημονικώτερος ἧττον ἂν τοῦτο πάθοι·
これに対して、大きな不一致においては、平凡な人は誤るかもしれないが、より専門的な知識を持つ人はそうした誤りを犯しにくい。
διὸ καὶ πιστεύεται θᾶττον.
したがって、後者の方がより容易に信頼されるのである。
§2.1.9̔́απαντες μὲν τοίνυν οἱ περὶ τῆς Ἰνδικῆς γράψαντες ὡς ἐπὶ τὸ πολὺ ψευδολόγοι γεγόνασι, καθʼ ὑπερβολὴν δὲ Δηίμαχος, τὰ δὲ δεύτερα λέγει Μεγασθένης, Ὀνησίκριτος δὲ καὶ Νέαρχος καὶ ἄλλοι τοιοῦτοι παραψελλίζοντες ἤδη.
さて、インドについて書いた人々は皆、概して嘘つきであるが、デイマコスは極度であり、メガステネスがそれに次ぐ。 オネシクリトスやネアルコス、その他の同様の人々はすでにたどたどしく語っている。
καὶ ἡμῖν δʼ ὑπῆρξεν ἐπὶ πλέον κατιδεῖν ταῦτα ὑπομνηματιζομένοις τὰς Ἀλεξάνδρου πράξεις·
我々自身も、アレクサンドロスの業績を記録するにあたって、これらのことをより詳細に観察する機会を得た。
διαφερόντως δʼ ἀπιστεῖν ἄξιον Δηιμάχῳ τε καὶ Μεγασθένει.
特にデイマコスとメガステネスを不信に思うべきである。
οὗτοι γάρ εἰσιν οἱ τοὺς ἐνωτοκοίτας καὶ τοὺς ἀστόμους καὶ ἄρρινας ἱστοροῦντες μονοφθάλμους τε καὶ μακροσκελεῖς καὶ ὀπισθοδακτύλους·
なぜなら、彼らこそが、耳に包まれて寝る者たち、口のない者たち、鼻のない者たち、単眼の者たち、長い脚を持つ者たち、後ろ向きの指を持つ者たちを報告した者たちだからである。
ἀνεκαίνισαν δὲ καὶ τὴν Ὁμηρικὴν τῶν Πυγμαίων γερανομαχίαν, τρισπιθάμους εἰπόντες.
彼らはまた、ピュグマイオスたちの鶴との戦いというホメロスの伝説を復活させ、彼らを3スピタメの高さであると言った。
οὗτοι δὲ καὶ τοὺς χρυσωρύχους μύρμηκας καὶ Πᾶνας σφηνοκεφάλους ὄφεις τε καὶ βοῦς καὶ ἐλάφους σὺν κέρασι καταπίνοντας·
彼らはまた、金を掘る蟻たちや、くさび型の頭をしたパンたち、そして角ごと牛や鹿を丸呑みする蛇たちについて記述した。
περὶ ὧν ἕτερος τὸν ἕτερον ἐλέγχει, ὅπερ καὶ Ἐρατοσθένης φησίν.
これらについては、彼らは互いに非難し合っており、エラトステネスもそう言っている。
ἐπέμφθησαν μὲν γὰρ εἰς τὰ Παλίμβοθρα, ὁ μὲν Μεγασθένης πρὸς Σανδρόκοττον ὁ δὲ Δηίμαχος πρὸς Ἀλλιτροχάδην τὸν ἐκείνου υἱὸν κατὰ πρεσβείαν·
というのも、彼らは使節としてパリンボトラへ送られたのであり、メガステネスはサンドロコットスのもとへ、デイマコスは彼の息子アリトロカデスのもとへ派遣された。
ὑπομνήματα δὲ τῆς ἀποδημίας κατέλιπον τοιαῦτα, ὑφʼ ἧς δή ποτε αἰτίας προαχθέντες.
そして、どのような理由に導かれたにせよ、彼らは自分たちの旅についてそのような記録を残したのである。
Πατροκλῆς δὲ ἥκιστα τοιοῦτος· καὶ οἱ ἄλλοι δὲ μάρτυρες οὐκ ἀπίθανοι, οἷς κέχρηται ὁ Ἐρατοσθένης
しかしパトロクレスは決してそのようではなく、エラトステネスが用いた他の証人たちも信頼できないわけではない。